Paroemiae

Gregorius II

Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Γαστέρα μοι προφέρεις κάλλιστον ὄνειδος ἁπάντων, Ἣ πλήρης μὲν ἐλαφροτέρα, κενεὰ δὲ βαρεῖα.

Γῆς βάρος: ἐπὶ τῶν ἀχρήστων.

Γλυκὺς ἀπείρῳ πόλεμος.

Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγείρει: ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων.

Γύγου δακτύλιος: ἐπὶ τῶν πολυμηχάνων.

Γυμνότερος παττάλου.

Γυνὴ στρατηγεῖ, καὶ, Γυνὴ στρατοπεδεύεται: ἐπὶ τῶν παραδόξων.

Γυναικὶ μὴ πίστευε, μηδ’ ὅταν θάνῃ.

Γέλως Ἰωνικός: ἐπὶ τῶν ἐκλελυμένων· εἰς τοῦτο γὰρ Ἴωνες διεβάλλοντο.

Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται.

Γλαῦκα εἰς Ἀθήνας: ἐπὶ τῶν ἐπιδεικνυμένων πρὸς τοὺς εἰδότας, ἅπερ ἄμεινον αὐτοῦ ἴσασιν· ὅτι πολλαὶ εἰς Ἀθήνας γλαῦκες.

Γέρων βοῦς ἀπένθητος ἐν δόμοισιν.

Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων.

Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκαις δίκας· καὶ ἐπὶ τῶν πυκναῖς προςπιπτόντων συμφοραῖς.

Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προςκρούειν λίθον.

Δωδωκαῖον χαλκεῖον: ἐπὶ λάλου.

Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ νόσον ἢ λύπην ἰσχνῶν γενομένων.

Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας.

Δεινοὶ πλέκειν μηχανὰς Αἰγύπτιαι.

Δέδοται καὶ κακοῖς ἄγρα,