Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

μαρνάσθω δέ τις ἔρδων: ὁ λόγος προστακτικός. ἀγωνιζέσθω, φησί, τὶς ἐν ἀγῶσι καὶ ἀντεχέσθω τῶν ἄθλων, τοῦ Κλεονίκου τὸ γένος ζηλώσας· Κλεόνικος δὲ πατήρ ἐστι τοῦ Λάμπωνος, ὁ δὲ Λάμπων τοῦ Φυλακίδα· οὐδαμῶς γὰρ ἀποκέκρυπται καὶ ἀφανής ἐστιν ἡ τῶν πολυχρονίων πόνων σπουδή.

οὐδ᾿ ὁπόσαι δαπάναι ἐλπίδων: Ἀρίσταρχος οὕτως· οὐδὲ ὁπόσαι δαπάναι αὐτοῖς ἐγενήθησαν ἐπὶ τῶν ἐκβεβηκυιῶν ἐλπίδων τῶν περὶ τὴν νίκην, ἔκνισα τῇ φωνῇ, οὐδὲ ἐλυπήθην τῇ φωνῇ, ἀλλὰ τοὐναντίον ὕμνησα αὐτούς. ἔνιοι δὲ καταλληλότερον γράφουσι σὺν τῷ ν ἔκνιξ᾿ ὄπιν, ἵν᾿ ᾖ Πινδαρικὸν σχῆμα· οὐκ ἔκνιξαν αἱ δαπάναι οὐδὲ ὁ μόχθος αὐτῶν τετύφλωται, ἀλλὰ ὀξυδερκεῖ καὶ ἔχει καλὰ ἀποτελέσματα. ὥστε εἶναι· οὐδὲ ὁπόσαι δαπάναι τὴν τῶν ἐλπίδων ὄπιν, τουτέστι τὸ μέλλον ὀπίσω ἔσεσθαι, ἔκνισαν καὶ ἐλύπησαν.

a. αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις: οὗτος ὁ Πυθέας ἐπεστάτησε τοῦ Φυλακίδα καὶ ἤλειψεν αὐτὸν, ἤτοι ἀδελφὸς ὢν τοῦ Φυλακίδα ἢ καὶ ὁμώνυμός τις τούτῳ. ἐπαινῶ οὖν, φησί, καὶ τὸν ἀλείπτην αὐτοῦ τοῖς πόνοις τοῖς γυιοδάμαις ποιήσαντα τὸν τῶν πληγῶν δρόμον εὐθυπορῆσαι. παγκρατιαστὴς γὰρ, διὸ εὐθυπόρουν αἱ πληγαί.

b. ἤτοι τὴν τῶν πληγῶν ὁρμήν τε καὶ σπουδὴν πληγῶν δρόμον φησὶν, ἵνα λέγῃ τὸ παγκράτιον· συνεχεῖς γὰρ αἱ τῶν χειρῶν ἐξορμήσεις.

c. ἐν γυιοδάμαις δὲ, τοῖς ἀθληταῖς τοῖς τὰ γυῖα τῇ γυμνασίᾳ καταπονοῦσιν, ἢ τοῖς καταπονοῦσι τὰ τῶν ἐναντίων γυῖα.

a. χερσὶ δεξιὸν, νόῳ ἀντίπαλον: τουτέστιν ἴσα ἐπιτεύγματα ἔχοντα ἐν τῷ νοεῖν καὶ τοῖς ἐπιτεύγμασι τῶν χειρῶν. b. οἷον καθ᾿ ἑκάτερον ἐπίσης ἐπιδέξιον.

λάμβανέ οἱ στέφανον: οἱ μὲν τὸν λόγον πρὸς τὴν Αἴγινάν φασιν εἶναι· ὑποδέχου αὐτῷ τὸν στέφανον· οἱ δὲ πρὸς τὴν Μοῦσαν. καὶ στέφανον μὲν τὸν ἐπίνικον λέγει, εὔμαλλον δὲ μίτραν τὴν ταινίαν τὴν ἐξ ἐρίου ξανθοῦ τοῖς στεφάνοις προσπλεκομένην.