Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. τὸ δὲ πρὸ ποδὸς ἄρειον αἰεὶ χρῆμα πᾶν: ὅτι τῶν παρόντων καὶ ἐνεστηκότων ἀεί φησιν ὁ Πίνδαρος δεῖν ἀντέχεσθαι καὶ μὴ ὀρέγεσθαι τῶν μελλόντων.

b. ἢ οὕτως· πᾶν δὲ προσήκει τὸ παρὰ πόδας πρᾶγμα σκοπεῖν καὶ εὖ διατιθέναι.

c. ἀεὶ δὲ βέλτιόν ἐστι πᾶν τὸ παρὰ πόδας πρᾶγμα προσβλέπειν.

d. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι καιροῦ νίκης καὶ εὐφροσύνης παραπεσόντος τῶν παρὰ πόδας ἐχώμεθα.

a. δόλιος γὰρ αἰὼν ἐπ᾿ ἀνδράσι κρέμαται: ποικίλος καὶ εὐμετάθετος.

b. ὁ δὲ νοῦς· ὁ γὰρ δὴ τῆς ζωῆς χρόνος ἐνήρτηται τοῖς ἀνθρώποις τὸν τοῦ βίου πόρον κυλίων καὶ προϊών.

c. ἢ οὕτως· ὁ γὰρ χρόνος πολλὰς εὑρίσκει μεταβολὰς ἑλίσσων τὸν τοῦ βίου πόρον, τουτέστι τὴν ὁδὸν τοῦ βίου.

[*]()a. ἰατὰ δ᾿ ἐστὶ βροτοῖς: τὰ προσπίπτοντα μετὰ ἐλευθερίας ἰατά ἐστι καὶ ἐὰν ἀτυχία ὑπάρχῃ. ἠλευθερωμένοι οὖν καὶ νενικηκότες τοὺς Πέρσας, εἰ καὶ ἐν ἀτυχίᾳ γεγόνατε, εὐθυμεῖτε.

b. ἢ οὕτως· ἀλλ᾿ ὅμως πρὸς τὰ συμβεβηκότα δεινὰ φορητά ἐστι καὶ ταῦτα, προσούσης καὶ τῆς ἐλευθερίας.

[*]()a. χρὴ δ᾿ ἀγαθὰν ἐλπίδα: προσήκει δὲ τὴν τῶν ἀγαθῶν ἐλπίδα τοῖς ἀνδράσι φροντίζεσθαι· προσήκει δὲ καὶ ἐν ταῖς ἑπταπύλοις Θήβαις τὸν τραφέντα τῇ τε Θήβῃ καὶ τῇ Αἰγίνῃ τὸν ὕμνον τὸν ὄντα Χαρίτων ἀπάνθισμα διδόναι.

b. ἢ οὕτω· δεῖ δὴ τὸν Θηβαῖον εὐχαριστεῖν τῇ Αἰγίνῃ καὶ τὸ ἄνθος τὸ ἀπὸ τῶν Χαρίτων προσνέμειν. πρὸς τί δὲ τοῦτό φησιν; ὅτι ὁ μὲν νενικηκὼς Αἰγινήτης, αὐτὸς δὲ Θηβαῖος.

[*]()a. πατρὸς οὔνεκα δίδυμαι γένοντο θυγατέρες: Θήβη καὶ Αἴγινα αἱ Ἀσωποῦ τοῦ Βοιωτιακοῦ ποταμοῦ θυγατέρες νεώτεραι τὴν γένεσιν· ἦν γὰρ προτεχθεῖσα Μετώπη καὶ ἄλλαι τινές.

b. ὁ δὲ νοῦς· ὅτι δὴ ἐκ τῶν Ἀσωποῦ θυγατρῶν νεώτεραι ἐγεννήθησαν Αἴγινα καὶ Θήβη, καὶ ἀμφότεραι ἀρέσασαι τῷ Διῒ τίμιαι γεγένηνται.

c. ἄλλως. διὰ τοῦτό φησι τὸν Θηβαῖον χάριν νέμειν τῷ Αἰγινήτῃ, ἐπειδὴ ἀδελφαὶ ἐγένοντο αἱ ἡρωΐδες Θήβη τε καὶ Αἴγινα· Ἀσωποῦ γὰρ ἀμφότεραι· εἰσὶν οὖν, οἳ Διὸς τὴν Θήβην γενεαλογοῦσι, καθάπερ Λύκος ἐν τῷ περὶ Θηβῶν. μετὰ γὰρ τὰ κατὰ τὸν Δευκαλίωνός φησι Δία μιγέντα Ἰοδάμᾳ τῇ Ἰτώνου τοῦ Ἀμφικτύονος τεκνῶσαι τὴν Θήβην, ἣν δοῦναι Ὠγύγῳ, ἀφ᾿ οὗ Ὠγυγίη ἡ Θήβη ἐκλήθη.

[*]()ὁ τὰν μὲν παρὰ καλλιρόῳ Δίρκᾳ: ὅστις Ζεὺς τὴν μὲν παρὰ τῇ καλλιρόῳ Δίρκῃ ᾤκισε καὶ τῆς φιλαρμάτου πόλεως κατέστησε δέσποιναν· φησὶ δὲ τοῦτο, ὅτι τῆς Βοιωτίας μητρόπολις.

[*]()a. σὲ δ᾿ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν κοιμᾶτο: ἀπέστρεψε τὸν λόγον πρὸς τὴν Αἴγιναν· σὲ δὲ, ὦ Αἴγινα, φησίν, εἰς τὴν Οἰνοπίαν διακομίσας νῆσον συνεκοιμήθη, ἔνθα τὸν ἐνδοξότατον ἐγέννησας Αἰακὸν τῷ μεγαλοήχῳ Διῒ, συνετώτατον πάντων τῶν ἀνθρώπων. εὐφήμως οὖν εἶπε τὸ κοιμᾶτο, ὡς καὶ Ὅμηρος (θ 296)· τὼ δ᾿ ἐς δέμνια βάντε κατέδραθον.

b. Οἰνοπίαν δὲ τὴν νῆσον ὠνόμασεν ἀπὸ Οἰνώνης τῆς Βουδίωνος.

c. ἄμεινον δὲ ἀπὸ Οἴνοπος ἥρωός τινος λέγεσθαι αὐτήν.

[*]()τοῦ μὲν ἀντίθεοι ἀρίστευον υἱέες: τούτου μὲν τοῦ Αἰακοῦ οἱ ἰσόθεοι παῖδες ἦσαν ἄριστοι, καὶ οἱ τῶν παίδων υἱοὶ ἐτύγχανον πολεμικώτατοι, καὶ ἀνδρεῖοι περιέπειν τὰς μάχας ἐγένοντο, καὶ σωφρονέστατοι καὶ συνετοὶ τὴν ψυχήν.

[*]()a. ταῦτα καὶ μακάρων ἐμέμναντ᾿ ἀγοραί: ταῦτα, φησί, καὶ αἱ τῶν θεῶν σύνοδοι ἐμέμνηντο, ὅτε Ζεὺς περὶ τῆς Θέτιδος καὶ Ποσειδῶν ἐφιλονείκησαν, ἑκάτερος ἐπέραστον ἑαυτῷ γαμετὴν ποιῆσαι βουλόμενος.

b. ἄλλως. ταῦτα καὶ οἱ σύλλογοι τῶν θεῶν διέφερον. τείνει δὲ εἰς ἐκεῖνα· ὁ Ζεὺς βουλόμενος Θέτιδι πλησιάσαι ἐκωλύθη ὑπὸ τοῦ Προμηθέως· εἶτα Πηλεῖ ἔδοξεν αὐτὴν ἐγγυῆσαι. τεθρύλληται δὲ ἡ ἱστορία παρά τε συγγραφεῦσι καὶ ποιηταῖς, ἀκριβῶς δὲ κεῖται καὶ παρὰ Αἰσχύλῳ ἐν Προμηθεῖ Δεσμώτῃ. διαφωνεῖται δὲ τοῖς λοιποῖς καὶ ἰδιαζόντως ὁ Πίνδαρος καὶ Ποσειδῶνά φησιν ἀμφισβητῆσαι περὶ τοῦ γάμου· ἢ ζητητέον, τίνι κατηκολούθησεν ὁ Πίνδαρος.

[*]()ἔρως γὰρ ἔσχεν· ἀλλ᾿ οὔ σφιν: ἔρως γὰρ καὶ ἐπιθυμία, φησί, τῶν ἐκείνης γάμων ἀμφοτέρους κατεῖχεν, ἀλλ᾿ οὐδαμῶς αἱ ἄφθαρτοι τῶν θεῶν φρένες συμπερασθῆναι τοὺς γάμους συνεχώρησαν, ἐπειδὴ τῶν μεμοιραμένων κατήκουσαν.

[*]()εἶπε δ᾿ εὔβουλος: εἶπε δὲ καὶ ἐχρησμῴδησεν ἡ εὔβουλος δικαιοσύνη τὸν ἐκ Θέτιδος γεννηθέντα κρείττονα τοῦ πατρὸς γενέσθαι. καὶ κατὰ τοῦτο δὲ διαφωνοῦσιν· ὁ μὲν γὰρ Αἰσχύλος Προμηθέα φησὶ τοῦτο ποιεῖν, οὗτος δὲ Θέμιν.

[*]()Διῒ μισγομέναν ἢ Διὸς παρ᾿ ἀδελφεοῖσιν: ὑπερβατῶς ἔχει πρὸς τὸ ποντίαν θεόν· ἤτοι οὖν Διῒ μιγεῖσα βελτίονα παῖδα τοῦ πατρὸς τέξει, ἢ τοῖς ἀδελφοῖς τοῦ Διὸς βελτίονα πάλιν τοῦ Διὸς παῖδα τέξει· πληθυντικῶς δὲ εἶπεν ἀντὶ τοῦ ἀδελφῷ, τῷ Ποσειδῶνι· σύνηθες δὲ τὸ σχῆμα Πινδάρῳ (fr. 75, 11)· ὑπάτων μέν τε πατέρων γυναικῶν τε Καδμειᾶν, ἀντὶ τοῦ Διὸς καὶ Σεμέλης.

[*]()ἀλλὰ τὰ μὲν παύσατε: ἀποστρέψας τὸν λόγον ἐξήνεγκεν ὡς αὐτῆς τῆς Θέμιδος λεγούσης. ἀλλὰ τὰ μὲν παύσατε καὶ ἐπίσχετε· λέγει δὲ τὰ τῆς πρὸς τὴν Θέτιν μίξεως· ἀνθρωπίνων δὲ γάμων τυχοῦσα τὸν υἱὸν αὐτῆς θεωρησάτω τεθνηκότα ἐν πολέμῳ, τὸν τῷ Ἄρει τὰς χεῖρας κατὰ τὴν μάχην ὅμοιον.

[*]()τὸ μὲν ἐμὸν Πηλεῖ θεάμοιρον: τοῦτο ἰσοδυναμεῖ τῷ κατὰ μὲν ἐμὲ ἢ κατὰ τὴν ἐμὴν γνώμην, οἷον τὸ μὲν ἐμοὶ ἀρέσκον ἐστὶ τοῦτο. ἠθικῶς δὲ λέγει· ἐγὼ κελεύω |[*]() τῷ Πηλεῖ τὸ ὑπὸ θεῶν μεμοιραμένον τοῦ γάμου μέρος ὀπάσαι.