Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

μαρνάσθω δέ τις ἔρδων: ὁ λόγος προστακτικός. ἀγωνιζέσθω, φησί, τὶς ἐν ἀγῶσι καὶ ἀντεχέσθω τῶν ἄθλων, τοῦ Κλεονίκου τὸ γένος ζηλώσας· Κλεόνικος δὲ πατήρ ἐστι τοῦ Λάμπωνος, ὁ δὲ Λάμπων τοῦ Φυλακίδα· οὐδαμῶς γὰρ ἀποκέκρυπται καὶ ἀφανής ἐστιν ἡ τῶν πολυχρονίων πόνων σπουδή.

οὐδ᾿ ὁπόσαι δαπάναι ἐλπίδων: Ἀρίσταρχος οὕτως· οὐδὲ ὁπόσαι δαπάναι αὐτοῖς ἐγενήθησαν ἐπὶ τῶν ἐκβεβηκυιῶν ἐλπίδων τῶν περὶ τὴν νίκην, ἔκνισα τῇ φωνῇ, οὐδὲ ἐλυπήθην τῇ φωνῇ, ἀλλὰ τοὐναντίον ὕμνησα αὐτούς. ἔνιοι δὲ καταλληλότερον γράφουσι σὺν τῷ ν ἔκνιξ᾿ ὄπιν, ἵν᾿ ᾖ Πινδαρικὸν σχῆμα· οὐκ ἔκνιξαν αἱ δαπάναι οὐδὲ ὁ μόχθος αὐτῶν τετύφλωται, ἀλλὰ ὀξυδερκεῖ καὶ ἔχει καλὰ ἀποτελέσματα. ὥστε εἶναι· οὐδὲ ὁπόσαι δαπάναι τὴν τῶν ἐλπίδων ὄπιν, τουτέστι τὸ μέλλον ὀπίσω ἔσεσθαι, ἔκνισαν καὶ ἐλύπησαν.

a. αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις: οὗτος ὁ Πυθέας ἐπεστάτησε τοῦ Φυλακίδα καὶ ἤλειψεν αὐτὸν, ἤτοι ἀδελφὸς ὢν τοῦ Φυλακίδα ἢ καὶ ὁμώνυμός τις τούτῳ. ἐπαινῶ οὖν, φησί, καὶ τὸν ἀλείπτην αὐτοῦ τοῖς πόνοις τοῖς γυιοδάμαις ποιήσαντα τὸν τῶν πληγῶν δρόμον εὐθυπορῆσαι. παγκρατιαστὴς γὰρ, διὸ εὐθυπόρουν αἱ πληγαί.

b. ἤτοι τὴν τῶν πληγῶν ὁρμήν τε καὶ σπουδὴν πληγῶν δρόμον φησὶν, ἵνα λέγῃ τὸ παγκράτιον· συνεχεῖς γὰρ αἱ τῶν χειρῶν ἐξορμήσεις.

c. ἐν γυιοδάμαις δὲ, τοῖς ἀθληταῖς τοῖς τὰ γυῖα τῇ γυμνασίᾳ καταπονοῦσιν, ἢ τοῖς καταπονοῦσι τὰ τῶν ἐναντίων γυῖα.

a. χερσὶ δεξιὸν, νόῳ ἀντίπαλον: τουτέστιν ἴσα ἐπιτεύγματα ἔχοντα ἐν τῷ νοεῖν καὶ τοῖς ἐπιτεύγμασι τῶν χειρῶν. b. οἷον καθ᾿ ἑκάτερον ἐπίσης ἐπιδέξιον.

λάμβανέ οἱ στέφανον: οἱ μὲν τὸν λόγον πρὸς τὴν Αἴγινάν φασιν εἶναι· ὑποδέχου αὐτῷ τὸν στέφανον· οἱ δὲ πρὸς τὴν Μοῦσαν. καὶ στέφανον μὲν τὸν ἐπίνικον λέγει, εὔμαλλον δὲ μίτραν τὴν ταινίαν τὴν ἐξ ἐρίου ξανθοῦ τοῖς στεφάνοις προσπλεκομένην.

Scholia in Isthmionicarum carmen VI.

[*]()Τοῦ ἕκτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ δεκατριῶν. τὸ α΄ ἰαμβέλεγος. τὸ β΄ τροχαϊκὸν εἰς ἴαμβον καταλῆγον. τὸ γ΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ δ΄ δακτυλικὸν ἑφθημιμερές. τὸ ε΄ ἴαμβος δίμετρος ὑπερκατάληκτος. τὸ ς΄ πενθημιμερὲς δακτυλικόν. τὸ ζ΄ δίμετρον ἰαμβικὸν ἀκατάληκτον μετὰ τοῦ ε΄ εὕρηται. τὸ η΄ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ θ΄ τροχαῖος ἐπίτριτος. τὸ ι΄ τρίμετρον τροχαϊκὸν καταληκτικόν. τὸ ια΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβ΄ βακχειακόν. τὸ ιγ΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον.

[*]()ἡ ἐπῳδὸς κώλων ια΄. τὸ α΄ ἐκ Σαπφικοῦ τοῦ ἑνδεκασυλλάβου Πινδαρικόν. ἡ τοι κοινή ἐστι. τὸ β΄ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν μετατεθέντος. τὸ γ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ πενθημιμερές. τὸ ε΄ Εὐριπίδειον. τὸ ς΄ παρὰ τὸ Ἀρχιλόχειον· Ἐρασμονίδη Χαρίλαε. ἔστι δὲ συγκείμενον . . . περιττεύοντος μιᾷ συλλαβῇ καὶ ἰθυφαλλικοῦ μεμειωμένου τοῦ ἰθυφαλλικοῦ ἑνὶ τροχαίῳ. τὸ ζ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ ἐγκωμιολογικόν. τὸ θ΄ ἐγκωμιολογικὸν παρὰ συλλαβὴν μίαν τοῦ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ ι΄ παρὰ τὸ ια΄ Σαπφικόν . . .

Inser. Πεποίηται ὁ ἐπίνικος οὗτος Φυλακίδᾳ καὶ Πυθέᾳ καὶ Εὐθυμένει παγκρατιασταῖς, Ἴσθμια καὶ Νέμεα. τῶν δὲ ῥηθέντων ὁ Εὐθυμένης οὗτος μητράδελφος ἦν.

Θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου: ὥσπερ ἀκμάζοντος, φησί, συμποσίου καὶ δεύτερον κρατῆρα, οὕτω καὶ ἡμεῖς τοῖς Λάμπωνος υἱοῖς, θάλλουσι καὶ ἀκμάζουσι ταῖς νίκαις, καὶ δεύτερον στήσομεν κρατῆρα μουσικῶν ἐγκωμίων ὑπὲρ τῆς Λάμπωνος εὐάθλου γενεᾶς, τουτέστιν ὑπὲρ τῶν κατορθωμάτων τῶν Λάμπωνος υἱῶν.

ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τὶν ἄωτον: δεξάμενοι, φησί, τὸ ἄνθος τῶν στεφάνων ἐν Νεμέᾳ, σοὶ, ὦ Ζεῦ, πρῶτον κίρναμεν κρατῆρα. ὁ πρῶτος οὖν κρατὴρ Διὸς Ὀλυμπίου, ὁ δεύτερος Γῆς καὶ ἡρώων, ὁ τρίτος Διὸς σωτῆρος.

νῦν αὖτ᾿ ἐν Ἰσθμοῦ δεσπότᾳ: νῦν δὲ νικήσαντος ἐν Ἰσθμῷ, τουτέστι τὰ Ἴσθμια, τοῦ νεωτέρου Φυλακίδου, τῷ δεσπότῃ αὐτοῦ Ποσειδῶνι καὶ ταῖς Νηρεΐσι κίρναμεν τὸν δεύτερον κρατῆρα.

a. εἴη δὲ τρίτον σωτῆρι πορσαίνοντας: ὁ λόγος εὐκτικός. εὔχεται δὲ τὸν τρίτον τῶν ᾠδῶν κρατῆρα κεράσαι, νικήσαντος αὐτοῦ τὰ Ὀλύμπια. τὸν δὲ τρίτον κρατῆρα Διὸς σωτῆρος ἔλεγον, καθὰ καὶ Σοφοκλῆς ἐν Ναυπλίῳ (fr. 92)· Ζεῦ παυσίλυπε, καὶ Διὸς σωτηρίου σπονδὴ τρίτου κρατῆρος. τὸν μὲν γὰρ πρῶτον Διὸς Ὀλυμπίου ἐκίρνασαν, τὸν δὲ δεύτερον ἡρώων, τὸν δὲ τρίτον Διὸς σωτῆρος. καθὰ καὶ Αἰσχύλος ἐν Ἐπιγόνοις (fr. 55)· λοιβὰς Διὸς μὲν πρῶτον ὡραίου γάμου Ἥρας τε. εἶτα· τὴν δευτέραν γε κρᾶσιν ἥρωσιν νέμω· εἶτα· τρίτον Διὸς σωτῆρος εὐκταίαν λίβα. Διὸς δὲ σωτῆρος ἔλεγον τὸν τρίτον διὰ τὸ τοὺς τοῦτον πίνοντας σταθεροὺς γίνεσθαι, τοὺς δὲ μετὰ τοῦτον εἰς ἄτην καὶ ἀνομίαν καὶ ἀσέλγειαν τρέπεσθαι. ἔλεγον δὲ αὐτὸν καὶ τέλειον διὰ τὸ τέλειον εἶναι τὸν τρίτον ἀριθμὸν ἀρχὴν ἔχοντα καὶ μέσον καὶ τέλος.

b. ὁ δὲ νοῦς· εἵη δὲ ἡμᾶς καὶ τρίτον τῷ σωτῆρι καὶ Ὀλυμπίῳ Διῒ στῆσαι κρατῆρα καὶ ταῖς ἡδείαις ᾠδαῖς ἀνυμνεῖν τὴν Αἴγιναν. δύναται μὲν οὖν τοῦτο καὶ οὕτω· κατὰ Αἴγιναν σπένδειν· δύναται δὲ καὶ τὸ εξῆς· κατασπένδειν τὴν Αἴγιναν. χαριέντως δὲ τὸ κατασπένδειν ὡς ἐπὶ κρατῆρος καὶ σπονδῆς διόλου τροπικῶς ἐφυλάχθη. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· γένοιτο αὐτὸν καὶ Ὀλύμπια νικῆσαι.

a. εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρείς: εἰ γάρ τις, φησί, τῶν ἀνθρώπων καὶ ἐπὶ τῷ δαπανᾶν εἰς τὰ τοιαῦτα χαρεὶς, καὶ οὐχ ὑποστειλάμενος δαπάνην, καὶ ἐπὶ τῷ πονεῖν τῷ ἰδίῳ σώματι, τουτέστι καὶ φιλοπονήσας, πράσσει τὰς θεοδμήτους ἀρετὰς, ὅ ἐστι τὰς ὑπὸ θεῶν δεδομημένας καὶ κατεσκευασμένας, ὁ θεός τε αὐτῷ συμφυτεύει δόξαν· πάντων, φησί, τούτων μετέχων πρὸς ταῖς ἐσχατιαῖς τοῦ ὄλβου βάλλεται ἄγκυραν, οἷον ὁρμίζει ἐπ᾿ ἄκρον τῆς εὐδαιμονίας, ὥστε μὴ ἂν πορρωτέρω δύνασθαι προελθεῖν τῆς εἰς ἄνθρωπον πιτνούσης εὐδαιμονίας.

b. ὁ δὲ νοῦς· εἰ γάρ τις τῶν ἀνθρώπων ἐπὶ τῇ δαπάνῃ χαρεὶς καὶ ἡσθεὶς γλυκεῖαν ἔσχε τὴν ἔκβασιν, καὶ τὰς ἐκ θεῶν ἀρετὰς κατορθοῖ καὶ ἡ τύχη αὐτῷ ἐπιφύει δόξαν ἐπέραστον, γινωσκέτω ἤδη πρὸς τὸ ἔσχατον καὶ ἄκρον τῆς εὐδαιμονίας ἑαυτὸν προσορμίσας.

τοίαισιν ὀργαῖς εὔχεται ἀντιάσαις: τοιούτοις τρόποις, φησίν, εὐδαιμονίας ὁ τοῦ Κλεονίκου παῖς Λάμπων συντυχὼν εὔχεται λοιπὸν τόν τε θάνατον καὶ τὸ γῆρας δέξασθαι.

ἐγὼ δ᾿ ὑψίθρονον Κλωθώ: ἐγὼ δὲ τὴν τιμίαν, φη ί, Κλωθὼ καὶ τὰς αὐτῆς ἀδελφὰς παρακαλῶ τελειῶσαι τὰς εὐχὰς αὐτοῦ, ὅ ἐστιν ἐπακοῦσαι καὶ ἐπακολουθῆσαι ταῖς εὐχαῖς τοῦ φίλου ἀνδρὸς καὶ τέλος ἐπιθεῖναι. προηύξατο δὲ καὶ Ὀλύμπια νικῆσαι καὶ τρίτον κρατῆρα κεράσαι. ἐφετμαὶ δὲ οὐ κυρίως αἱ εὐχαὶ, ἀλλ᾿ αἱ ἐντολαί. εὐχὴ δὲ ἡ παρὰ τῶν ὑπερεχόντων αἴτησις.

ὑμέ τ᾿ ὦ χρυσάρματοι Αἰακίδαι: ὑμᾶς τε, ὦ τίμιοι κατὰ τὰ ἅρματα Αἰακίδαι, νόμιμον καὶ σύνηθες εἶναί μοι λέγω σαφέστατον καὶ δῆλον εἰς μνήμην εἰσερχομένῳ τῆς Αἰγίνης πρότερον ἐγκωμιάζειν. ἵνα τὸ ὑπερβατὸν οὕτως ἔχῃ· ἐμοὶ δὲ τήνδε τὴν νῆσον ἐπιπορευομένῳ προτέρους ὑμᾶς, ὦ χρυσάρματοι Αἰακίδαι, νόμιμόν ἐστι ῥαίνειν τοῖς ὕμνοις καὶ ἐγκωμιάζειν.

a. μυρίαι δ᾿ ἔργων καλῶν: τῶν γὰρ ἀγαθῶν ἔργων, φησί, πολλαὶ καὶ μεγάλαι αἱ τῶν ἐγκωμίων ὁδοὶ, ὥστε καὶ πέρα Νείλου διαβαίνειν καὶ εἰς Ὑπερβορέους ἀκμητὶ καὶ ἀνεμποδίστως τὸ ἐγκώμιον.

b. ἄλλως. ὁδοὶ πολλαί εἰσιν ἑκατόμπεδοι, τουτέστι μεγάλαι, καὶ κατὰ τὸ ἑξῆς φέρουσαι τῶν ὑμετέρων πράξεων εἰς τοὺς ὕμνους· ἐπὶ τὰ πέρατα ὑμῶν ἥκει ἡ εὔκλεια μέχρι Νείλου καὶ Ὑπερβορέων. τὰ δὲ ἑκατέρωθεν παρείληφε πέρατα, τὴν σύμπασαν οἰκουμένην θέλων εἰπεῖν.

[*]()a. τέτμηνται: κατώρθωνται. πρόκεινται.

[*]()b. τέτμηνθ᾿ ἑκατόμπεδοι: κατώρθωνται, πρόκεινται ἐφεξῆς πλατεῖαι οὖσαι.

οὐδ᾿ ἔστιν οὕτω βάρβαρος: οὐδαμῶς δὲ τις οὕτω βάρβαρος τυγχάνει οὐδὲ τὴν γλῶσσαν ἀλλόκοτος πόλις, ἥτις τοῦ Πηλέως οὐ κατακούει τὴν δόξαν |[*]() ἥρωος εὐδαίμονος καὶ γαμβροῦ τῶν θεῶν.

οὐδ᾿ ἅτις Αἴαντος Τελαμωνιάδα: οὐδὲ ἥτις πόλις τοῦ Τελαμῶνος τοῦ Αἰακοῦ παιδὸς καὶ τοῦ πατρός· εἶτα ἀπὸ κοινοῦ, οὐ κατακούει τὴν δόξαν· ὅντινα Τελαμῶνα εἰς ἰσχυρότατον πόλεμον συνεπήγαγε σὺν τοῖς Ἀργείοις αὐτοῦ ὑπηρέταις ὁ Ἡρακλῆς πρόθυμον ὄντα σύμμαχον καὶ μεγάλην βλάβην τοῖς κατὰ τὴν Τροίαν οἰκοῦσιν ἥρωσι τῶν τοῦ Λαομέδοντος ἁμαρτιῶν χάριν. ὁ γὰρ Ἡρακλῆς μετὰ Τελαμῶνος δοκεῖ κατειργάσθαι τὰ πολλά.

a. εἷλε δὲ Περγαμίαν: καὶ ἐπόρθησε τὴν Πέργαμον, φησίν. οὕτω γὰρ τὴν τῶν Τρώων ἀκρόπολιν λεγομένην εἶπεν, ὡς |[*]() καὶ Ὅμηρος μνημονεύει (E 446)· Περγάμῳ ἐν ἱερῇ· σὺν δὲ τῷ Τελαμῶνι ἀνεῖλε τὰ πλήθη τῶν ἐν τῇ Κῷ ἐθνῶν. ταύτης δὲ τῆς ἱστορίας |[*]() καὶ Ὅμηρος μνημονεύει (Ξ 255, Ο 28)· καί μιν ἔπειτα Κόωνδ᾿ εὖ ναιομένην ἀπένεικας.

b. ὁ δὲ νοῦς· σὺν δὲ τῷ Τελαμῶνι καὶ τὰ τῶν Κῴων ἔθνη καταγωνισάμενος ἀνεῖλε.

a. καὶ τὸν βουβόταν οὔρεϊ ἶσον Φλέγραισιν εὑρὼν Ἀλκυονῆ: Φλέγρα τῆς Θρᾴκης χωρίον. διέτριβε δὲ ὁ Ἀλκυονεὺς κατὰ τὸν Θρᾳκικὸν Ἰσθμόν.

b. βουβόταν δὲ τὸν βουκόλον φησὶ, παρόσον τὰς Ἡλίου βοῦς ἀπήλασεν· ὅθεν καὶ ὁ πόλεμος θεῶν πρὸς τοὺς Γίγαντας.

c. τὸ δὲ οὐκ ἐφείσατο ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον σημαίνει· οὐκ ἐφείσατο, ἀλλ᾿ ἐχρήσατο· οἷον ἐπεδαψιλεύσατο πολλοὺς τῶν πολεμίων τοξεύσας ὁ Ἡρακλῆς·

d. ὁ δὲ νοῦς· ἐν δὲ τῇ Φλεγραίᾳ Ἡρακλῆς ἰδὼν τὸν Ἀλκυονέα τὸν ἐκτράπελον καὶ τερατώδη τὸ σῶμα οὐκ ἐφείσατο τοῦ ἑαυτοῦ τόξου καὶ ἔμενεν, ἀλλὰ τὸν Αἰακοῦ παῖδα τὸν Τελαμῶνα εἰς τοῦτον τὸν πλοῦν καὶ ταύτην τὴν συμμαχίαν καλῶν ἔτυχεν ἀνευρὼν εὐωχούμενον τὸν Τελαμῶνα.

e. ἄλλως. ταῦτα οὐκ ἀπήρτισται τὸ κατάλληλον οὐκ ἔχοντα, ἃ δὴ ὁ Ἀρίσταρχος σημειοῦται. καὶ εἰσὶν οἳ κεχιάσθαι φασὶν, ὅτι ἰδίως ἐπιβέληκεν ὡς ἐν διαστολῇ τοῦ οὐ φείσατο· ἀλλ᾿ Αἰακίδαν καλέων· ἀνατρέχων ἐπὶ τὴν ἀρχὴν τῆς ἱστορίας. οὐκ ἔστι δὲ ἴδιον, ἐὰν ὁ ἀλλά ἀντὶ τοῦ δέ τάσσηται· Αἰακίδαν δὲ καλέων. νῦν ἄρχεται τῶν ἐπὶ μέρους, ἀκριβῶς τὸ ὅλον προεκθείς.