Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

32 διὰ τῆς διηγήσεως ταύτης τὸ λεῖπον τῆς ἱστορίας προσανεπλήρωσεν ἡμῖν.

35 χρῇ μαντεύεται.

36 ἄσκευον αὐτὸν ἢ αὐτὸν τὸν Αἴγισθον ἀπαρασκεύαστον ὄντα ἢ τὸν Ὀρέστην οἷον μὴ μετὰ πολέμου ἐπεμβῆναι.

39 ὅταν σε ὁ καιρὸς καλῇ.

40 περιέργασαι τὰ πραττόμενα πάντα.

42 τοῦ πιθανοῦ χάριν.

τὸ μὴ Ἀττικῶς πλεονάζει.

οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ: τινὲς τὸ ἠνθισμένον ἐπὶ τῆς κεφαλῆς ἥκουσαν οἷον ταῖς πολιαῖς ἠνθισμένον, τοῦτο δὲ ἀπίθανον· ἐγνώσθη γὰρ ἂν εἰ καὶ τοσοῦτον ἤλλαξεν τὴν κεφαλήν· δοκεῖ οὖν μοι τὸ ἠνθισμένον ἀντὶ τοῦ ἠσκημένον, οὐ μή οὖν σε ἐπιγνῶσι τοιαῦτα πλαττόμενον· εἰ δὲ τὸ ἠνθισμένον ἐπὶ ἡλικίας δεξαίμεθα ἔστιν οὐκ ἐπὶ τῶν τριχῶν ἀλλ᾿  ἐπὶ παντὸς τοῦ σώματος.

45 Φωκεύς: τὸν Φωκέα προθεὶς ἐπήνεγκεν Φανοτέα ἀπὸ τοῦ ὅλου εἰς τὸ μερικὸν καταβαίνων ὁμοίως τῷ [*](1. . .] Δι L, Δίδυμος M. Schm. fragm. p. 270, δηλονότι Wolffius, πρῶτος Dind.; cf. schol. Ai. v. 1225. — 13 ὅταν σε ὁ καιρὸς καλῇ] καιρὸς γὰρ καλεῖ legitur Phil. v. 466. — 14 τὰ πραττόμενα πάντα] τὸ πραττόμενον G. — 21 οὖν inclusi. — 25 προσθεὶς L, corr. Br.)

101
  • ἡ δʼ ἐς Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη
  • ἐς Πάφον·
  • ἐλέγοντο γὰρ ὁλοσχερέστερον μὲν Φωκεῖς ἐπὶ μέρος δὲ Κρισαῖοι, Φανοτεῖς· τινὲς δὲ ὄνομά φασι τὸ Φανοτέως.

    46 δορυξένων: ἀντὶ τοῦ φίλων· κυρίως δὲ οἱ ἐν πολέμῳ γινόμενοι φίλοι ὡς Γλαῦκος καὶ Διομήδης.

    47 ἄγγελλε δʼ ὅρκῳ: μὴ σμικρολόγως τις ἐπιλάβηται ὡς κελεύοντος ἐπιορκεῖν τοῦ ποιητοῦ· δεῖ γὰρ αὐτὸν πείθεσθαι τῷ θεῷ τὸ πᾶν δόλῳ πράσσειν παρακελευομένῳ ὥστε ἐν οἷς δοκεῖ ἐπιορκῶν δυσσεβεῖν διὰ τούτων εὐσεβεῖ πειθόμενος τῷ θεῷ· ἔχει δὲ ἀξιοπιστίαν ὁ λόγος ὡς ἐν Φωκίδι τρεφόμενον καταβῆναι ἐς τὰ Πύθια· ἀνῆκται δὲ τοῖς χρόνοις· ἐπὶ Τριπτολέμου γάρ φασι γενέσθαι Πυθικὸν ἀγῶνα ἑξακοσίοις ἔτεσι πρότερον.

    48 ἐξ ἀναγκαίας τύχης. βιαίως οἷον ἀναγκαστῷ μόρῳ καὶ οὐκ ἐκ ταὐτομάτου, ἐκ βίας, ἐκ δυστυχίας, οὐκ ἰδίῳ θανάτῳ.

    49 τοῖς χρόνοις ἀνῆκται· νεώτερος γὰρ Ὀρέστου ἐστὶν ὁ Πυθικὸς ἀγών.

    [*](1 Od. θ 362 ubi ἡ δʼ ἄρα Κύπρον. — 3 μέρους V. — 7 Γλαῦκος καὶ Διομήδης] ll. ζ 232. — 11 ἐπιορκεῖν L, corr. Lasc. — 14 ἐς τὰ Πύθια] ἐν τῇ πυθίᾳ L, corr. V; cf. schol. Trach. v. 503. ἐπὶ κ. τ. λ.] ,,novum incipit scholion Wolf.; Εὐρυλόχου pro Τριπτολέμου ex hypoth. Pind. Pyth. Neuius (τὸν Πυθικὸν ἀγῶνα διέθηκεν Εὐρύλοχος ὁ Θεσσαλός), ἐπὶ Τρωικοῦ πολέμου (a. 1184) γάρ φασι γενέσθαι (Ὀρέστην) Πυθικοῦ ἀγῶνος (582) ἑξακοσίοις ἔτεσι πρότερον Adolfus Michaelis. — 18 συντυχίας L; cf. schol. Ai. v. 485. 803. — 20— excidit χ; cf. schol. Aristoph. Pac. v, 990 τὸ χ ὅτι οὐ συμφωνεῖ τοῖς χρόνοις. νεώτερος] institutus 0l. 48; cf. schol. v. 682.)
    102

    50 ὧδʼ ὁ μῦθος ἑστάτω: ἡ ἔκβασις τοῦ λόγου ἢ τὸ κεφάλαιον· πιθανὸν δὲ τὸ ἐν Φωκίδι ἀνατραφέντα Πέθια ἀγωνίζεσθαι.

    δεδόχθω.

    51 ὡς ἐφίετο ὁ Ἀπόλλων δῆλον ὅτι, ὡς ἐκέλευεν.

    52 λοιβαῖσι πρῶτον καὶ καρατόμοις. καὶ τοῖς ἀπὸ κρατὸς τετμημένοις βοστρύχοις· λέγοι δʼ ἂν χλιδὰς ἤτοι καθόλου τοὺς πλοκάμους οἵ εἰσι τρυφὴ τῆς κεφαλῆς ἢ παρʼ ὅσον τρυφὴ καὶ κόσμος ἀπετίθεντο τοῖς νεκροῖς οἱ πλόκαμοι ἐν τῷ τάφῳ.

    54 τύπωμα χαλκόπλευρον τὴν ὑδρίαν ἐν ᾗ δῆθεν τὰ δοκοῦντα εἶναι ὀστέα Ὀρέστου ἀπέκειτο.

    τὸ ἄγγος.