Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. τὸ δὲ πὰρ δίκαν γλυκύ: τὸ δὲ ἐξ ἀδικίας ἡδὺ γενόμενον πικρὸν τέλος λαμβάνει.

b. οἷον οἱ ἀδίκως κερδαίνοντες ἄχρι τέλους οὐχ ἥδονται.

ἄμμι δ᾿, ὦ χρυσέᾳ κόμᾳ θάλλων: ἡμῖν δὲ, ὦ τῇ χρυσῇ κόμῃ θάλλων Ἀπόλλων, παράσχου καὶ ἐν τοῖς σοῖς Πυθικοῖς ἀγῶσιν ἀγωνισαμένοις ἀνθηρὸν ἀναδήσασθαι στέφανον. εὔχεται οὖν αὐτὸν καὶ Πύθια νικῆσαι.

Scholia in Isthmionicarum carmen VIII.

[*]() Τὸ ὄγδοον εἶδος μονοστροφικόν ἐστι κώλων εἰκοσιδύο. τὸ α΄ Φαλαίκειον. τὸ β΄ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ γ΄ ἐπιχοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ δ΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ε΄ ἐννεασύλλαβον Σαπφικὸν πλεονάζον τοῦ Γλυκωνείου μιᾷ συλλαβῇ. τὸ ς΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ τροχαϊκὸν ἀπὸ ἰαμβικοῦ καταληκτικόν. τὸ η΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ θ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ι΄ τὸ αὐτό. τὸ ια΄ τὸ αὐτό. τὸ ιβ΄ τὸ αὐτό. τὸ ιγ΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιδ΄ ἐννεασύλλαβον Σαπφικὸν πλεονάζον μιᾷ συλλαβῇ τοῦ Γλυκωνείου. τὸ ιε΄ ἰωνικὸν ἀπ᾿ ἐλάσσονος βραχυκατάληκτον. τὸ ις΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιζ΄ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ιη΄ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ ιθ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἡ νον μακρά. τὸ κ΄ δακτυλικὸν πενθημιμερές. τὸ κα΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ κβ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον.

a. Κλεάνδρῳ τις ἁλικίᾳ τε: τῷ Κλεάνδρῳ τις καὶ τῇ ἡλικίᾳ αὐτοῦ καταγέτω τῶν πόνων τὸν εὔδοξον κῶμον, τουτέστι τὴν διὰ τοῦ ἐγκωμίου εὔκλειαν ἐσομένην αὐτῷ· τῶν γὰρ κατὰ τὴν ἄθλησιν πόνων οἷον λύσις ἐστὶ τὸ τοιοῦτον λύτρον καὶ λυτήριον· οὕτω γὰρ τὸν εἰς τὸν νικηφόρον ὕμνον εἶπε. τῶν τε γὰρ πόνων καὶ τῆς Ἰσθμιακῆς νίκης ἔτι τε τῆς Νεμεακῆς ἔλαβε τὸ κράτος.

b. ὁ δὲ νοῦς· τῷ Κλεάνδρῳ τις καὶ τῇ τούτου ἡλικίᾳ λύσιν καὶ ἀμοιβὴν ἐπίδοξον τῶν καμάτων ἐγειρέτω τὸν ὕμνον παρὰ τὰ πρόθυμα τοῦ Τελεσάρχου στὰς, ὄντα τὸν ὕμνον τῆς τε Ἰσθμιακῆς νίκης καὶ τῆς ἐν Νεμέᾳ λύσιν καὶ ἀμοιβὴν, ὅτι δὴ τῶν ἄθλων νίκην καὶ ἐπικράτειαν εὗρεν ἀνδρείως ἀγωνισάμενος.

τῷ καὶ ἐγὼ καίπερ ἀχνύμενος θυμόν: τούτῳ οὖν τῷ Κλεάνδρῳ ἐγὼ καίπερ λυπούμενος τὴν ψυχὴν τῶν τετελευτηκότων προγόνων ἕνεκεν, ὅμως αἰτοῦμαι τὴν τιμίαν προσκαλέσασθαι καὶ παρεστάναι Μοῦσαν.

a. ἐκ μεγάλων δὲ πενθέων λυθέντες: ὡς ἔστιν εἰκάσαι, ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ προσήκοντές τινες Κλεάνδρῳ ἐτελεύτων· συντέτακται γὰρ ἡ ᾠδὴ ἐπὶ κατωρθωμένῳ τοῖς Ἕλλησιν ἤδη τῷ πολέμῳ· ὥς γε παρίστησιν ἐν τούτοις (9)· ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς γε Ταντάλου λίθον, καὶ τὰ ἑξῆς.

[*]()b. ἐκ μεγάλων δὲ πενθέων: τῶν ἐκ πολέμου· ἐμφαίνει δὲ, ὅτι οἱ Ἕλληνες ἐνίκησαν.

a. μήτ᾿ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων: ἐκ δὲ τῶν μεγάλων πενθῶν μὴ καταπέσωμεν ἀδοξίᾳ καὶ ὀρφανίᾳ στεφάνων, μήτε ἐπὶ πλέον ταῖς λύπαις ἐπίκεισο καὶ αὔξανε.

b. ἔνιοι δέ· ἐπὶ δευτέρου προσώπου εἶπεν, ἀντὶ τοῦ θεραπεύωμεν. λέγει δέ· τὰ κακὰ μὴ κολακεύωμεν μηδὲ θρηνῶμεν ἀεί.

a. παυσάμενοι δ᾿ ἀπράκτων κακῶν: τῶν δὲ ἀνωφελήτων λυπῶν καὶ πενθῶν ἀνάπαυσιν ἐσχηκότες γλυκύ τι παίξωμεν καὶ εἰς τὸν δῆμον ἀγάγωμεν μετὰ τοὺς πόνους, ἐπειδὴ τὸν ὑπὲρ τῆς κεφαλῆς ἡμῶν ἐπηρτημένον Ταντάλειον λίθον παρέτρεψέ τις θεῶν, τὸν ἀνυπομόνητον καὶ δεινὸν τῇ Ἑλλάδι πόνον· φησὶ δὲ τὸν Ξέρξου πόλεμον.

b. ἄλλως. ἰστέον ὅτι μετὰ τὴν ἧτταν τῶν Περσῶν καὶ τὴν Ξέρξου στρατείαν ἐπὶ τοὺς Ἕλληνας ἐγράφη οὗτος ὁ ἐπίνικος· Ταντάλου γὰρ λίθον εἴρηκε μεταφορικῶς τὸν ἐπικρεμάμενον καὶ προσδοκώμενον τοῖς Ἕλλησι φόβον τῆς προειρημένης στρατείας, διὰ τὸ μυθολογεῖσθαι τῷ Ταντάλῳ λίθον ἐπαιωρεῖσθαι, καθάπερ καὶ Εὐριπίδης εἴρηκε (Orest. 6. 7)· κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην.

ἀλλ᾿ ἐμοὶ δεῖμα μὲν παροιχομένων: ἐμοὶ δὲ τῶν φθασάντων κακῶν τόν τε φόβον καὶ τὴν μέριμναν αἱ νῦν τῆς νίκης εὐφροσύναι ἔλυσαν.

a. τὸ δὲ πρὸ ποδὸς ἄρειον αἰεὶ χρῆμα πᾶν: ὅτι τῶν παρόντων καὶ ἐνεστηκότων ἀεί φησιν ὁ Πίνδαρος δεῖν ἀντέχεσθαι καὶ μὴ ὀρέγεσθαι τῶν μελλόντων.

b. ἢ οὕτως· πᾶν δὲ προσήκει τὸ παρὰ πόδας πρᾶγμα σκοπεῖν καὶ εὖ διατιθέναι.

c. ἀεὶ δὲ βέλτιόν ἐστι πᾶν τὸ παρὰ πόδας πρᾶγμα προσβλέπειν.

d. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι καιροῦ νίκης καὶ εὐφροσύνης παραπεσόντος τῶν παρὰ πόδας ἐχώμεθα.

a. δόλιος γὰρ αἰὼν ἐπ᾿ ἀνδράσι κρέμαται: ποικίλος καὶ εὐμετάθετος.

b. ὁ δὲ νοῦς· ὁ γὰρ δὴ τῆς ζωῆς χρόνος ἐνήρτηται τοῖς ἀνθρώποις τὸν τοῦ βίου πόρον κυλίων καὶ προϊών.

c. ἢ οὕτως· ὁ γὰρ χρόνος πολλὰς εὑρίσκει μεταβολὰς ἑλίσσων τὸν τοῦ βίου πόρον, τουτέστι τὴν ὁδὸν τοῦ βίου.

[*]()a. ἰατὰ δ᾿ ἐστὶ βροτοῖς: τὰ προσπίπτοντα μετὰ ἐλευθερίας ἰατά ἐστι καὶ ἐὰν ἀτυχία ὑπάρχῃ. ἠλευθερωμένοι οὖν καὶ νενικηκότες τοὺς Πέρσας, εἰ καὶ ἐν ἀτυχίᾳ γεγόνατε, εὐθυμεῖτε.

b. ἢ οὕτως· ἀλλ᾿ ὅμως πρὸς τὰ συμβεβηκότα δεινὰ φορητά ἐστι καὶ ταῦτα, προσούσης καὶ τῆς ἐλευθερίας.