Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἀγάλματα Ἑκάτης.

Ἀγνοεῖ δ’ ἀράχνη παῖδα ἕως παιδεύει, θρέψασα γὰρ τέθνηκεν: ἐπὶ τῶν καθ’ ἑαυτῶν τι διαπραγματευομένων.

Ἀγραφίου δίκη: ἐπὶ τῶν ἀποδοκιμασθέντων πραγμάτων τῷ δημοσίῳ καὶ κατὰ χάριν μὴ εἰςγραφέντων ἐλέγετο.

Ἀγροῦ πυγή: ἡ παροιμία ἐπὶ τῶν λιπαρῶς προςκειμένων· μεταφορικῶς ἀπὸ τῶν ὀρνέων. Μαλακώτατα γὰρ τὰ πρὸς τῇ πυγῇ τῶν ὀρνέων.

Ἄιδεις πρὸς μνῤῥίνην: ἔθος τὸν μὴ δυνάμενον ἐν συμποσίῳ ᾆσαι, δάφνης κλάδον ἢ μυῤῥίνης λαβόντα πρὸς τοῦτον ᾄδειν.

Ἀεὶ γεωμόρος εἰς νέωτα πλούσιος.

Αἰγαίαν ἐμβολήν: ἐπὶ τῶν εὐτελῶν φορτίων.

Αἰγῶν ὀνόματα: οἷον ἄχρηστα πράγματα· ὅμοιαι γὰρ αἱ αἶγες.

Αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ προΐκτῃ; ἐπὶ τῶν δι’ ἐπιείκειαν βλαπτομένων.

Αἰδὼς ἐν ὀφθαλμοῖς: ἢ ὅτι οἱ τοὺς ὀφθαλμοὺς κεκομμένοι οὐκ αἰδοῦνται, ἢ ὅτι τοὺς παρόντας αἰδοῦνται μᾶλλον οἱ ἄνθρωποι ἢ τοὺς ἀπόντας.

Αἰσώπου γελοῖα: οὕτως ἔλεγον τοὺς Αἰσώπου μύθους ἐν τοῖς δικαστηρίοις.

Ἀκάνθιος κύων: ταχεῖα, ὀνομαστικῶς. Τινὲς δὲ ἐπὶ τῶν προπετῶς τι πραττόντων, παρόσον τυφλὰ τίκτει ἡ κύων.

Ἀκόλλητα χείλη οὐ σύκῳ βύσεις: παρεγγυᾷ ὁ λόγος τοῖς πράγμασιν ἐῤῥωμένως χρῆσθαι.

Ἄκουε δὴ κακοῦ λόγου: ἐπὶ τῶν τοὺς μύθους διηγουμένων.

Ἅλις δὲ δρυόχων: ἐπὶ τῶν πολλάκις ἀρχομένων λόγων καὶ μὴ περαινόντων.

Ἀλλὰ γὰρ ἀθυμοῦντες ἀνδρες οὔπω τροπαῖον ἔστησαν: ἐπὶ τῶν, δἰ ἀθυμίαν μηδὲν πραττόντῶν γενναῖον.

Ἄλλα μαρτυρεῖ τρία καὶ ἄλλα λήψει τρία: ἐπὶ τῶν πανοτιοῦν ποιούντων κέρδους ἕνεκα.

Ἀλλ’ ἦ λύκος καλεῖ τὰς αἶγας μολών: ἐπὶ τῶν ἐν ὑποκρίσει ἐξαπατᾶν φειρωμένων.

Ἄλλος ἐχθρὸς πολέμιος καὶ ἄλλη γυνὴ ἡ πολεμία.

Ἀλλ’ ἕπου χώρας τρόποις: ὅτι δεῖ τὰ ἑκάστης χώρας ἔθη μιμεῖσθαι τὸν ἐν ἑκάστῃ διατρίβοντα.