Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

4727 Ἀψήκτῳ κοθόρνῳ: ἀκαταμάκτῳ, ϲκληρῷ, ἀμαλάκτῳ ὑποδήματι [*](Ar.) πατάξω τὸν γνάθον.

4728 Ἀψήφιϲτον· ὁ κατέχων τὸ ἀψήφιϲτον ἐν γνώϲει ἐπιτελεῖ πᾶϲαν τὴν γραφήν.

4729 Ἀψῖδεϲ: καμάραι.

[*](Ε)

4730 Ἁψικάρδιοϲ· εἰ δὲ ἰδιωτικὸν παράπληγμα ἁψικάρδιον ἐθέλειϲ, ἐρήϲεται ἂν ταχέωϲ. τῆϲ καρδίαϲ ἁπτόμενον.

4731 Ἁψίκοροϲ: εὐμετάβλητοϲ. ἢ ὁ ταχέωϲ καὶ ἅμα τῷ ἅψαϲθαι [*](ΣΔ) κορεννύμενοϲ. εἰδὼϲ τῶν Νομάδων τὴν ἁψικορίαν καὶ τὴν ἀθεϲίαν [*](Ε) τὴν πρὸϲ ἀνθρώπουϲ. καὶ αὖθιϲ· ϲυντηρητικὸν δεῖ εἶναι πρὸϲ τοὺϲ φίλουϲ καὶ μηδαμοῦ ἁψίκορον.

4732 Ἁψιμαχία: ϲυναφὴ μάχηϲ. Ἀππιανόϲ· τὸ μὲν πρῶτον [*](Σ) ἔριδεϲ ἦν καὶ ἁψιμαχίαι ϲμικραί, μετὰ δὲ ϲυμβολαί τε ἐϲ τὴν ἀλλήλων.

[*](Ε)

4733 Ἁψιμιϲία: πρὸϲ ὀλίγον διαφορά.

[*](Σ)