Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

ἱπποτρόφοι τ᾿ ἐγένοντο: καὶ πρὸς ἱπποτροφίαν εἶχον, καὶ ἤρεσκον τῷ Ἄρει, τουτέστι καὶ πολέμων ἦσαν ἔμπειροι, ὅ ἐστι πολεμικοί.

a. ἀλλ᾿ ἁμέρᾳ γὰρ ἐν μιᾷ: Χρύσιππος ἀποδέδωκεν, ὅτι τέσσαρες συγγενεῖς προπεπτώκασιν ἐν μιᾷ ἡμέρᾳ κατὰ πόλεμον αὐτῶν, καὶ τοῦτο λέγει λελυπηκέναι τὸν οἶκον.

b. ὁ δὲ νοῦς· ἀλλ᾿ ἐν μιᾷ ἡμέρᾳ ὁ τοῦ πολέμου τραχύτατος χειμὼν τὴν μακαριωτάτην ἑστίαν τεσσάρων ἀνδρῶν ἔρημον ἐποίησεν.

a. νῦν δ᾿ αὖ μετὰ χειμέριον: νῦν δέ, φησί, καθάπερ ἐκ χειμῶνος ἔαρ καθέστηκεν αὐτῷ νενικηκότι, ὥσπερ ἐαρίζουσα γῆ ἐκ χειμῶνος ἐκδίδωσι τὰ ῥόδα. οἷον ἐξ ὑπαρχῆς ἀνθεῖ αὐτοῖς ὁ οἶκος.

b. Χρύσιππος δέ μετ᾿ ἐκείνην τὴν ἀτυχίαν καὶ τὸν χειμῶνα ἤνθησαν.

c. ἀλληγορεῖ ἐπὶ τοῦ βίου· εἰς ἔαρ μετέβαλε, φησίν, ἡ οἰκία Μελίσσου. τὸ γὰρ ποικίλων μηνῶν, ἤτοι καθὸ ποικίλα καὶ πολλὰ ἐν τῷ χρόνῳ γίνεται, ἢ ποικίλων τῶν καρπῶν, καθ οὓς ὅλη ἡ γῆ ποικίλη γίνεται τῇ τῶν φυτῶν ἐξανθήσει, ὅπερ ἄμεινον.

ὁ κινητὴρ δὲ γᾶς: ὁ Ποσειδῶν. καὶ γέγονε παρὰ τὸ ἐννοσίγαιος.

a. Ὀγχηστὸν οἰκῶν: ἱερὸν γὰρ τῷ θεῷ τὸ χωρίον, ὡς καὶ Ὅμηρός φησι (B 506).

b. γέφυραν δὲ ποντιάδα τὸν Ἰσθμὸν ἔφη διὰ τὸ ἑκατέρωθεν θάλασσαν εἶναι καὶ τὴν διατείνουσαν ζώνην γεφύρᾳ ἐοικέναι.

c. τὸ δὲ σαφὲς οὕτως· ὁ δὲ τῆς γῆς κινητὴρ Ποσειδῶν ὁ τὸν Ὀγχηστὸν οἰκῶν καὶ τὴν θαλασσίαν γέφυραν τὴν πρὸ τῶν τειχῶν τῆς Κορίνθου, τοῦτον ἐπὶ τῇ νίκῃ χαρισάμενος τὸν ὕμνον τῷ τοῦ Μελίσσου γένει, ἐκ τῶν κοιτῶν ἀσθενήσασαν καὶ νοσηλευομένην πάλιν αὐτῶν τὴν παλαιὰν ἀναρρώννυσι δόξαν. ἦν γὰρ ἀφυπνώσασα καὶ ἀφανὴς γενομένη.

d. ἄλλως. ὁ θεὸς αὐτῶν τὴν καθυπνωκυῖαν φήμην ἀνεγείρει καὶ ἀνανεοῦται· παρόσον ἐν ταῖς δυστυχίαις καὶ ὁ πλοῦτος ἠλαττώθη καὶ ἡ ἱππικὴ ἐσιγήθη, νῦν δὲ ταῖς νίκαις ἐπέτυχεν.

a. ἀλλ᾿ ἀνεγειρομένα χρῶτα λάμπει: ἡ προειρημένη. φησί, φήμη ἀνεγειρομένη λάμπει, καὶ οὕτως ὡς ὁ ἑωσφόρος συγκρινόμενος τοῖς ἄλλοις ἄστροις, διὰ τὴν τοῦ Μελίσσου νίκην. τῷ αὐτῷ τρόπῳ καὶ Εὐριπίδης κέχρηται (fr. 398)· ἰδοῦσα δ᾿ Ἰνοῦς συμφορὰν πολὺν χρόνον νῦν ὄμμ᾿ ἐγείρει.

b. ὁ δὲ νοῦς· ἀλλὰ πάλιν ἀναστᾶσα καὶ διαφανὴς γενομένη οὕτω τὸν χρῶτα λάμπει, ὥσπερ ὁ ἑωσφόρος ἐν τοῖς ἄλλοις ἄστροις ἐκδηλότερός ἐστιν.

a. ἅ τε κἠν γουνοῖς Ἀθηνᾶν: ἥτις φήμη καὶ δόξα ἐν Ἀθήναις καὶ Σικυῶνι κατὰ τὸν Ἀδράστου ἀγῶνα τὰ τούτου ἅρματα κηρύξασα τὴν νίκην ἐνεχείρισεν.

b. ἄλλως. ἡ φήμη, φησίν, ἡ προειρημένη νικᾶν κηρύξασα τὸ ἅρμα ὑμῶν ἐν Ἀθήναις καὶ Σικυῶνι ἐδωρήσατο ὑμῖν τοιάδε, ὁποῖα ἐγὼ νῦν γράφω εἰς σὲ διὰ τῶν ὕμνων· τοιαῦτα ἔσχον καὶ οἱ πρόγονοί σου παρὰ τῶν τότε γεγονότων ποιητῶν· ὡς καὶ εἰς ἐκείνους γεγραφότων τινῶν ἐπινίκους.

c. τὸ δὲ ἑξῆς· τοιαῦτα τῶν ὑμετέρων προγόνων τὰ ἐγκώμια τὰ ἐπὶ τοῖς στεφάνοις καὶ ἀγῶσιν. ἔνιοι δέ, τοιαύτας ἔσχον καὶ οἱ πρόγονοί σου παρὰ τῶν τότε ποιητῶν ᾠδάς. τοῦτο δέ φησι Χρύσιππος ὡς ἄλλων ἐγκεκωμιακότων ποιητῶν κατὰ τὸν καιρὸν τὸν πάλαι τὰς νίκας.

a. οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον: οὐδὲ τῶν κοινῶν, φησί, |[*]() πανηγύρεων τὸ ἐπικαμπὲς αὐτῶν ἅρμα ἀπεχώριζον.

b. ὃ δέ φησι, τοιοῦτόν ἐστιν· ὅτι οὕτω φιλαγωνιστικοὶ καὶ φιλόδοξοι ἦσαν, ὥστε καὶ ἐν τοῖς ἀγῶσι τῶν κοινῶν |[*]() πανηγύρεων ἀγωνίζεσθαι· καὶ πᾶσι τοῖς Ἕλλησι δὲ περὶ ἱπποτροφίας ἐρίζοντες ἔχαιρον. τῶν γὰρ μὴ καθιέντων αὑτοὺς εἰς ἅμιλλαν καὶ πειρωμένων ἀγῶνος οὐδεμία μνήμη ἐστίν, ὅ ἐστι, σιωπᾶται ὁ βίος τῶν μὴ πονούντων ἐν τοῖς ἀγῶσιν ἀνδρῶν.

c. Χρύσιππος δέ, σεσημείωται, φησίν, ὁ τόπος διὰ τὴν φράσιν· τὸ γὰρ ἐναντίον βούλεται εἰπεῖν· τῶν ἀπειράτων καὶ ἀπράκτων ἄγνωστοί εἰσιν αἱ λαλιαί, ὅ ἐστιν, ἄν τις μὴ πειραθῇ πράξεων ἀγαθῶν, οὗτος ἀκλεὴς γίνεται. γελοίως.