Orationes XIII-XXX
Gregorius II
Gregorius, Orationes XIII-XXX
ταῦθ’ ἡμᾶς ὕψωσεν, ὦ Λακεδαιμόνιοι, καὶ μεγάλους πεποίηκεν, οὐχ ἅπερ οὗτοί φασι, κατὰ τῆς Ἑλλάδος τυχεῖν ἀγωνισαμένους. ἠρξάμεθα γὰρ οὐδέ- ποτε πολέμου πρὸς Ἕλληνας, εἰ δ’ ἔτυχέ τις πρότερος ἡμᾶς ἀδικήσας, τόν τε πόλεμον παρεσκεύασεν ἀναγκαῖον καὶ ἡμᾶς ἠρέθισε κατ’ αὐτοῦ, ἐπειδήπερ ἐκ τοῦ ἴσου τρόπου φίλον ἡμῖν καὶ μετρίως ἔχειν, εἴ τις μὴ ἐ̓γνω- κεν ἡμᾶς ἀδικεῖν, καὶ πολεμίως, εἴ τις μὴ φυλάσσειν ἐθέλει τὰ δίκαια. τῶν δὲ νήσων καὶ τῶν πόλεων ἃς νῦν ἔχομεν ἀδίκως κατειλήφαμεν οὐδεμίαν. οὐ γὰρ παραβιασάμενοι οὐδὲ νόμῳ πολέμου κρατήσαντες κεκτή μεθα, ἀλλὰ τῶν ἐν αὐταῖς ἀρχόντων καὶ δήμων ἐφ’ ἑαυτοὺς κεκληκότων, τάχα ὅτι τὴν ὑπὲρ πάντων ἡμῶν ἠγάπησαν πρόνοιαν. οὕτως ἡμεῖς κἀκ τοιούτων ἑαυτῶν μείζους ἐγενόμεθα, οὐχ ὅν τρόπον οὗτοί φασιν οὐδ’ ὅθεν φασίν, ἀλλ’ ὅθεν καὶ ὑμεῖς μάρτυρές ἐστε.
50. Μὴ τοίνυν, ὦ ἄνδρες Λακεδαιμόνιοι, ἐθελήσητε τοῖς τούτων πεισθέντες λόγοις ἐξαφθῆναι αὐτίκα καὶ πρὸς πόλεμον ἀπιδεῖν οὕτω μὲν ἀπρεπῆ, οὕτω δὲ καὶ ὀλέθριον. καὶ γὰρ ἀπαντήσει, εἰ συμβήσεται, ἀλλὰ μὴ συμβαίη ποτέ, ὥσπερ ἡμῖν καὶ ὑμῖν οὐκ ἀκίνδυνα, καὶ πράξομεν ἀμφότεροι αἰσχρῶς καὶ παντάπασιν ἀναξίως [*](10 παρεσκεύασεν ἀναγκαῖον scripsi e LV παρεσκεύασεν, ἀναγκαῖον Schm 14 δὲ scripsi τε LV Schm 17 αὐταῖς scripsi e LV αὐτοῖς Schm 20 ἐγενόμεθα scripsi γινόμεθα LV Schm 21 οὐδ’ ὅθεν φασίν inserui e L om V Schm)
ἀλλ’ ὑμεῖς γε, ἢν σωφρονῆτε, ἀναμνησθήσεσθε ὧς νῦν πρώτως τῶν κινδύνων ἀνα- φέρειν ἤρξατο ἡ Ἑλλὰς καὶ οὐ καλὸν πρὶν ἢ σαφῶς ἀνενεγκεῖν εἰς δευτέρους μείζονας περιβάλλειν, ἀνα- μνησθήσεσθε δὲ ὅτι καὶ τὰς σπονδὰς ἐπὶ πεντήκοντα ὅλους ἐνιαυτοὺς πεποιήμεθα, ἐφ’ ᾧ καὶ πεντηκοντού- τεις αὐτὰς ὠνομάκαμεν, καὶ οὐδαμῶς εὐσεβὲς πρὶν ἤ τὰ ἡμίση τῶν ὡρισμένων ἐτῶν καταλαβεῖν συγχέειν ταύτας πειρᾶσθαι. ἀλλὰ Κορινθίους καὶ τοὺς ἄλλους οἱ ταράσσουσι τὴν Ἑλλάδα ληρεῖν ἐάσατε ὡς ἔργον πληροῦντας βασκάνων δαιμόνων, ἐκείνων γὰρ ἴδιον τοῖς τῶν ἀνθρώπων καλοῖς ἐπιφύεσθαι καὶ προφάσεις ἀναμοχλεύειν δι’ ὧν δυνήσονται εἴς τε τὸν κατ’ ἀλλή- λων πόλεμον ἐξοπλίσαι καὶ τὰ καλὰ περιτρέψαι, τὴν ἡσυχίαν δὲ ὧς μόνης ταύτης τὸ κοινὴ συμφέρον ἐχού- σης ἀγαπήσατε, ὧς ἂν μὴ μόνον ὁσίως καὶ εὐσεβῶς ἡμῖν ἔχῃ τὰ πρὸς θεούς, ἀλλὰ καὶ καλῶς γένοιτο πρᾶξαι καὶ Ἀθηναίοις καὶ Πελοποννησίοις καὶ πᾶσι τοῖς Ἕλλησι.
52. Καὶ ἡμεῖς μὲν οὖν, ὦ Λακεδαιμόνιοι, δοῦ- [*](12 Thuc. V 27, 1 18 Plat. leg. ΧΙ p. 937D 19 Luc. Char. § 4) [*](2 πάντων scripsi e V πάντες L Schm 12 ἐφῶ LV 16 ταράττουσι V 17 βασκαίνων V 19 κατ’ V sed τ᾿ in ras m2 23 θεόν V 24 πελοποννησίοις V sed οις corr m2)
53. Εἴρηται καὶ ἡμῖν, ὦ Λακεδαιμόνιοι, καὶ τὰ πρὸς Κορινθίους καὶ τὰ πρὸς ὑμᾶς. δοῖεν δὲ οἱ κρείτ- τους, ἃ κοινὴ τοῖς Ἕλλησι συμφέρει, ταῦθ’ ὑμῖν παρα- στῆναι ποιῆσαι.
[*](16 Xen. Hell. III 5,4)[*](6 ἔχει V 9 ἐπιτρέπῃ scripsi ἐπιτρέποι L V Schm 11 ἦ V 13 πολλὰ — 14 παραιτησάμενοι om V 14 σπονδαῖς scripsi e L σπουδαῖς Schm 18 καὶ om V 20 δοίη δὲ τὸ κρεῖττον V cf. p. 73, 24 21 συμφέροι V)