Scholia in Sophoclem (scholia vetera)
Scholia in Sophoclem
Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888
39 ἐν Τραχῖνι: πόλις Θετταλίας εἰς ἣν Ἡρακλῆς κατῴκησεν διὰ τὸν τοῦ Ἰφίτου φόνον κατὰ τὸν νόμον.
[*](1 ἔθηκεν L. — 2 Ζεὺς εὐτυχῶς] Ζεὺς εὐτυχὲς L, correxi. — 10 διὰ τὸ — ἀγωνιᾶν] post ἔκκριτον schol. v. 27 scripta in L huc collocavit Br. νῦν addidi. περὶ τοῦ Ἡρακλέους l. — 13 Hippol. v. 223. — 17 γηίτης (ut in textu) eraso ι L. — 25 φόνον] νόμου L, νόμον l, corr. man. rec. in marg. L.)40 ξένῳ παῤ ἀνδρί: τῷ Κήυκι ὅς ἦν παῖς Ἀμφιτρύωνος ἀδελφοῦ· καὶ Ἡσίοδος
42 αὐτοῦ ἀντὶ ὑπὲρ αὐτοῦ.
43 σχεδὸν δʼ ἐπίσταμαι ὑποπτεύω, ὑπονοῶ, οἴομαι.
45 ἀκήρυκτος μένει: ἄσημος, οὐ μηνυόμενος ὅπου πότʼ ἐστιν· ὃν οὐδεὶς ἐλθὼν κηρύττει καὶ ἀπαγγέλλει ποῦ πότʼ ἐστιν.
47 δέλτον λιπὼν ἔστειχε; ὡς τοῦ Ἡρακλέους τύπον διαθήκης γράψαντος εἰς δέλτον καὶ καταλελοιπότος ὡς εἰ μὴ ἔλθοι διὰ τοσούτου χρόνου γνῶναι αὐτὸν τελευτῶντα καὶ μετὰ τοὺς ιε΄ μῆνας ἀναγνοῦσαν ποιῆσαι αὐτὴν τὰ ἐντεταλμένα.
48 θεοῖς ἀρῶμαι: εὔχομαι μηδὲν λυπηρὸν ἐγγεγραμμένον ἔχουσαν λαβεῖν πημονῆς ἄτερ.
50 πανδάκρυτʼ ὀδύρματα: διὰ πανδακρύτων ὀδυρμάτων ὡς τὸ
52 φρενοῦν νουθετεῖν, εἰς φρόνησιν ἄγειν.
53 τὸ σόν: τὸ σοὶ συμφέρον ἢ τόσον ἀντὶ τοῦ ὀλίγον.
54 πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις: ἦσαν γὰρ αὐτῇ παῖδες ἐξ Ἡρακλέους Ὕλλος, Κτήσιππος, Γλῆνος, Ὀνείτης· ἔστι δὲ Ἡρακλεῖ καὶ ἕτερος Ὕλλος ἐκ Μελίτης.
[*](3 Scut. v. 353. δʼ ἔτοιμοι παρελαύνομεν L. — 10 ἔστειχεν L. — 11 ὡς inclusi. — 13 καὶ add. Br. — 14 αὐτὴν] αὐτὸν L, corr. Lasc. — 15 εὔχομαι] τοῖς θεοῖς addit l. ἐγγεγραμμένην L, corr. Lasc. — 19 Il. κ 469. — 20 νουθετοῦν L, corr. Lasc. — 24 γληνοσολίτης L, Γληνὸς Ὀλίτης Lasc , corr. Dind. ex Apollod. II, 7, 8.)56 εἰ πατρὸς | νέμοι τινʼ ὤραν: ὤραν φροντίδα· καὶ Ἡσίοδος
58 ἀρτίπους θρῴσκει: ὅ ἐστιν ἀρτίως καὶ ἡρμοσμένως τῷ καιρῷ πορεύεται.
59 πρὸς καιρὸν κατὰ καιρόν.
60 τἀνδρὶ τῷ Ὕλλῳ.
61 ἀγεννήτων δυσγενῶν.
63 ἐλεύθερον σπουδαῖον καὶ ἐλευθέρῳ πρέποντα.
64 εἰ διδακτά μοι εἰ προσήκει μοι μαθεῖν.
65 ἐξενωμένου ἐν ξένῃ διατρίβοντος.