Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909

p. 94 a3 Διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾷ καὶ τί ἐστι βροντή.

Ὁ μὲν διὰ τί λέγων τὴν αἰτίαν λέγει τοῦ συμπεράσματος· οὕτω ὁ· ἀπόδειξις γίνετι. ὁ δὲ λέγων τί ἐστι βροντή, συνάψας ὡς ἕνα λόγον, λέγει τὸ συμπέρασμα μετὰ τῆς αἰτίας. τοῦτο γὰρ αἴτιον τοῦ μὴ ἀπόδειξιν ἁπλῶς εἶναι· τῇ γὰρ θέσει διαφέρει τῆς ἀποδείξεως. τὸν γὰρ αὐτὸν λόγον ἄλλως μὲν ὁριζόμενοι λέγομεν, ἄλλως δ' ἀποδεικνύντες. ἀποδεικνύντες γὰρ ‘βροντή ἐστι πυρὸς ἀπόσβεσις ἐν νέφει, ἡ ἀπόσβεσις πυρὸς ἐν νέφει ψόφος ἐστὶν ἐν νέφει, βροντὴ ἄρα ἐστὶ ψόφος ἐν νέφει' ἢ συνείροντες οὕτως ‘βροντή ἐστι διὰ ἀπόσβεσιν πυρὸς ἐν νέφει ψόφος', ὁριζόμενοι δὲ λέγομεν βροντὴν εἶναι ψόφον ἐν νέφει διὰ πυρὸς ἀπόσβεσιν, ταύτὰ μὲν λέγοντες δι' ἀμφοτέρων τῶν λόγων, οὐ μὴν ὁμοίως, ἀλλ' ἐν μὲν τῷ ὁρισμῷ τὴν αἰτίαν καὶ τὸν μέσον ὅρον ὕστερον τιθέντες, ἐν δὲ τῇ ἀποδείξει μέσον τε καὶ πρὸ τοῦ συμπεράσματος. ἀπόδειξιν δὲ συνεχῆ ἔφη, ἢ ὅτι ἐν πρώτῳ σχήματι· τὰ γὰρ ἐν τούτῳ συνεχῆ τὴν τάξιν καὶ τὴν ἀκολουθίαν λαμβάνει τῷ τὸν μέσον μὴ ἔξω τῶν ἄκρων ἀλλὰ μεταξὺ κεῖσθαι. ἢ συνεχῆ, ὅτι μὴ διῃρημένη εἰς προτάσεις ἀλλ' ὑφ' ἓν ἐξενηνεγμένη· ὁ γὰρ λέγων λόγος ‘διὰ τὸ ἀποσβέννυσθαι τὸ πῦρ ἐν τοῖς νέφεσιν ὁ ἐγγινόμενος ἐν αὐτοῖς ψόφος βροντή ἐστιν' οὐκ ἔχει διῃρημένον τὸν λόγον εἰς τὰς προτάσεις οὐδὲ δὶς τὸν μέσον λαμβανόμενον, ἀλλὰ συνεχεῖς εἴρηκε τοὺς ὅρους.

p. 94 a13 Τρίτος δὲ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα.

Πῶς μὲν ἔστι τοῦ τί ἐστιν ἀπόδειξις, ὅτι λαμβάνεται ἐν ἀποδείξει· οὐκ ἔστι δ' οὕτως ὥστε ἀπόδειξιν αὐτοῦ εἶναι. ἣ ὅτι ὅτι τοῦ μὲν ὡς συμπεράσματος ὁρισμοῦ ἔστιν, τοῦ δ' ὡς2 ἀποδείξεως οὐκ ἔστι.

Καὶ τίνων ἔστι καὶ τίνων οὐκ ἔστιν ἀπόδειξις. τῶν μὲν γὰρ ἀπὸ τῆς αἰτίας λαμβανομένων, οἳ τῆς ἀποδείξεως διαφέρουσι θέσει, καὶ τῶν [*](1 ενα, sed ante εἶναι Ua: πρῶτον R δὴ R τῶ B: τὸ RUa 2 post εἶς add. ὁ Ua 2. 3 ἓν τὸ κατὰ συμβεβηκὸς τὰ μέντοι R 4 ἰαὶ R: οὖν Ua 5 παραιτητέον, om. ἂν R ὁρισμὸς a 6 τῷ om. Ua 7 βροντᾶ R Arist: βροντὴ Ua 8 οὕτω Ua: τούτν R 14 βροντὴ ἄρα scrips!: inv. ord. RUa 16 πυ)πὸς ἀπόσβεσιν in ras. U ταυτὸ Ua 18 ὕστερον bis R (semel B) 21.22 διῃρημένη — ἐξενηνεγμένη scripsi: διηρημένα— ἐξενηνεγμένα R: διηρημένης —ἐξενηνεγμένης Ua 23 ψόφος ἐν αὐτῶ R 26 τῆς om. B (u) 27 ὅτι om. R λαμβάνεται ἐν] ται ἐ in ras. U 28 οὕτως Paris. 1843 et Barocc. 87 (v. vol. II 1 p. XXI): αὐτοῦ RUa 28. 29 συμπέρασμα Ua)

568
ἀναποδείκτων θέσεων, οἷοί εἰσιν οἱ τῶν ἀμέσων ὁρισμοί, οὐχ οἷόν τε [*](107r) ἀπόδειξιν εἶναι, οὐδὲ τῶν κατὰ τὸ εἶδος καὶ τὴ αἰτίαν· τῶν δ' ὡς συμπερασμάτων ὄντων ὁρισμῶν ἔστιν ἀπόδειξις.

Ἔτι δ' ὁρισμὸς ποσαχῶς λέγεται, ὅτι τετραχῶς.

Καὶ πῶς τὸ τί ἐστι δείκνυσι ἰαὶ πῶς οὔ· ὡς μὲν γὰρ ἐν ἀποδείξει λαμβανόμενος δείκνυσιν, ὡς δὲ δι' ἀποδείξεως δεικνύμενος οὐ δείκνυσι.

καὶ τίνων ἔστι καὶ τίνων οὔ, ὅτι τῶν μὲν ἁπλῶν ἔστι, τῶν δὲ συνθέτων οὐκ ἔστιν· ὁ γὰρ ὁρισμὸς λόγος ἓν καθ' ἑνὸς δηλῶν. ἢ ὅτι οὐκ ἔστι μὲν τῶν ἀναποδείκτων θέσεων, τῶν δ' ἄλλων ἔστιν.

Ἔτι δὲ πρὸς ἀπόδειξιν πῶς ἔχει, ἔχει, ὅτι θέσει διαφέρει τῆς ἀποδείξεως, καὶ ὅτι ὃ μὲν δείκνυται δι' ἀποδείξεως, οὐκέτι δι' ὁρισμοῦ, καὶ ἔμπαλιν, καὶ ὅτι ὁρισμὸς ἀποδείξει ταὐτὸν τῇ θέσει διαφέρων.

p. 94 a20 Ἐπεὶ δ' ἐπίστασθαι οἰόμεθα.|

Ὅτι τετραχῶς τοῦ αἰτίου λεγομένου, εἰδικοῦ, ὑλικοῦ, ποιητικοῦ, τελικοῦ, [*](107v) ὁ μέσος ὅρος δύναται ἀφ' ἑκάστου τούτων x003E; τεσσάρων λαμβάνεσθαι ἐν τῇ τοῦ διὰ τί γνώσει τε καὶ ἀποδείξει, ἥτις καὶ μάλιστα ἐπιστήμαη ἐστί.

p. 94 a 23 Πᾶσαι αὗται διὰ τοῦ μέσου δείκνυνται.

Πάσας τὰς αἰτίας φησὶ διὰ τοῦ μέσου δείκνυσθαι, τουτέστι λαμβάνεσθαι διὰ τοῦ μέσου· οὐ γὰρ αἱ αἰτίαι διὰ τοῦ μέσου ἀποδείκνυνται, ἀλλὰ λαμβανόμεναι διὰ τοῦ μέσου καὶ μέσοι ὅροι γινόμεναι ἐν ταῖς ἀποδείξεσι δείκνυνται, ὡς ἐδείχθη ἐπὶ τῆς κατὰ τὸ τί ἦν εἶναι αἰτίας.

Διὰ τοῦ τίνος ὄντος ὀρθή; ἐδήλωσε τὸν τρόπον τῆς αἰτίας, ὅτι τὴν ὡς ὕλην αἰτίαν ζητεῖ. τοῦ δὲ συμπεράσματος τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι αἴτιον ὡς ὑλη μέσος ὅρος ληφθεὶς τὸ δύο ὀρθῶν ἡμίσεια· δέδεικται δὲ τοῦτο ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχείων. οὐχ ὅτι δὲ ὕλη τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι τὸ ἡμίσειαν >εἶναι> δύο ὀρθῶν λέγει, ἀλλ' ὅτι τοῦτο ληφθὲν τὰς δύο προτάσεις ἐποίησεν, αἳ ὗλαί εἰσι τοῦ σθλλογισμοῦ. ὡς συλλογισμοῦ οὖν ὕλη ἀλλ' οὐχ ὡς τοῦ ὀρθὴν εἶναι τὴν ἐν ἡμικυκλίῳ· τοῦτο γὰρ μᾶλλον ὡς τοῦ τί ἦν εἶναι αἴτιον εἶναι τὸ ἡμίσειαν εἶναι δύο ὀρθῶν, εἰ λόγον τις τοῦτο τῆς ὀρθῆς ἀποδοίη.

[*](1.2 ἀπόδειξις οὐχ οἷόν τε R 3 συμπέρασμα Ua 4 post δ' add. ὁ RU: om. a Arist. 7 ἔστι — τίνων om. Ua οὔ, ὅτι scripsi: : οὐκ ἔστι R: ὅτι Ua 8 ὅρος R 9 δ' om. Ua post ἄλλων add. οὐκ R 12 post ὅτι add. καὶ ὁ R 14 ὑλικοῦ om. a 15 δύναται ὁ μέσος ὅρος Ua τούτων x003E; scripsi: τῶν R: τούτων Ua τέσσαρα a: δ U 17 post πᾶσαι add. δ' R 18 τοῦ τί ἐστι Ua 21 ἐδείχθη] p. 93 a 29 sq. 22 ὀρθῆς a 25 post δὲ add. καὶ Ua 27 2 R 28 post τοῦ συλλογισμοῦ add. οὐχ R 29. 30 τούτου — ὡς τὸ — αἵτιον ἂν εἴη conicio 31 ἀποδιδοίη Ua)
569

p. 94a32 Τοῦ B οὖν ὄντος ἡμίσεος δύο ὀρθῶν τὸ A τῷ Γ [*](107v) ὑπάρχει καὶ τὰ ἑξῆς.

Ὅτι ὁ μέσος ὅρος οὗτος ὁ τὰς δύο προτάσεις ποιῶν καὶ διὰ τοῦτο ὡς ὕλη ἐν τῷ συλλογισμῷ αἴτιος ὢν καὶ ἴσος ὢν τῷ A, ἐπεὶ ὁ ἴσος τινὶ ὀνόματι λόγος ὁρισμὸς ἐκείνου εἶναι δοκεῖ, κατὰ τοῦτο τὸ σημαινόμενον, φησίν, εἴη ἂν ὁρισμὸς καὶ τί ἧν εἶναι τοῦ κατηγορουμένου ἐν τῷ συμπεράσματι τί σημαίνει ἡ ὀρθὴ λέγων, οὐ τίς ἡ οὐσία αὐτῆς· ἧν γάρ τι τοῦ ὁρισμοῦ σημαινόμενον καὶ τοιοῦτον· ὁ γὰρ λέγων ὁρισμὸς ὅτι δύο ὀρθῶν ἡμίσειά ἐστι τί σημαίνει ἡ ὀρθὴ λέγοι ἄν, οὐ τί ἐστιν. εἰ δὴ ὁ μέσος ὅρος, καθὸ αἴτιος τῶν δύο προτάσεων, τὴν ὑλικὴν αἰτίαν ἔχει, δῆλον ὅτι κατ᾿ ἄλλο μὲν ὡς ὕλη αἴτιος ἔσται, κατ᾿ ἄλλο δὲ ὡς εἶδος ἢ ποιητικὸν ἢ τελικὸν αἴτιον. εἰ γὰρ κατὰ πάντας τοὺς τρόπους τοῦ αἰτίου μέσος λαμβάνεται, ὡς δείκνυσι, καθ᾿ ὃν δ᾿ ἄν ληφθῇ, τῷ μέσος εἶναι αἴτιός ἐστι τῶν δύο προτάσεων, εἴη ἄν, καθ᾿ ὅν ἄν τρότον αἰτίου λαμβάνηται, ἀναγκαίως ὡς ὕλη γινόμενος αἴτιος. οὐ μόνον δ᾿ ἡ τοιαύτη ὕλη, <ἥ> τις ἐστὶν ἐν συλλογισμῷ οὖσα τοῦ συμπεράσματος ὕλη, ἀλλὰ καὶ ἡ κυρίως λεγομένη ὕλη, ἥτις ἐστὶ τοῦ δεικνυμένου πράγματος ὕλη, μέσος ὅρος λαμβάνεται ἐν συλλογισμῷ.

p. 94b8 Ὅσων δ᾿ αἴτιον τὸ ἕνεκά τινος, οἷον διὰ τί περιπατεῖ; καὶ τὰ ἑφῆς.

Ὄντος τοῦ συλλογισμοῦ τοιούτου, μετὰ ταῦτα δείκνυσι πῶς τὸ ὑγιαίνειν. ὅπερ τέλος καὶ οὗ ἕνεκα τῷ δεῖν ἀπὸ δείπνου περιπατεῖν, μέσος ὅρος ἐλήφθη. δοκεῖ γὰρ ἐπὶ τοῦ προκειμένου συλλογισμοῦ τοῦτο μὲν κατηγορεῖσθαι, τὸ δὲ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας μέσος ὅρος εἰλῆφθαι. δεικνὺς δὴ τοῦτο λέγει τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν, τὸ οὗ ἕνεκα;ὅ ἴσον ἐστὶ τῷ ῾τί οὗν αἴτιον ὡς τέλος τε καὶ οὗ ἕνεκα τῷ Γ, τῷ ἀπὸ δείπνου περιπατεῖν, δι᾿ ὃ καὶ τὸ A ὑπάρχει αὐτῷ;᾿. τὸ δὴ Β, φησίν, ὅπερ ἧν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία [*](1 α R Arist.: βݲ Ua 4 καὶ ἴσος ὣν om. L 6 ante ὁρ. add. ὁ L post καὶ add. τοῦ L ante ἐν add. ἐνταῦθα L 7 τί R: καὶ τί L: om. Ua λέγων scripsi: λέγειν RUa: λέγει L 8 καὶ τοιοῦτον σημαινόμενον L 8.9 ὅρι—ἐστι L: ἐστὶν ἡ δύο ὀρθῶν ἡμίσεια RUa 9 τί—ὀρθὴ post ἂν colloc. L 10 ἔχειν pr. B 13 ὅ LR ληφθείη L 14 ἄν alt. om. L αἰτία LR λαμβάνεται L 15 γενόμενος R ἥτις scripsi: τίς LRUa 16 ὕλη λεγομένη Ua: ὕλη om. L 17 post ἐστὶ add. τοῦ συπεράσματος ἤτοι L λαμβανόμενος LR 19 ὅσον U 21 τούτου τοῦ συλλογισμοῦ L 22 post τέλος add. ἐστὶ L εἴνεκα R post aro add. τοῦ L 23 ἐπὶ τοῦ προκειμένου συλλογισμοῦ LR: ἐν τῶ προκειμένω συλλογισμῶ Ua 24 ἐν L 25 post οὖν add. τὸ R 25.26 τοῦ τῶ γݲ L 26 τὸ prius LR: om. Ua ὅ ἴσον ἐστὶ LR: τὸ βݲ Ua οὖν Ua: ἦν R: ἦν εἶναι L (in quo τῶ γݲ— in ras.) 27 τε om. L τῶ alt. RU: τὸ La 27.28 περιπατεῖν ὑπάρχει τὸ α. τὸ δὲ L)

570
πρὸς τῷ στόματι τῆς κοιλίας, ὅ ἐστιν ὡς λόγος καὶ ὁρισμὸς τῆς [*](107v) ὑγείας εἰλημμένος. τοῦ γὰρ τὸ B τοῦ A ὥσπερ ὁρισμὸν καὶ λόγον εἶναι δεικτικὸν παρέθετο εἰπὼν τὸ γὰρ A οὕτως ἀποδοθήσεται· ὑγιαίνειν γάρ ἐστι τὸ μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας. ὁ ἄρα τοῦ αἰτίου τοῦ οὗ ἕνεκα ὅρος μέσος τεθεὶς ἔδειξε τὸ διὰ τί. εἰπὼν δὲ τοῦτο δ' ἐστὶν ὥσπερ ἐκείνου λόγος, τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία (οὐ γὰρ οὗτος ἁπλῶς ὑγείας ὁρισμός), ὅτι ὡς ὁρισμὸν ὄντα τῆς ὑγείας λαμβάνει ὁ δι' αὐτοῦ δεικνύς, ἐδήλωσεν εἰπὼν τὸ γὰρ A οὕτως ἀποδοθήσεται· Ι τὸ γὰρ ὑγιαίνειν οὕτως ἀποδώσει ὁ διὰ τούτου δεικνὺς [*](108r) ὑγείας χάριν γίνεσθαι τὸν ἀπὸ δείπνου περίπατον. οὐκοῦν εἰ τῆς μὲν ὑγείας, ὅ ἐστιν οὗ ἕνεκα, λόγος καὶ ὁρισμός ἐστι τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, διὰ δὲ τὸ μὴ δεῖν ἐπιπολάζειν τὰ σιτία τὸ ἀπὸ δείπνου περιπατεῖν, δι' αἰτίου τοῦ οὗ ἕνεκα μέσου τεθέντος εἴη ἂν ὁ συλλογισμὸς γεγονὼς τοῦ ἀπὸ δείπονυ δεῖν περιπατεῖν οὐδὲν γὰρ διαφέρει ἢ αὐτό τι ἢ τὸν ὁρισμὸν αὐτοῦ ληφθῆναι), ὡς εἶναι τὸν συλλογισμόν· τῷ ἀπὸ δείπνου περιπατεῖν ἕπεται τὸ μὴ ἐπιπολάζειν τὰ σιτία τῶ στόματι τῆς κοιλίας ἴσον ὂν τῷ ὑγιαίνειν· τὸ δ' ὑγιαίνειν καὶ μὴ ἐπιπολάζοντα ἔχειν τὰ σιτία προσῆκον καὶ δέον· τὸ ἀπὸ δείπνου ἄρα περιπατεῖν προσῆκον. ἢ οὕτως· δεῖ ὑγιαίνειν, τουτέστι μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας· τοῦτο δὲ γίνεται διὰ τοῦ μετὰ δεῖπνον περιπάτου· δεῖ ἄρα μετὰ δεῖπνον περιπατεῖν.

p. 94 b18 Τί οὖν αιτιον τῷ Γ τοῦ τὸ A ὑπάρχειν; καὶ τὰ ἑξῆς.

Δαβὼν τὸν δοκοῦντα τῆς ὑγείας ὁρισμόν, <ὃν> εἴληφε μέσον ὅρον, διὰ τούτου δείξας μέσον ὅρον ἐν τῇ ἀποδείξει γινόμενον τὸ οὗ ἕνεκα αἴτιον, ὅτι μηδὲν διαφέρει τὸν ὁρισμὸν ἢ οὗ ὁ ὁρισμός ἐστι λαβεῖν μέσον, ἐνεδείξατο εἰπὼν δεῖ δὲ μεταλαμβάνειν τοὺςλόγους· ἐν γὰρ τῇ μεταλήψει τῶν ὀνομάτων εἰς τοὺς λόγους φανερώτερα γίνεται τὰ λεγόμενα. ἐπὶ γοῦν τοῦ προκειμένου τὸ μὲν τὸν ἀπὸ δείπνου περίπατον ὑγείας χάριν γίνεσθαι οὔτε γνώριμον τῷ μὴ δῆλον εἶναι πῶς ἐστιν αἴτιον ὑγείας· ἀντὶ δὲ τῆς ὑγείας μεταληφθέντος τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία τᾷ στόματι τῆς κοιλίας γνώριμον [*](I πρὸς LR: om. Ua 2 ὑγείας LR: ὑγιείας Ua itemque in seq. variant libri τοῦ prius scripsi; τοῦτο libri 3 α οὕτως L Arist.: οὗ RUa 4 τῶ στόματι τῆς κοιλίας LR: inv. ord. Ua 5 ὅρος μέσος scripsi: inv. ord. libri τιθεὶς a 6 ante τοῦ add. τουτέστι L μὴ om. R 7 post ὅρισμός add. ἐστιν L 8 οὕτως L: οὖ RUa 9 οὕτως L: οὗ RUa post δεικνὺς add. ὡς L 10 χωρὶς R γίνετι U post ἀπὸ add. του Ra: om. BLU εἰ om. LR 11 οὖ superscr. B 12 post δεῖν add. τὸ R (uon add. B) τὸ alt. LR: τὸν U: τὸν αὐτὸν a 13 τοῦ alt. LUa: τὸ R 14 δεῖν om. a 15 ἕπεται om. BL 16 ὂν om. L τῶ alt. corr. e τοῦ L 1 17 καὶ prius RUa: τῶ L ἐπιπολάζοντα scripsi: ἐπιπολάζειν libri ἔχειν om. L καὶ τῶ, om. δέον L 18 ἢ — 20 περιπατεῖν om. L οὕτως scripsi: οὐ libri 19 γίνεσθαι R 22 εἴληφε R: εἰλῆφθαι Ua 24 μηδενὸς Ua 27 post ἀπὸ add. τοῦ R περιπατῶν U γίνεται U 28 an οὐδὲ? cf. p. 560, 28)

571
τὸ τὸν περίπατον τούτου χάριν γίνεσθαι· ὃ εἰ ἔστι τοῦ ὑγιαίνειν λόγος, ἅμα [*](108r) ἂν εἴη γνώριμον γινόμενον καὶ ὅτι ὁ ἀπὸ δείπνου περίπατος ὑγείας ἕνεκα γίνεται. τὸ οὖν δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους εἶπε δεικνὺς ἡμῖν ὅτι οὕτως ἂν ἀποδεικνύοιμεν καὶ γνώριμον τὸ λεγόμενον ποιοῖμεν, εἰ τὸν ὁρισμὸν λαβόντες τοῦ οὗ ἕνεκα δι' ἐκείνου δεικνύοιμεν αὐτό. ὁ δὲ τοῦ οὗ ἕνεκα ὁρισμὸς οὐδὲν ἄλλο ἢ τὸ οὗ ἕνεκέν ἐστιν· ὥστε, ὅταν οὗτος ᾖ μέσος, τὸ οὗ ἕνεκεν αἴτιον μέσον λαμβάνεται.

p. 94 b23 Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα.

Ὅτι αἱ γενέσεις ἀνάπαλιν ἔχουσιν ἐπὶ τῶν τελικῶν αἰτίων καὶ ἐπὶ τῶν ποιητικῶν· τὰ μὲν γὰρ ποιητικὰ αἴτια πρῶτα γίνεται τοῦ πράγματος, τὰ δὲ τελικὰ τελευυταῖα.

p. 94 b27 Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ αναγκης.

Ὀτι ἐνδέχεται τὸ αὐτὸ καὶ ἐξ ἀνάγκης εἶναι καὶ ἕνεκά του. ὁμοίως τε καὶ γενέσθαι ἐνδέχεται ἐξ ἀνάγκης καὶ ἕνεκά του. καὶ ἔστι τὸ μὲν ἐξ ἀνάγκης αἴτιον τὸ ὑλικόν, τὸ δὲ ἕνεκά του <τὸ> τελικόν, ὡς δύο αἰτίας τὸ αὐτὸ ἔχειν τοῦ εἶναι, ὡς τὸ διὰ τοῦ λαμπτῆρος φῶς, καὶ τοῦ γίνεσθαι, ὡς τὴν βροντήν, τήν τε ὑλικὴν καὶ τὴν τελικήν ἔστι δ' ἐν τοῖς κατὰ φύσιν γινομένοις τὸ μὲν ἐξ ἀνάγκης γινόμενον παρὰ τῆς ὕλης, τὸ δ' ἕνεκά τινος παρὰ τοῦ εἴδους), πλεῖστα δὲ τοιαῦτα ἅμα εἶναι ἄμφω ἔχοντα ἐν τοῖς φύσει γινομένοις τε καὶ συνεστῶσι· διττὴ γὰρ ἡ φύσις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἠ ὑλική.

p. 94 b34 Πλεῖστα δὲ τοιαῦτά ἔστι, καὶ μάλιστα ἐν τοῖς κατὰ φυσιν συνισταμενοις.

Πλεῖστα εἶπεν ἐν τοῖς κατὰ φύσιν. οὐ γὰρ μονον ἐν τούτοις ἀλλὰ καὶ ἐν τοῖς κατὰ τέχνην γινομένοις· ὁ γὰρ λαμπτὴρ κατὰ τέχνην γεγονὼς ἔχει τοῦ φωτίζειν ἀμφότερα τὰ αἴτια.

p. 94 b36 Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δ' ἐξ ἀνάγκης.

Ὅτι δύο αἱ φύσεις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἡ ὑλική.

[*](1 τῶ (ante τὸν) R γίνεται U 3 δὲ R: om. Ua 4 οὕτως Ua: οὖ R τὸ RU: τί a 5 τὸ pr. I. R οὗ prius om. U 6 οὖτος scripsi: οὕτως RUa 10 μὲν om. R γίνονται Ua 12 τὸ om. a 16 αἴτιον R: κατὰ τὴν ὕλην. τὸ γὰρ ἐξ ἀνάγκης Ua του R: οm. Ua τὸ tert. addidi 17 εἶναι R: ναί Ua 18 τὴν βροντήν scripsi: τῆς βροντῆς RUa καὶ τὴν τελικήν R: om. Ua 20 εἶναι ἅμα Ua 21 γενομένοις R 23 post μάλιστα add. ἄλλα Ua 29 ποιεῖ R κατ' ειδος Ua)
572

p. 94 b37 Ἡ δὲ ἀνάγκη διττή.

[*](108r)

Ὅτι καὶ ἡ ανάγκη διττή, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ βίᾳ.

p. 94 b37 Η μὲν γὰρ κατὰ φύσιν καὶ τὴν ὁρμήν, ἡ δὲ βίᾳ ἡ παρα την ορμην.

Τὸ μὲν κατὰ φύσιν ἀναγκαῖον πᾶν ἔχει καὶ τὴν ἕνεκά <του> ἠ γὰρ κατὰ τὸ εἶδος αἰτία τοιαύτη, ἐκτὸς εἰ μὴ πήρωμά τι γεγονὸς εἴη ἢ ἄλλο ἐπακολούθημα ὑλικοῦ περιττώματος. ἡ δὲ βίαιος ἀνάγκη δύναται καὶ τὸ ἕνεκά του ἔχειν· ῥίψοι γὰρ ἄν τις τὸν λίθον καὶ τινὸς χάριν· οὐ μὴν ἀλλὰ καὶ δύναται καὶ εἰκῇ καὶ μάτην γίνεσθαι.

p. 95 a3 Εν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ ταὐτομάτου ὑπάρχει.

Καὶ τῶν μὲν φύσει γινομένων καὶ ἐξ ἀνάγκης καὶ αὐτομάτως τινὰ γίνεται· τὸ γὰρ αὐτόματον ἐν τοῖς Ι γινομένοις φύσει. τῶν δ' ἀπὸ διανοίας [*](108v) ἐξ ἀνάγκης μὲν οὐδὲν γίνεται· τὸ δ' αὐτόματον, ἤτοι τὸ ἀπὸ τύχης, ἔνια μὲν αὐτῶν ἐπιδέχεται, ἔνια δ' οὔ. καὶ διὰ τούτων δείκνυσιν ὅτι τὸ ἕνεκά του ποιεῖν ἔν τε τῇ φύσει ἐστὶ καὶ ἐν τῇ διανοίᾳ.

p. 95 a5 Τὰ δὲ καὶ ἀπὸ τυχης, οἷον ὑγίεια καὶ σωτηρία.

Εἰπὼν τὰ μὲν ἀπὸ διανοίας γινόμενα μὴ γίνεσθαι ἀπὸ τύχης τὰ δὲ γίνεσθαι, τίνα ἐστὶ καθόλου, ἐν οἷς τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι, λέγει. τῶν γὰρ κατὰ τέχνην γινομένων ὅσα ἐνδέχεται καὶ οὕτως καὶ οὕτως γίνεσθαι, τουτέστι καὶ κατὰ τὴν βούλησιν τοῦ τεχνίτου καὶ παρὰ ταύτην, ἐν τούτοις τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι. εἰσὶ τοιαῦται τῶν τεχνῶν αἱ στοχαστικαί· αὗται γὰρ περὶ τοιαῦτα καταγίνονται ὡς ἐνδέχεσθαί ποτε καὶ τὸ ἀντικείμενον ἀποβῆναι, διὰ τὸ μὴ εἶναι ὡρισμέωα καὶ πρόδηλα οἷς τε χρῶνται καὶ μὴ. περὶ δὲ τὰ οὕτως ἐνδεχόμενα καὶ μὴ οὕτως καὶ ἡ τύχη ἐστίν, ὅταν μὴ κατὰ βούλησιν τοῦ τεχνίτου γένηται, καὶ] ὅτι τὸ ἕνεκά του ἢ φυσει η τεχνῃ, ού μὴν από τυχης.

p. 95 a6 Μάλιστα δὲ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως.

’Ev γὰρ τοῖς ἐνδεχομένοις καὶ οὕτως καὶ μὴ οὕτως, οὐ τοῖς ἀπὸ τύχης [*](1 lemma om Ua 2 καὶ ὅτι Ua 3 ἡ tert. Ua Arist: καὶ R 5 του addidi 8 ῥίψαι conicio 9 καὶ primum R: om. Ua 14 δ' R: γὰρ Ua τὸ alt. om. R 16 ἐν om R 17 ὑγεία R 18 γινομένων U μὴ BU: μὲν Ra 19 γινόμενα R 24 γὰρ scripsi: δὲ RUa καταγίνεται U ἐνδέχεσθαι scripsi: ἐνδέχεται RUa 26 μή R: om. in lac. τὸ — ἐνδεχόμενον R μὴ οὕτως scripsi cf. vs. 30: inv. ord. R: οὕτω καὶ μὴ BUa καὶ tert. om, R 27 post κατὰ add. τὴν Ua καὶ delevi)

573
γινομένοις ἀλλ᾿ ὅσα ἐνδεχόμενά ἐστι γινόμενα κατὰ τέχνην, ἐν τούτοις [*](108v) ἐνδέχεται ταὐτὰ καὶ ἀπὸ διανοίας καὶ κατὰ τέχνην καὶ ἀπὸ τύχης γίνεσθαι, σθαι, ὅταν γὰρ τῷ γινομένῳ κατὰ τέχνην ἄλλο τι ἀπαντήσῃ παρὰ τὸ οὗ χάριν ἐγίνετο. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὴ ἀπὸ τὐ χης γένηται τὸ γενόμενον, τότε ἕνεκά του καὶ ἀπὸ διανοίας γίνεται.

p. 95a10 Τὸ δὲ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις καὶ τοῖς γςεγε- νημένοις.

Τὸ αὐτό, φησίν, αἴτιον εἶναι δεῖ τῷ εἴδει (τοῦτο γὰρ ἐνδεῖ τῇ λέξει) τοῖς γινομένοις τοῦ γίνεσθαι καὶ τοῖς γεγονόσι τοῦ γεγονέναι καὶ τοῖς ἐσομένοις τοῦ ἔσεσθαι καὶ τοῖς οὗσι τοῦ εἶναι, ἀλλὰ τοῖς μὲν γινομένοις γινόμενον τὸ αὐτό, τοῖς δὲ γεγονόσι γεγονός, τοῖς δὲ ἐσομένοις ἐσόμενον, ὥσπερ τοῖς οὖσιν ὄν. τὸ δ᾿ ὥσπερ καὶ τοῖς οὖσιν οὐκ ἀργῶς πρόσκειται· ὃ γὰρ τοῖς οὖσι, τοῦτο κἀκείνοις ὁμοίως κατὰ τὸν χρόνον ἀκολουθεῖ. εἰπὼν δὲ τὸ αὐτὸ αἴτιον εἶναι, πῶς τὸ αὐτό, ὅτι οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει, ἐδήλωσεν εἰπὼν πλὴν τοῖς μὲν οὖσιν ὄν, τοῖς δὲ γινομένοις γινόμενον, τοῖς δ᾿ ἐσομένοις ἐσόμενον· ἰσοχρονεῖ γὰρ τὸ αἴτιον τῷ αἰτιατῷ· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ κατ᾿ ἀριθμὸν ἅμα τε εἶναι καὶ ἔσεσθαι. εἰκότως δὲ συνδιαιρεῖται κατὰ τοὺς χρόνους τὰ κυρίως αἴτια τοῖς αἰτιατοῖς· ἄμα γὰρ τῇ φύσει ὡς πρός τι, ὥστ᾿ ἀδύνατον ὄντος τοῦ αἰτίου μὴ καὶ τὸ αἰτιατὸν εἶναι. ἢ εἰ αἴτιον λαμβάνοιτο καὶ [μὴ] οὗ ἐστιν αἴτιον ἐπὶ τῶν μὴ ἅμα, σώξοιτ᾿ ἄν τό τε μηδὲν ἀναιτίως γίνεσθαι καὶ τὸ μὴ πάντα ἐξ ἀνάγκης, ὃ ἔθεντό τινες ὡς ἑπόμενον τῷ μηδὲν ἀναιτίως γίνεσθαι, κάτωθεν καὶ ἀπὸ τῶν ὑστέρων τὴν ἀνάγκης ἀκολουθίαν ἡμῶν λαμβανόντων. ἣν καὶ ἐν τοῖς φυσικοῖς μὲν ἔδειξεν εἰπὼν ἐν τῷ γίνεσθαι ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον εἶναι· εἰ γὰρ τὸ ὕστερον, ἐξ ἀνόγκης τὸ πρότερον. καὶ νῦν δὲ τὸ αὐτὸ λέγει, ὅτι ἐκ τῶν ὑστέρων ἀρχόμενον σώζεἐσόμενον· τὸ τῶν μὲν γεγονότων γεγονὸς καὶ τὸ αἴτιον εἶτιον εἶναι, τῶν δ᾿ ἐσομένων ἐσόμενον· οὐκέτι μέντοι, εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον, ὅτι μὴ πάντως ὄντι τῷ πρώτῳ ἕπεται τὸ καὶ αἰτίῳ εἷναι.

[*]( I post κατὰ add. τὴν R 2 τύχην sic U 2.3 γενέσθαι Ua 3 post κατὰ add. τὴν Ua 4 ἐγένετο R an δὴ? 5 τότε R: τοῦθ᾿ Ua 6 γενομένοις R 8 φησιν Ra: φύσει U 10 οὖσι RUa: ἐσομένοις L τὸ ( ante εἶναι) R post εἶναι add. ἐστιν αἴτιον RUa: om. L 10. 11 γινομένοις γινόμενον—γεγονόσι γεγονός scripsi: inv. ord. libri, sed γεγονόσι γενόμενον alt. l. R, ante γινόμενον add. τὸ L 11 τοῦ δὲ pr. l. U δὲ alt. om. U: καὶ ante τοῖς L 11.12 ante ἐσόμενον add. τὸ L 12 ante ὄν add. τὸ L ante οὐκ add. τὸ ὄν L οὐκ ἀργῶς LR: οὐ γὰρ (γ᾿ add. U) ὤσπερ Ua 13 πρόσκειται BL: πρόκειται BL: πρόκειται RUa ἐκείνοις L: κἀκείνους U 14 ἀκολουθεῖ om. LR 17 ἅμα τε εἶναι R: καὶ εἶναι L: ἀλλὰ εἶναί τε Ua 18 ἔσται R συδιαιρεῖται LRU: συναιρεῖται a 20 τὸ αἰτιατὸν μὴ εἶναι, om. καὶ L ἢ εἰ scripsi: inv. ord. LR: εἴη U: εἰ a μὴ delevi οὗ scripsi: ὃ RUa: καθ᾿ ὃ L 21 αἴτιον RUa: ἁπλῶς L 22 ὃν R 24 ἐν τοῖς φυσ.] II 9 p. 199b34 sq. γίνεσθαι B: γίνεται RUa 25 τὸν (post γὰρ) U 28 αݲ—βݲ libri 29 τῶ πρώτω scripsi: τὸ αݲ libri)
574

p. 95 a22 Τὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον ἅμα γίνεται.

[*](108v)

Ἀνάγκη πάντα τὰ αἴτια καὶ τὰ αἰτιατὰ συνυπάρχειν ἀλλήλοις, ἐὰν τὰ κατ’ ἐνέργειαν ὄντα αἴτια λαμβάνηται· ταῦτα γὰρ καὶ κυρίως αιτια καὶ συνυπάρχοντα ἐξ ἀνάγκης τοῖς ὁμοίως λαμβανομένοις αἰτιατοῖς. αἴτια γὰρ τὰ μὲν δυνάμει ἐστὶ τὰ δ' ἐνεργείᾳ τὰ δὲ τῷ πεποιηκέναι· ὡς δ' ἔχει τὰ αἴτια, οὕτως ἔχει καὶ τὰ αἰτιατά.

p. 95 a24 Ἐπὶ δὲ τῶν μὴ ἅμα ἆρ' ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ.

Πῶς ἡ κατὰ τοὺς χρόνους ἀκολουθία σώζεται ἐφ' ὧν μὴ συνυπάρχειν δοκεῖ μηδὲ σύγχρονον τὸ αἴτιον τῷ αἰτιατῷ, ἀλλὰ τὸ μὲν αὐτῶν πρῶτον εἶναι τὸ δὲ δεύτερον; δοκεῖ γὰρ εἶναί τινα καὶ οὕτως αἴταια· τοῦτο δ' ἐν οἷς τὸ πρῶτον γεγονὸς δοκεῖ τοῦ μετ' αὐτὸ <αἴτιον> εἶναι. δ' ὅτι μή ἐστι πάντως τὸ πρῶτον γεγονὸς αἴτιόν τινι τῶν μετ' αὐτό. λαμβάνει δὲ πάντας τοὺς χρόνους, καθ' ἃς δύναται | τὸ πρῶτον τῶν μετ' [*](109r) αὐτὸ αἴτιον λαμβάνεσθαι συμπλοκάς, ζητῶν πῶς τῆς ἀκολουθίας λαμβανομένης δύναται ἀληθὲς εἶναι τὸ πρῶτον τῶν μετ' αὐτὸ αἴτιον εἶναι, ἐπεὶ δεῖ πάντως ἀκολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ τὸ αἰτιατόν.

p. 95 a26 Τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον.

Ἀντὶ τοῦ ‘τοῦ ὕστερον γεγονότος πρὸ αὐτοῦ γεγονός', ὡς ἄμφω ἐπὶ τῶν γεγονότων εἶναι, οὐ μὴν καὶ ἅμα, ὥσπερ τὸ δεύτερον ἄμφω ἐπὶ τῶν ἐσομένων καὶ τὸ τρίτον ἄμφω ἐπὶ τῶν γινομένων· τοιοῦτον γὰρ λαὶ τοῦ γίνεσθαι δ', εἴ τι ἔμπροσθεν ἐγένετο· γράφεται δὲ καὶ τοῦ γίνεσθαι τὸ τοῦτο γεγονέναι. διὰ γὰρ τούτων εἴληφε ποτὲ μὲν ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀμφότερα, τό τε αἴτιον καὶ τὸ αἰτιατόν, ποτὲ δ' ἐπὶ τοῦ μέλλοντος. σώζεται δ' ἐπὶ τούτων ἡ ἀκολουθία, ἐὰν ἀπὸ τῶν ὑστέρων γένηται καὶ τῶν αἰτιατῶν.