Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

316 οἶσθα εἶσθα, ἄπιθι· καὶ νῦν γὰρ λέγων Fol. 53 b  ἀνιαρός μοι εἶ.

317 δάκνει σε τὸ πραχθέν.

318 ῥυθμίζεις σχηματίζεις, διατυποῖς.

319 ὁ δρῶν σ᾿ ἀνιᾷ: συνετῶς ὑπὲρ τῶν ἀγγελθέντων ἀπελογήσατο ὡς οὐκ ὢν αἴτιος.

320 λάλημα δῆλον: λάλημα τὸ περίτριμμα τῆς ἀγορᾶς οἷον πανοῦργος.

321 ἀντὶ τοῦ οὐδέποτε ἐφλυάρησα.

323 ἦ δεινὸν δοκεῖ γε: δεινὸν τοῦτό ἐστιν, τὸ [*](6 παραδώσει L, corr. Lasc. κρεμασταῖς] αῖ ex ού. — 9 Il. β 392. — 17 ἄπιθι] πι ex πει. ἀνιαρὰς L. — 23 περίτριμμα τῆς ἀγορᾶς] legitur apud Demosth. de coron. p. 269. — 26 δοκεῖ] δόκει L.)

234
ψευδῆ ὑπονοεῖν· οὐκ ἔστι γὰρ τὴν δόξαν ἐκείνων μεταστρέψαι.

324 κόμψευε νῦν τὴν δόξαν: σεμνολόγει τὴν δόκησιν, περιλάλει· κομψοὺς γὰρ ἔλεγον οὓς νῦν ἡμεῖς περπέρους καὶ πολυλάλους φαμέν.

τὸ ἑξῆς, εἰ δὲ μὴ φανεῖτέ μοι τοὺς ταῦτα δρῶντας.

326 τὰ δεινὰ κέρδη: γράφε τὰ δειλὰ ἀντὶ τοῦ κακὰ ἀπὸ τοῦ τοὺς δειλοὺς εἶναι ἀχρείους.

328 τοῦτο γὰρ τύχη κρινεῖ: ἀπιὼν ὁ θεράπων καθʼ ἑαυτὸν ταῦτά φησιν· οὐ γὰρ δυνατὸν ἐπὶ τοῦ Κρέοντος ταῦτα λέγεσθαι ἐς καὶ ἐν τοῖς κωμικοῖς.

332 πολλὰ τὰ δεινά: ἐν σχήματι εἶπεν ἀντὶ τοῦ πολλῶν ὄντων τῶν δεινῶν οὐδέν ἐστιν ἀνθρώπου δεινότερον.

334 τοῦτο τὸ γένος τῶν ἀνθρώπων.

336 χωρεῖ, περιβρυχίοισι. τοῖς ἠχώδεσιν ἢ τοῖς καλύπτουσι τὴν ναῦν· τοῖς γὰρ ἐν τοιαύτῃ ὥρᾳ τοῦ ἔτους πλέουσι μόνον οὐχὶ ὑπὸ τὰ κύματα φέρεται ἡ ναῦς· ἢ τοῖς κυματίζουσι τὴν ναῦν· τὸ μὲν γὰρ καθόλου κεκρυμμένον ὑπὸ ὕδατος ὑποβρύχιόν ἐστιν· Ὅμηρος

  • τὸν δʼ ἄῤ ὑπόβρυχα θῆκε πολύν χρόνον·
  • τὸ δὲ ἕτερον περιβρύχιον καλεῖται.

    ἠχώδεσιν.

    338 θεῶν τε τὰν ὑπερτάταν: τοῦτο ὡς ἐν πανουργίᾳ οὐ δεῖ ἀκούειν ἀλλὰ διὰ τὴν ἐπίνοιαν αὐτῶν· εἰ γάρ [*](3 νῦν] L etiam in textu pro νυν. — 5 περπαίρους L, corr. Br. — 10 ἐπὶ τοῦ Κρέοντος] h. e. ,,praesente Creonte“ (Dind.). — 11 κωμικοῖς]  Χαμικίοις Porsonus. 18 ὑπὸ addidi — 22 Od. ε 319.)

    235
    τις καταμάθοι πῶς ἐπενοήσαντο ἀροτριᾶν ἢ σπείρειν θαυμάσειεν.

    339 ἀποτρύεται: γεωπονεῖ ἢ ἀποσχίζει τὴν γῆν καθότι ἐν τῷ ἀροτριᾶν σχίζει καὶ δαμάζει τὴν γῆν.

    ἀποτρύετʼ | ἀπλομένων γράφε ἀποτρύεται ἰλλομένων καὶ περικυκλούντων τῶν ἀρότρων ἔτος ἐξ ἔτους.

    341 ἱππείῳ γένει πολεύων: ταῖς ἡμιόνοις·

  • αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
  • ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
  • τινὲς δὲ καὶ ἵπποις χρῶνται εἰς ἀροτριασμόν.

    343 ἀμφιβαλὼν ἄγει περιβαλὼν τοῖς δικτύοις ἀγρεύει.

    346 πόντου τʼ εἰναλίαν φύσιν τοὺς ἰχθύας.

    347 σπείραισι δικτυοκλώστοις τοῖς σχοινίοις τοῖς εἰς δίκτυον κεκλωσμένοις ἢ συγκλείουσι τὰ δίκτυα· ἀπὸ κοινοῦ δὲ τὸ ἀμφιβαλὼν ἄγει.

    348 περιφραδὴς πάντα εἰδώς.