Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

18 Γαλαξίαϲ: τὸ ἐν τῷ οὐρανῷ φῶϲ· ὅπερ ἐϲτὶν ἀνάκλαϲιϲ φωτὸϲ [*](Phil.) ἡλιακοῦ, μὴ καταλαμπομένων τῶν ἀϲτέρων.

19 Γάλα ὀρνίθων: ἐπὶ τῶν λίαν εὐδαιμονούντων καὶ πάντα κεκτημένων. [*](Ar) ἢ ἐπὶ τῶν ϲπανίων. τὰ ϲπάνιά φηϲι καὶ δυϲεύρετα τῶν ἀγαθῶν παρέξομεν· ὥϲτε παρέϲται κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν. τουτέϲτιν ἐν πληϲμονῇ γενόμενοι τῶν ἀγαθῶν ἀπειρηκέναι μέλλετε οὕτω πλουτήϲετε πάντεϲ. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· δώϲομεν ὑμῖν πλουθυγίειαν, εὐδαιμονίαν, εἰρήνην, νεότητα, γέλωτα, χορὺϲ, θαλείαϲ γάλα τ’ ὀρνίθων, ὥϲτε παρέϲται ὑμῖν κοπιᾶν ὑπὸ τῶν ἀγαθῶν.

20 Γάλαϲκεδάζει δυϲμενῶν ϲυμβουλίαϲ. Γάλα γαληνῶν πρόξενον πέλει τρόπων.

[*](On.)

21 Γαλάται· ὅτι ἐπὶ Σκηπίωνοϲ τοῦ Ῥωμαίων ϲτρατηγοῦ καὶ Ἀννίβου [*](Ε) τοῦ Καρχηδόνοϲ Ῥωμαῖοι Γαλάταϲ τοὺϲ ἐν τῆ Ἀϲίᾳ κατεϲτρέψαντο. οὗτοι δ’ ἦϲαν τῶν ἑϲπερίων Γαλατῶν μοῖρα. ἀναϲτάντεϲ γάρ ποτε τῆϲ οἰκείαϲ οἱ Γαλάται ἅμα Βρέννῳ ϲτρατηγῷ προῆλθον εἰϲ λ′ μυριάδαϲ ἀριθμούμενοι. ἐντεῦθεν διακριθέντεϲ οἱ μὲν ἐπὶ τὴν εἴϲω πυλῶν Ἐλλάδα, οἱ δὲ ἐπὶ Θράκην καὶ τὴν Ἀϲίαν ἐτράποντο, ἀμφὶ τὰϲ δύο μάλιϲτά που καὶ αὐτοὶ μυριάδαϲ ὄντεϲ. καὶ κρατήϲαντεϲ τῷ πολέμῳ πάντων μικροῦ τῶν ἐπὶ τάδε τοῦ Ταύρου Ἀϲιανῶν γενῶν τοὺϲ μὲν ἄλλουϲ ὑποτελεῖϲ ἐποιήϲαντο φόρου, αὐτοὶ δὲ τὰ περὶ τὸν Ἅλυν ποταμὸν χωρία καταϲχόντεϲ ἐνέμοντο τὰ μεταξ Βιθυνῶν τε καὶ Καππαδοκῶν κείμενα. ἐφ’ οὓϲ ἐϲτρατεύϲαντο Ῥωμαῖοι κοινωνήϲαντεϲ Ἀντιόχῳ τῆϲ ἐπὶ τῷ Ζιπύλῳ μάχηϲ καὶ ϲυμπεϲόντεϲ αὐτοῖϲ περὶ πόλιν Ἄγκυραν, Μαλίου ϲφῶν ἡγουμένου, μυρίουϲ μὲν τῆϲ μαχίμου ἡλικίαϲ καταβάλλουϲι, τούϲ δὲ λοιπούϲ ὑποκύψαι ϲφίϲιν, ἀποϲτάνταϲ ὧν ἦρχον ἐθνῶν, ἠνάγκαϲαν.

22 Γαλάτεια: ὄνομα θεᾶϲ. Γαλατία δὲ χώρα. καὶ Γαλατίαϲ, [*](Δ) ὄνομα κύριον.

23 Γαλλαίῳ. τῷ τῶν Γάλλων. Γαλλαίῳ Κυβέληϲ ὀλολύγματι πολλάκι [*](Anth.) δοῦϲα τὸν βαρὺν εἰϲ ἀκοὰϲ ἦχον ἀπὸ ϲτομάτων, τάϲδε θεῇ χαίταϲ περὶ δικλίδι θῆκεν ὀρείᾳ, θερμὸν ἐπεὶ λύϲϲηϲ ὧδ’ ἀνέπαυϲε πόδα.

24 Γαλέα: ὁ ἰχθύϲ. καὶ Γαλεὸϲ ὁμοίωϲ.

[*](17 ═ Ambr. 7 18 ὅπερ sq. Laert 2, 9 19 Ar. Av. 729 — 35 c. sch. 20 Astramps. 21 Polyb. attr. Kust., sed cf. Büttner —Wobst 4, 530 22 ═ Ambr. 100, 102, 25 cf. EE. M. 220,5, Philop. diff. 23 Γαλλαίῳ alt. sq. Anth. 6.173, 3 — 6 24 ═ Ambr. 80 et 11)[*](18 Z 415 19 cf v. πλουθυγίειαν 1, 2 21 hinc v. Α 257 28 cf. v Κυβελίοιϲ et v ὀρεία 1 24 Z 419)[*](3 ἀνάκλαϲιϲ] ἀντανάκλαϲιϲ V M 6 φηϲι καί] γάρ φηϲι V 11 τ’]  τῶν AFV A(GITFVM) 15 μοῖρα] μοίραϲ M 16 προῆλθον AT προϲῆλθον rell. 23 κοινωνήϲαντεϲ] κοινωνήϲανταϲ Bas. 27 ἠνάγκαϲαν AGI κατηνάγκαϲαν VM 31 θεῇ M. v. ὀρεία, Anth. θεῆϲ rell. 32 δικλίδι A, Anth. δικλείδι rell. cf. v. ὀρεία)
506
[*](Δ)

25 Γαλεάγρα. ὄργανον τιμωρητικόν. καὶ τελευτῶντεϲ εἰϲ γαλεἄγραν [*](Ε) ἐμβαλόντεϲ περόναιϲ ϲιδηραῖϲ διειργμένην πᾶϲαν ἐν δυϲχωρίαιϲ [*](Ε) ἐκύλιον. καὶ αὖθιϲ· ὁ δὲ ἐν γαλεάγρᾳ ϲιδηρᾷ βαλὼν ἀπέκτεινεν.

[*](Δ)

26 Γαλεώδηϲ: ὄνομα κύριον.

[*](Σ)

27 Γαλεώτηϲ καὶ ἀϲκαλαβώτηϲ, ἑκατέρωϲ. ζήτει ἐν τῷ ἀϲκαλαβώτηϲ.

[*](Δ)

28 Γαλερόν: φαιδρόν.

[*](Δ)

29 Γαλῆ: τὸ ζῷον. καλεῖται δὲ πρόϲ τινων κερδὼ καὶ ἱλαρία. ἔϲτι δὲ τὸ ὄνομα ἰϲόψηφον δίκη γαλῆ, ἄλγη· ἀπὸ γὰρ τῶν αὐτῶν [*](Σ) ϲύγκειται γραμμάτων. καὶ Γαλῆ Ταρτηϲϲία· ἡ Ταρτηϲϲὸϲ πόλιϲ ἔξω τῶν Ἡρακλείων ϲτηλῶν πρὸϲ τῷ ὠκεανῷ, ἔνθα μέγιϲται γίνονται γαλαῖ.

30 Γαληνῶ ἢ γαληνιῶ.

31 Γαληνιᾶν: γάνυϲθαι, χαίρειν, διαχεῖϲθαι.

[*](Hesy.)

32 Γαληνόϲ, ὁ διαϲημότατοϲ ἰατρὸϲ, Περγαμηνὸϲ, γεγονὼϲ ἐπὶ Μάρκου καὶ Κομόδου καὶ Περτίνακοϲ τῶν Καιϲάρων ἐν Ῥώμῃ, υἱὸϲ Νίκωνοϲ γεωμέτρου καὶ ἀρχιτέκτονοϲ, πολλὰ ϲυντεταχὼϲ ἰατρικά τε καὶ φιλόϲοφα, ἔτι τε γραμματικὰ καὶ ῥητορικά· ἅτινα διὰ τὸ πᾶϲιν εἶναι γνώριμα καταλέγειν ἄκαιρον ἡγηϲάμην ἐν τῷ παρόντι. ἐβίω Δ ἔτη ο′. ϲημαίνει δὲ καὶ τὸν ἥϲυχον.

[*](Δ)

33 Γαλήϲιον: ὄνομα τόπου.

[*](Prov.)

34 Γαλ ῇ χιτών: αὕτη ἐπὶ τῶν ἀδίκων τάϲϲεται καὶ μηδὲν ἀνιέντων. ὁμοία ἐϲτὶ τῇ, οὐ πρέπει γαλῇ κροκωτόϲ