Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

Ἔσσεταί τοι παῖς, ὦ Τελαμών: γενήσεταί σοι παῖς, ὦ Τελαμών. καὶ δὴ αὐτὸν τὸ θεῖον παρακελεύεται τοῦδε τοῦ φανέντος ὄρνιθος ἐπώνυμον Αἴαντα, ἔξωθεν τὸ καλεῖσθαι τὸ ὄνομα, γενναῖον ὄντα ἐν πᾶσι τοῖς πόνοις καὶ καμάτοις τοῦ πολέμου καὶ ἔξαρχον τῶν ἄλλων ὄχλων· ἵνα τὸ ἐσόμενον ἔξωθεν ἀκούωμεν. δῆλον οὖν, ὅτι παρὰ τὴν πτῆσιν καὶ τὴν τοῦ ἀετοῦ ἐπιφάνειαν Αἴαντα τὸν παῖδα κέκληκεν ὁ Τελαμών.

ἐμοὶ δὲ μακρὸν πάσας ἁγήσασθ᾿ ἀρετάς: ἐμοὶ δὲ μέγα καὶ ἀπερίγραπτον λόγῳ τὸ διηγήσασθαι πάσας τὰς τῶν Αἰακιδῶν ἀρετάς· ἦλθον γὰρ, ὦ Μοῦσα, συντόμως κατὰ τὸν Ἀργείων τρόπον τῷ Φυλακίδᾳ καὶ τῷ Πυθέᾳ καὶ τῶ Εὐθυμένει τῶν ἐγκωμίων δοτὴρ καὶ ταμίας.

a. εἰρήσεταί πού κ᾿ ἐν βραχίστοις: τουτέστιν ἐπὶ βραχὺ εἰρήσθω. Μακρολόγοι μὲν οὖν οἱ Ἴωνες, σύντομοι δὲ οὐ μόνον Λάκωνες, ἀλλὰ καὶ Ἀργεῖοι. Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 424)· πάντ᾿ οἶσθα, πάντ᾿ ἔλεξα τἀντεταλμένα· μῦθος γὰρ Ἀργολιστὶ συντέμνει βραχύς.

b. ὁ δὲ νοῦς· ῥηθήσεται δὲ ἐν βραχέσι λόγοις τὸ ἐγκώμιον· ἐδέξαντο νίκας ἀγωνιζόμενοι παγκρατίῳ.

a. τρεῖς ἀπ᾿ Ἰσθμοῦ: τρεῖς μὲν ἐν Ἰσθμῷ, φησί, τὰς δὲ αὐτῶν ἐκ τῆς ἐπιδόξου Νεμέας οἵ τε ἀγαθοὶ παῖδες τοῦ Λάμπωνος καὶ οἱ τούτων μήτρωες, ἐδέξαντο νίκας ἀπὸ κοινοῦ. μήτρωες δὲ, ἀντὶ τοῦ μήτρως δὲ, ὁ Εὐθυμένης, ὅτι μητρὸς ἀδελφὸς τῶν Λάμπωνος υἱῶν.

b. τὸ δὲ οἵαν θαυμαστικῶς ἀντὶ τοῦ ὁποίαν εἴρηκεν· ὁποίαν δὲ καὶ ἡλίκην ὕμνων μερίδα ἀνήγαγον εἰς φῶς ἐπὶ ταῖς ἑαυτῶν ἀνδρείαις.

c. ἢ οὕτως· ἀνήγαγον δέ, φησίν, εἰς φῶς τὴν μοῖραν τῶν ὕμνων. λέγει δὲ τὴν τῶν ἑαυτοῦ μοῖραν ὕμνων, ἣν νικήσαντες ἀνήγαγον εἰς φῶς. οἷον οἱ ὕμνοι οἱ εἰς τοὺς περὶ Φυλακίδαν ἐπιφανεῖς ἐγένοντο, ὅτι ἐνίκησαν.

d. Ψαλυχιάδαι δὲ φυλὴ ἐν Αἰγίνῃ, ἀφ᾿ ἦς ὁ νικηφόρος. τὴν δὲ τῶν Ψαλυχιαδῶν φατρίαν τῇ τῶν Χαρίτων καλλίστῃ δρόσῳ καταβρέχουσι, φησὶ δὲ τοῖς ὕμνοις.

e. ἄλλως. συλληπτικῶς εἶπε τὸ χωρὶς ἑκατέρῳ συμβεβηκός· ὁ μὲν γὰρ Φυλακίδας Ἴσθμια δὶς νικᾷ καὶ Νέμεα ἅπαξ, ὁ δὲ Εὐθυμένης ἅπαξ Ἴσθμια, ὁ δὲ Πυθέας Νέμεα· ὃν δὴ μήτρωα καλεῖ τούτων ὡς κατὰ μητέρα προσήκοντα· οὐ γὰρ πιθανὸν μητράδελφον ἀκούειν.

τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον: καὶ τὸν τοῦ Θεμιστίου δὲ οἶκον ταῖς ἑαυτῶν εὐδοξίαις ἀνορθώσαντες ταύτην τὴν πόλιν οἰκοῦσι τὴν θεοφιλῆ. ἦν δὲ ὁ Θεμίστιος πρόγονος αὐτῶν, οὗ καὶ ἐν τοῖς Νεμεονίκαις μνημονεύει (N V 50)· εἰ δὲ Θεμίστιον ἵκεις ὥστ᾿ ἀείδειν.

Λάμπων δὲ μελέταν ἔργοις ὀπάζων Ἡσιόδου: μελέτη δέ τοι ἔργον ὀφέλλει (op. 410). ὁ δὲ Λάμπων, φησί, διηνεκῶς τοῖς ἔργοις τὴν μελέτην διδοὺς τὸν τοῦ Ἡσιόδου τιμᾷ καὶ ἀποδέχεται λόγον, καὶ τοῖς ἑαυτοῦ παισὶ λέγων τὸν στίχον παραινεῖ ἄθλων καὶ εὐδοξίας ἀντέχεσθαι, κοινὴν εὐδοξίαν τῇ ἑαυτοῦ πατρίδι προσάπτων.

a. καὶ ξείνων εὐεργεσίαις ἀγαπᾶται: τιμᾶται δὲ καὶ ἐπὶ ταῖς τῶν ξένων εὐεργεσίαις· τυγχάνει γὰρ ὢν φιλόξενος· τὰ προσήκοντα μὲν τῇ γνώμῃ τῇ ἑαυτοῦ μετερχόμενος, τὰ προσήκοντα δὲ καὶ κατέχων εἰς ἑαυτὸν καὶ λογιζόμενος.

b. ἢ οὕτω· διὰ τὸ φιλόξενος εἶναι καὶ ὑπὸ ξένων καὶ ὑπὸ πολιτῶν τιμᾶται, καὶ διανοούμενος τὰ μέτρια καὶ ἐνεργῶν καὶ πράσσων.

a. γλῶσσα δ᾿ οὐκ ἔξω φρενῶν: τουτέστιν οὐδὲν ἄκαιρον φλυαρεῖ, ἀλλ᾿ ὃ σκέπτεται. παρὰ γὰρ πολλοῖς ἡ γλῶττα προτρέχει τῆς διανοίας.

b. ἢ οὕτως· ἡ δὲ γλῶσσα αὐτοῦ καὶ ὁ λόγος οὐκ ἔστιν ἔξωθεν τῶν δεουσῶν φρενῶν, ἀντὶ τοῦ οὐ προπετῶς φθέγγεται.

a. φαίης κέ νιν ἄνδρ᾿ ἐν ἀθληταῖς: εἴποι δ᾿ ἄν τις αὐτὸν τὸν Λάμπωνα εἶναι τοιοῦτον ἄνδρα ἐν τοῖς ἀθληταῖς, οἵαν ἐν πέτραις ἑτερογενέσι Ναξίαν ἀκόνην, δυνάμενον ἀθλητὰς μάλιστα παραθῆξαι. νομίζονται γὰρ διαφορώταται τῶν ἄλλων ἀκονῶν αἱ κατὰ τὴν ἐν Κρήτῃ Νάξον. τοσοῦτον οὖν φησι τῶν ἄλλων ἀλειπτῶν διαφέρειν ἐν τοῖς ἀθληταῖς, ὅσον ἐν ἄλλαις ἀκόναις αἱ Νάξιαι διαφέρουσιν.

b. ὁ δὲ νοῦς· εἴποις δ᾿ ἂν αὐτὸν τὸν Λάμπωνα ἐν τοῖς ἄλλοις ἀθληταῖς οὕτως ἰσχυρὸν εἶναι ὥσπερ ἐν τοῖς ἄλλοις λίθοις ἡ Ναξία. ποιεῖ δὲ πρὸς ἀκόνην ὁ Νάξιος λίθος.

πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ: ἀλληγορεῖ νῦν· ποτιῶ, φησίν, αὐτοὺς τὸ ἀπὸ τῆς Δίρκης ὕδωρ, ὃ αἱ Μοῦσαι ἀνατεῖλαι ἐποίησαν· τουτέστι τῷ ἐμῷ ῥεύματι, ἤτοι τῷ ποιήματι ποτιῶ αὐτούς. Θηβαῖος γὰρ, ἡ δὲ Δίρκη ἐν Θήβαις· διὸ ἐξ αὐτῆς ἀναβεβλῆσθαί φησι τὸν ὕμνον. πῖσαι δὲ τὸ ποτίσαι, καὶ τὰς ποτίστρας δὲ πίσας ἔλεγον.

Scholia in Isthmionicarum carmen VII.

[*]() Τοῦ ἑβδόμου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ὀκτώ. τὸ α΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν. τὸ β΄ ἰωνικὸν τετράμετρον ἰαμβικῷ κατακλειόμενον, βραχυκατάληκτον. τὸ γ΄ ἐκ πενθημιμεροῦς ἰαμβικοῦ καὶ διμέτρου τροχαϊκοῦ καταληκτικόν. τὸ δ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ε΄ δακτυλικὸν τρίμετρον καταληκτικόν· ἡ τελευταία βραχεῖα. τὸ ς΄ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ η΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.

[*]()ἡ ἐπῳδὸς κώλων καὶ αὐτὴ ὀκτώ. τὸ α΄ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον. τὸ β΄ παλιαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ γ΄ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ δ΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν. τὸ ε΄ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ ς΄ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζ΄ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ η΄ ἐπιωνικὸν δίμετρον ἀκατάληκτον.

a. Ὁ λόγος πευστικὸς πρὸς τὴν Θήβην, ᾧ καὶ ἀποχρώμενος λεληθότως αὐτῆς ἐγκώμια καταριθμεῖται.

b. ὁ δὲ νοῦς οὕτω· τίνι τῶν φθασάντων ἐπιχωρίων ἀγαθῶν, ὦ μακαριωτάτη Θήβη, μάλιστα τὴν σὴν ψυχὴν εὔφρανας;

a. ἦ ῥα χαλκοκρότου πάρεδρον: παρὰ τὰ ἐπικτυποῦντα ἐν ταῖς τελεταῖς τῆς Δήμητρος κύμβαλα. μετὰ γὰρ κυμβάλων καὶ τυμπάνων περιϊοῦσα ἡ θεὸς καὶ τούτοις ἠχοῦσα ἐζήτει πρὸς τὸ πάντας ἀκούειν καὶ πυνθάνεσθαι ὅ τι ζητεῖ. πάρεδρον δὲ Δήμητρος εἶπε τὸν Διόνυσον, κατὰ μὲν τὸν μυστικὸν λόγον, ὅτι παρεδρεύει αὐτῇ ὁ ἐκ Περσεφόνης γεγονὼς Ζαγρεὺς Διόνυσος, ὁ κατά τινας Ἴακχος· κατὰ δὲ τὸν φυσικὸν λόγον, ἐπειδὴ τῇ ξηρᾷ τροφῇ, ἣ ἀνάκειται τῇ Δήμητρι, παρέπεται ἡ τοῦ οἴνου χρῆσις, ἣ ὅτι ἡ σταφυλὴ ἐδωδίμη ἐστὶ καὶ εἰς πόσιν ἐπιτηδεία.

b. ὁ δὲ νοῦς· ἆρ᾿ ἡνίκα ἀνέτειλας καὶ ἐγέννησας τὸν εὔτριχα Διόνυσον τὸν πάρεδρον τῆς χαλκοκρότου Δήμητρος;

a. ἢ χρυσῷ μεσονύκτιον: ἢ ὅτε τὸ μεσονύκτιον χρυσῷ καταστάζοντα ἐδέξω τὸν τῶν θεῶν ἔξαρχον Δία.

b. ἄλλως. ἰδίως λέγει τὸν Δία ὗσαι χρυσὸν, ἡνίκα ἐμίγνυτο Ἀλκμήνῃ· ἢ τὰ ἐπὶ Δανάης μυθευόμενα ἐπὶ Ἀλκμήνην μετήγαγεν.

ὁπότ᾿ Ἀμφιτρύωνος ἐν θυρέτροις σταθείς: ἡνίκα τοῦ Ἀμφιτρύωνος κατὰ τὰ πρόθυρα σταθεὶς τὴν γαμετὴν μετῆλθε ταῖς θείαις γοναῖς. κατὰ πάντων δὲ ἀπὸ κοινοῦ τὸ εὔφρανας ἀκουστέον.

a. ἢ ὅτ᾿ ἀμφὶ Τειρεσίαο: ἢ ὅτε ταῖς τοῦ Τειρεσίου πυκναῖς καὶ συνεταῖς μαντείαις.

b. ἱππόμητιν δὲ τὸν Ἰόλαόν φησι, παρόσον ἡνιόχησεν Ἡρακλεῖ. ἀπὸ κοινοῦ δὲ πρὸς πάντα τὸ θυμὸν τεὸν εὔφρανας.

ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν: τῶν κατὰ τὰς Θήβας ἀναδοθέντων ἐκ τῶν δρακοντείων ὀδόντων, ὧν καὶ Εὐριπίδης (Phoen. 795) μέμνηται· ἢ Σπαρτῶν φησι τῶν ἄγαν πολεμικῶν. ὁ γὰρ Φερεκύδης (F H G I 83 M., I 67 J.) διττά φησιν εἶναι Σπαρτῶν γένη· τὸν γὰρ Ἄρη καὶ τὴν Ἀθηνᾶν τοὺς μὲν ἡμίσεις τῶν ὀδόντων Κάδμῳ δοῦναι, τοὺς δὲ ἡμίσεις Αἰήτῃ· Ἀνδροτίων δέ φησι (F H G I 373) φυγόντα ἐκ τῆς Φοινίκης τὸν Κάδμον μετὰ ἱκανῶν σποράδων κατελθεῖν εἰς Θήβας, ὅθεν διὰ τὸ συμμιγὲς καὶ σποράδην εἶναι Σπαρτοὶ ἐκλήθησαν· οἱ δὲ Θηβαῖοι τὰ περὶ αὐτῶν ψευδῶς ἐτερατούργησαν.

a. ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς: τῆς μάχης, διὰ τὰς ἐν αὐτῇ θορυβώδεις φωνάς. ὅτι δὲ ἐκ τῶν ἑπτὰ λόχων ἀπεσώθη ὁ Ἄδραστος, δῆλον.

b. ὁ δὲ νοῦς· ἢ ὅτε ἐκ τῆς ἰσχυροτάτης μάχης ἀπέπεμψας τὸν Ἄδραστον ὀρφανωθέντα, ὦ Θήβη, μυρίων καὶ ἀναρίθμων στρατιωτῶν εἰς τὸ ἱππικὸν Ἄργος.

a. ἢ Δωρίδ᾿ ἀποικίαν: οἱ Ἡρακλεῖδαι ἔσχον παρὰ τοῦ θεοῦ χρησμὸν συλλαβεῖν Αἰγείδας, καὶ οὕτω τῆς Πελοποννήσου κρατήσειν. ἦσαν δὲ οὗτοι Φλεγραῖοι ἀνέκαθεν, φυλὴ ἐν Αἰγίνῃ. οἱ δὲ δεξάμενοι κατὰ τὸ Πυθικὸν χρηστήριον, τῆς ἐλπίδος οὐκ ἐκπεσόντες, κρατήσαντες δὲ τῆς Πελοποννήσου, μετῴκισαν εἰς Θήβας τοὺς Αἰγείδας. ἔνιοι δέ φασιν Αἰγείδας Ἀθηναίους τὸ ἀνέκαθεν εἶναι· ἔνιοι δὲ Αἰγείδας φυλὴν ἐν Θήβῃ, ἀφ᾿ ἧς σύμμαχοι ἐπὶ τὴν Λακεδαίμονα ἦλθον καὶ ἐκράτησαν· ἔνιοι, ὅτι οὕτως ὀνομάζονταί τινες ἐν Λακεδαίμονι ἀπὸ Αἰγέως τινὸς Θηβαίου, ὃν συνεργῆσαι τοῖς Ἡρακλείδαις φασὶ πρὸς τὴν κατάκτησιν τῆς Λακωνικῆς. ἔνιοι Ἀργεῖδαι γράφουσι διὰ τὸ Ἀργείαν προσονομάζεσθαι τὴν Ἀριστοδήμου γυναῖκα τοῦ ἀπογόνου τῶν Ἡρακλειδῶν, ἐξ ἧς ἐγένετο Προκλῆς καὶ Εὐρυσθένης οἱ κατασχόντες τὴν Λακωνικήν.

b. ὁ δὲ νοῦς· ἢ ὅτε τὴν Δωρίδα τῶν Ἡρακλειδῶν κάθοδον ἐπ᾿ ἀσφαλοῦς στῆναι παρεσκεύασας· ἔλαβον γὰρ τὰς Ἀμύκλας οἱ σοὶ ἀπόγονοι Αἰγεῖδαι τοῖς τοῦ Πυθίου Ἀπόλλωνος μαντεύμασιν. c. ἄλλως. Αἰγείδας νῦν οὐκ ἂν εἴη λέγων τοὺς Ἀθηναίους· περὶ γὰρ Θηβῶν ὁ λόγος. καὶ εἰσὶν Αἰγεῖδαι φατρία Θηβαίων, ἀφ᾿ ἧς ἧκόν τινες εἰς Σπάρτην Λακεδαιμονίοις βοηθήσοντες ἐν τῷ πρὸς Ἀμυκλαεῖς πολέμῳ, ἡγεμόνι χρησάμενοι Τιμομάχῳ, ὃς πρῶτος μὲν πάντα τὰ πρὸς πόλεμον διέταξε Λακεδαιμονίοις, μεγάλων δὲ παρ᾿ αὐτοῖς ἠξιώθη τιμῶν· καὶ τοῖς Ὑακινθίοις δὲ ὁ χάλκεος αὐτοῦ θώραξ προτίθεται· τοῦτον δὲ Θηβαῖοι ὅπλον ἐκάλουν. ταῦτα ἱστορεῖ καὶ Ἀριστοτέλης ἐν τῇ Λακώνων πολιτείᾳ (fr. 532). ἔνιοι δέ φασι τὸν Πίνδαρον νῦν μὴ τοῦ πρὸς Ἀμυκλαεῖς πολέμου μνημονεύειν μηδὲ τῶν σὺν Τιμομάχῳ Αἰγειδῶν, ἀλλὰ τῶν σὺν τοῖς Ἡρακλείδαις εἰς Πελοπόννησον κατελθόντων, ὧν Ἀριστόμαχος ὁ Κλεάδα καὶ Κλεάδας ὁ Ὕλλου ἡγοῦντο· καὶ γὰρ τότε Θήβηθεν ἥκειν τοῖς Δωριεῦσι τοὺς ἁψαμένους τῆς καθόδου Αἰγείδας μετὰ τῶν Ἀθηναίων· εἶναι δὲ τοὺς Θήβηθεν Αἰγείδας τὸ ἀνέκαθεν Ἀθηναίους. δυεῖν οὖν ἀποστόλων ἐκ τῆς τῶν Αἰγειδῶν τῶν Θηβαίων φατρίας εἰς Σπάρτην γεγονότων, ἔργον ἀποφήνασθαι, ποτέρου ὁ Πίνδαρος νῦν μνημονεύει. μή ποτε δὲ τῆς δευτέρας; Ἀριστοτέλης (ibid) γάρ φησιν, ὅτι πολεμοῦντες οἱ Λάκωνες Ἀμυκλαεῦσιν, ὡς ἐπύθοντο παρὰ θεοῦ τοὺς Αἰγείδας συμμάχους λαβεῖν, εἰς Ἀθήνας ἐπορεύοντο. καταλύσαντες δὲ ἐν Θήβαις εὐωχουμένης τῆς τῶν Αἰγειδῶν φατρίας ἐκλήθησαν. ἀκούσαντες δὲ μετὰ δεῖπνον εὐχομένου τοῦ ἱερέως διδόναι τοὺς θεοὺς τοῖς Αἰγείδαις τὰ ἀγαθὰ καὶ συμβαλόντες τὸν χρησμὸν, ἐντεῦθεν ἔλαβον τὴν συμμαχίαν.

a. ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις: Ἀρίσταρχος τοῦτο λεγόμενον, φησίν, ὑπόνοιαν δίδωσιν, ὡς ὅτε ἔγραφεν ὁ Πίνδαρος, ἀχαριστουμένων τι τῶν Θηβαίων ὑπὸ τῶν Λακεδαιμονίων. ἐὰν δὲ ὑποτεθῇ τὰ ἑξῆς, ὅ τι μὴ σοφίας ἄωτον, ὡς ἐν τῷ καθόλου λέγων ἔσται, ὅπερ πολλάκις εἴωθε λέγειν· ὅτι πᾶσα χάρις πεπαλαιωμένη καθεύδει καὶ μεμάρανται, καὶ ὅτι τοιούτου πράγματος ἀμνήμονές εἰσιν οἱ ἄνθρωποι, ὃ ἂν μὴ ἀοίδιμον γένηται καὶ τύχῃ ὕμνου τινός.

b. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἀλλὰ πᾶσα χάρις, φησί, παλαιῶν ἔργων ἀφυπνώττει καὶ εἰς λήθην ἐμπίπτει, ἀμνήμονες δὲ καὶ οἱ ἄνθρωποι γίνονται τούτου, ὅπερ ἂν μὴ τὸ τῆς σοφίας ἄκρον ἀπάνθισμα τοῖς ἐνδόξοις τῶν λόγων ἐγκωμίοις ἐπικαταλάβῃ καὶ ἐπαίνοις ἐπιζεύξῃ.

c. ἢ οὕτως· ἀμνήμονες δὲ οἱ ἄνθρωποι τούτου, ὅ τι μὴ εἰς τὸ τῆς σοφίας ἄκρον ἀπάνθισμα παραγένηται ὑποζυγὲν τοῖς ἐνδόξοις τῶν λόγων ἐγκωμίοις.

d. ἄλλως. συζευχθὲν τοῖς ὕμνοις τὸ ποίημα.

a. κώμαζ᾿ ἔπειτ᾿ ἐν ἁδυμελεῖ σὺν ὕμνῳ: πρὸς τὴν πόλιν ὁ λόγος· εἴ τι ἐκείνοις ἥσθης, φησί, καὶ νῦν κώμαζε.

b. ἵνα μὴ ἡ νίκη τοῦ Στρεψιάδου σιωπηθῇ, κώμαζε καὶ συνέξαρχε σὺν ἁδυμελεῖ ὕμνῳ. περιττεύει δὲ ἤτοι ἡ ἔν πρόθεσις ἢ ἡ σύν· μία γὰρ ἀρκεῖ.

c. ἄλλως. ἐνταῦθα ἀπὸ τῆς πεύσεως ἀποδέδωκεν. εὐφρανθεῖσα, ὦ Θήβη, ἐπὶ τοῖς ἀρχαιοτέροις καλοῖς, καὶ ἐπὶ τοῦ παρόντος χόρευε καὶ ἐπὶ τῷ Στρεψιάδῃ.