Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1263 σκώπτει αὐτὸν εἰς τὴν μητέρα.

1264 ἐπεὶ οὐ συμβουλεύει διὰ τὸ ἀξίωμα Ἀγαμέμνονος ὁ χορὸς ἐν τῇ εὐχῇ τὴν γνώμην κατέθηκεν.

1266 περιπαθὴς ὁ λόγος εἰς ἀχαριστίαν ἐννεύων ὅτι ταχεῖα διαρρεῖ ἡ χάρις τοῦ ἀποθανόντος.

1269 οὐκ ἀξιοῦται τῆς παρὰ σοῦ μνήμης· οὗ [*](1 cf. Polluc V, 152 διαβεβαιοῦμαι, διισχυρίζομαι, διορίζομαι, Hesych. v. διωρίζετο, Demosth. p. cor. p. 263 διέβαλλε καὶ διωρίζετο. — 2 ὑπὲρ addidi coll. schol. v. 1257. Electr. 317. Antig. 11. 458. 490. 1182. Trach. 42. 749. Oed. Col. 307. 513. 662. — 5 lucem affert acholium v. 1135. — 6 βλασφημήσετε Lasc. — 10 παριστάμενος male Dind.; etiamnunc vulgo παριστάνω dicimus pro παρίστημι. — 14 τὸ add. G. — 19] cf. schol v. 1295. — 21 χο** ρὸς L. ἐν τῇ εὐχῇ κ. ἑ.] c. schol. Oed. Tyr. v. 46.)

90
πολλάκις, ὦ Αἶαν, προεκινδύνευσας ἐν πολέμοις· παρὰ τὸ Ὁμηρικὸν

αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.

1273 καλῶς πρὸς τὸ

ποῦ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;

1274 ἑρκέων λείπει ἐντός.

1277 ἑδωλίοις τοῖς σανιδώμασιν.

[*](Fol. 15 b)

1281 πρὸς τὸ ποῦ βάντος ἢ ποῦ στάντος.

1284 κἀκέλευστος ἦλθ’ ἐναντίος: αὐτοκέλευστόν φησιν αὐτὸν ἀναστῆναι εἰς τὸ μονομάχιον ἐπαινῶν αὐτὸν οὐχ Ὁμηρικῶς

1285 οὐ δραπέτην τὸν κλῆρον: οὐδὲν πανουργήσας περὶ τὸν κλῆρον ἀλλʼ εὐξάμενος λαχεῖν αὐτόν· τοῦτο δὲ ἱστορεῖται περὶ Κρεσφόντου καὶ τῶν Ἀριστοδήμου παίδων ὅτι πανούργως ὁ Κρεσφόντης. βῶλον ὑγρὰν εἰς τὴν ὑδρίαν τοῦ ὕδατος ἔβαλε κληρουμένων περὶ Μεσσήνης· οὐκ ἄτοπον δὲ τὸν Τεῦκρον λοιδορεῖν Ἀγαμέμνονι ὑπὸ τοῦ πάθους προαγόμενον· καὶ γὰρ Ἀχιλλεὺς οὐκ ἀπέσχετο λοιδορίας καὶ οὐκ ὤ ἐν τοιούτῳ πάθει.

ἀνῆκται τοῖς χρόνοις ἡ ἱστορία ἡ περὶ Κρεδφόντου.

1286 ἀλλʼ ὃς εὐλόφου: ὅστις κλῆρος ἐκ τῆς [*](3 Il. ι 322 ubi αἰέν. — 5] v. 1237 — 9] v. 1237. — 12 Ὁμηρικῶς] Il. η 181 sqq. — 15 ἱστορεῖται] v. Apollod. II, 8. — 19 προσαγόμενον L, corr. Br. — 20 Ἀχιλλεὺς] Il. α 122. 149. 225 sqq. — 22 χρόνοις] χ i. e. χοροῖς L, corr. Dind.; cf. schol. Electr. v. 47. 49.)

91
εὐλόφου κυνῆς ἤμελλε πρῶτος κουφιεῖν τὸ ἅλμα τοῦ Αἴαντος.

1291 εἰκότως καὶ αὐτὸς τὰ ὅμοια ἐξεῦρεν, ἓν δὲ εἰπὼν Ἀγαμέμνων μυρία ἤκουσεν.

1295 αὐτὸς δὲ μητρὸς ἐξέφυς: οὐχ ὡς βαρβάρων τῶν Κρητῶν ὄντων ὀνειδίζει αὐτῷ τὰ περὶ τῆς μητρὸς ἀλλʼ οἷον ἐξ ἀλλοφύλων γέγονέ σοι τὸ γένος.

αὐτὸς γράφε αὖθις.

1296 ἐπακτὸν ἄνδῤ τὸν μοιχόν.

1297 ἐφῆκεν ἐλλοῖς ἰχθύσιν: ἡ ἱστορία ἐν ταῖς Κρήσσαις Εὐριπίδου ὅτι διαφθαρεῖσαν αὐτὴν λάθρᾳ ὑπὸ θεράποντος ὁ πατὴρ Ναυπλίῳ παρέδωκεν ἐντειλάμενος ἀποποντῶσαι, ὁ δὲ οὐκ ἐποίησεν ἀλλʼ ἐνεγύησε Πλεισθένει.

ἐλλοῖς τοῖς ἀφώνοις.

1301 ἀνασκευάζει τὰ εἰρημένα περὶ δυσγενείας αὐτοῦ.

1305 τοὺς πρὸς αἵματος τοὺς συγγενεῖς.

δεικτικῶς εἰς τὸν Αἴαντα ἵνʼ ᾖ περιπαθὴς ἡ λέξις.

1307 πιθανῶς πάλιν εἰσέβαλεν εἰς τὸν λόγον τοῦ δράματος.

1309 τρεῖς ὁμοῦ συγκειμένους: ἐμὲ καὶ σαυτὸν καὶ Μενέλαον· οὐ γὰρ λέγει περὶ τῆς Τεκμήσσης καὶ τοῦ παιδός· ἐλεεινὸς γὰρ ὁ λόγος οὐκ ἀπειλητικός.

συγκειμένους γράφε συνεμπόρους.

1310 ὑπερπονουμένῳ γράφε ὑπερπονουμένους.