Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()ἐπεί τοι οὐκ ἐλιννύσσοντας αὐτοὺς εἰργασάμην: ἐπεὶ οὐ τοιούτους, φησίν, εἰργασάμην τοὺς ὕμνους, ὥστε ἐφ᾿ ἑνὸς τόπου μένειν αὐτοὺς καὶ ἑστάναι καθάπερ ἀνδριάντας. τὴν αὐτὴν διάνοιαν καὶ ἀλλαχόθι φησίν (N. V 1)· οὐκ ἀνδριαντοποιός εἰμι, ὥστ᾿ ἐλινύσοντ᾿ ἐργάσασθαι ἀγάλματα ἐπ᾿ αὐτῆς βαθμίδος ἑσταότα.

ταῦτα, Νικάσιππ᾿, ἀπόνειμον: διὰ τοῦτο δῆλον, ὅτι τὸν εἰς Ξενοκράτην ὕμνον εἰς Ἀκράγαντα διὰ Νικασίππου πέμπει πρὸς Θρασύβουλον τὸν Ξενοκράτους ἀδελφόν· τὸ γὰρ ἀπόνειμον ἀντὶ τοῦ ἀνάγνωθι. Σοφοκλῆς ἐν Ἀχαιῶν συλλόγῳ (fr. 144)· σὺ δ᾿ ἐν θρόνοισι γραμμάτων πτύχας ἔχων [ἀπόνειμον] νέμει τίς οὐ πάρεστι, τίς ξυνώμοσε. καὶ Παρθένιος ἐν τῇ Ἀρήτῃ (fr. 1 Mein.) τὸ ἄννεμε ἀντὶ τοῦ ἀνάγνωθι· καὶ ἀννείμῃ Δωριστὶ ὁ Βουκόλος (Theocr. 18, 48).

Scholia in Isthmionicarum carmen III.

[*]() Τοῦ τρίτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ δέκα. τὸ α΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ τὸ αὐτό. τὸ γ΄ τροχαϊκὸν ἐπίτριτον. τὸ δ΄ ἀνακλώμενον ἰωνικὸν διμετρον καταληκτικόν. τὸ ε΄ ἐγκωμιολογικόν. τὸ ς΄ τὸ αὐτό. τὸ ζ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ ἑφθημιμερὲς δακτυλικόν. τὸ θ΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ι΄ τὸ αὐτό.

[*]()ἡ ἐπῳδὸς κώλων ἐστὶν ἕνδεκα. τὸ α΄ προσοδικὸν δωδεκάσημον. τὸ β΄ μονόμετρον ἰωνικόν ἢ ἀναπαιστικόν. τὸ γ΄ τρίμετρον δακτυλικὸν ἀκατάληκτον. τὸ δ΄ Εὐριπίδειον. τὸ ε΄ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ ς΄ ὅμοιον τῷ Ἐρασμονίδη Χαρίλαε. τὸ ζ΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ η΄ Εὐριπίδειον. τὸ θ΄ προσοδικὸν δωδεκάσημον. τὸ ι΄ Εὐριπίδειον. τὸ ια΄ ἴαμβος.

Inscr. Γέγραπται Μελίσσῳ Θηβαίῳ. οὗτος ἐνίκησεν Ἴσθμια καὶ Νέμεα, πρόσκειται δὲ τῇ ᾠδῇ ἵπποις διὰ τὸ μὴ δηλοῦν τὸν Πίνδαρον τὸ τοῦ ἀγωνίσματος εἶδος, πότερον κέλητι ἢ τεθρίππῳ· μόνον δὲ ἱπποδρομίᾳ λέγει ἐστεφανῶσθαι.

εἴ τις ἀνδρῶν εὐτυχήσαις: ὁ λόγος· εἴ τις εὐτύχησεν ἐν ἄθλοις ἢ ἐν πλούτῳ, ὡς τὸν ἐν εὐπραγήμασι δύνασθαι φέρειν κόρον μὴ ἐξυβρίζων, ἄξιός ἐστιν εὐλογεῖσθαι ὑπὸ τῶν πολιτῶν. διατί δὲ, αὐτὸς ἐποίσει.

Ζεῦ, μεγάλαι δ᾿ ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθεν: ἐκ σέθεν εὐτυχοῦσιν οἱ ἄνθρωποι· καὶ γὰρ οὐ δι᾿ αὐτούς, ἀλλὰ διὰ θεῶν πρόνοιαν· ἐξ ὧν αὐτοῖς καὶ μεγάλαι ἀρεταὶ ἕπονται.

a. ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων: ὄπις μὲν ἡ τοῦ μέλλοντος ἐπιστροφὴ καὶ τοῦ μετὰ ταῦτα ἐσομένου. Ὅμηρος (ξ 82)· οὐκ ὄπιδα φρονέοντες.

b. ὁ δὲ λόγος· ζῇ δὲ ἐπὶ πλείονα χρόνον ὁ ὄλβος καὶ συναυξανόμενος παραμένει τοῖς ὀπιζομένοις καὶ ἐντρεπομένοις· κομίζονται γὰρ ἀντὶ τῶν πόνων ἐπαίνους οἱ μὴ ὑπεροπτικοί· τοῖς δὲ σκολιόφροσι καὶ παρανόμοις ἀνθρώποις οὐχ ὁμοίως ἀκολουθεῖ ὁ ὄλβος.

c. οἷον οὐδέποτε ὁμιλήσει τοῖς κακοῖς ἡ θάλλουσα εὐδαιμονία.

εὐκλέων δ᾿ ἔργων ἄποινα: τῶν δὲ εὐδόξων κατορθωμάτων, φησίν, ἀμοιβὴν τοῖς ἀγαθοῖς προσήκει τὸν ἐγκωμιαστικὸν λόγον παρασχεῖν, χρὴ δὲ τὸν τοιοῦτον ὑψῶσαι καὶ μετεωρίσαι ταῖς χάρισιν.

ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ μοῖρα: ἔστι δὲ καὶ διπλῶν ἄθλων καὶ νικῶν τῷ Μελίσσῳ μερὶς, ὥστε πρὸς εὐφροσύνην γλυκυτάτην τρέψαι αὐτοῦ τὴν ψυχήν· τοῦτο μὲν ἐν τοῖς βασίμοις τόποις τοῦ Ἰσθμοῦ δεξαμένῳ τοὺς στεφάνους, ἀντὶ τοῦ νικήσαντι ἐν τῷ Ἰσθμῷ· τὰ δέ ἐστιν ἐν τῇ κοίλῃ καὶ βαθυστέρνῳ νάπῃ τοῦ λέοντος, τουτέστι τῇ Νεμέᾳ, ἵππων δρόμῳ νικήσαντι. ἀνεκήρυξε γὰρ Θήβην, φησί. τοῦτο οὖν λέγει ὡς καὶ Ἴσθμια καὶ Νέμεα νενικηκότος αὐτοῦ ἱπποδρομίᾳ.

ἴστε μὰν Κλεωνύμου: γινώσκετε μὴν τὴν περὶ τὰ ἅρματα τοῦ Κλεωνύμου ἀρχαιοτάτην ἀρετήν τε καὶ δόξαν. τούτου δὲ τοῦ Κλεωνύμου ὡς προγόνου τοῦ Μελίσσου κατὰ πατέρα μέμνηται· ὁ μὲν γὰρ πατὴρ αὐτοῦ Τελεσιάδας ἐστίν. ἐν δὲ τῇ ἑξῆς ᾠδῇ καθόλου τοὺς συγγενεῖς αὐτοῦ Κλεωνυμίδας κέκληκε.

a. καὶ ματρόθεν Λαβδακίδαισι σύννομοι: ὡς κατὰ μητέρα ἀπὸ Λαβδάκου καὶ Οἰδίποδος τοῦ Κλεωνύμου ὄντος. διό φησι· καὶ μητρόθεν σύννομοι πλούτου. τὸ γὰρ πρὸς μητρὸς τοῦ Μελίσσου καὶ Κλεωνύμου γένος συνάπτεται τοῖς Λαβδακίδαις διαπρέψασι κατὰ τὴν ἡνιοχικήν.

b. τὸ δὲ σαφές· τὸ δὲ μητρῷον γένος εἰς τοὺς Λαβδακίδας ἀνάγονται, καὶ κοινωνοὶ τῆς ἐκείνων ὄντες εὐδοξίας πλοῦτον ἱκανὸν περ εκτῶντο ἅρμασιν ἀγωνιζόμενοι. τὸ γὰρ πλούτου διέστιχον ἀντὶ τοῦ διὰ πλούτου ἤρχοντο, τουτέστι πλοῦτον ἐκτῶντο.

αἰὼν δὲ κυλινδομέναις ἁμέραις: ὑποφαίνει διὰ τούτων ὡς ποικίλαις χρωμένων τύχαις τῶν τοῦ Μελίσσου προγόνων. ὁ γὰρ βίος, φησίν, ἐν ταῖς ἡμέραις εἱλούμενος καὶ ἐν τοῖς ἐνιαυτοῖς ἀλλοίας καὶ ἀλλοίας ἀπογεννᾷ περιστάσεις. ἴσως μὲν οὖν εἰς τὰ ἐπὶ τοῖς Λαβδακίδαις τεθρυλλημένα ἀποβλέπει, ἄμεινον δὲ εἰς τὰ ἐν τῇ ἑξῆς ᾠδῇ λεγόμενα· τέσσαρας γάρ φησι κατὰ πόλεμον συγγενεῖς τοῦ Μελίσσου τελευτῆσαι.

a. ἄτρωτοί γε μὰν παῖδες θεῶν: ἀντὶ τοῦ οἱ θεοὶ, ὡς καὶ παῖδες Ἑλλήνων οἱ Ἕλληνες.

b. ὁ δὲ νοῦς· μόνοι θεοὶ οὐκ ἔχουσι μεταβολὴν εἰς κακόν· ἄτρωτοι γὰρ οὗτοι· τὰ δὲ τῶν ἀνθρώπων εὐμεταπτωτά φησιν εἶναι.

Scholia in Isthmionicarum carmen IV.

[*]()Τοῦ τετάρτου εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος καὶ ἡ ἐπῳδὸς ταὐτὸ μέτρον ἔχει τῷ τρίτῳ.

a. Ἔστι μοι θεῶν ἕκατι μυρία: θεῶν, τῶν Μουσῶν καὶ τοῦ Ἀπόλλωνος.

b. ἢ τῶν θεῶν προνοίᾳ ἐστί μοι μυρία ὁδὸς εἰς τοὺς ὕμνους· πολλάς φησιν ἔχειν εὐμηχανίας καὶ ἀφορμὰς εἰς τοὺς τοῦ Μελίσσου ἐπαίνους διὰ τὸ νικῆσαι τὰ Ἴσθμια.

c. ὁ δὲ νοῦς οὕτως· τῶν Μουσῶν ἐπιτρεπουσῶν |[*]() ἐστί μοι πανταχοῦ οὐ προσάντης ἀλλ᾿ εὐμαρὴς ἡ τῶν ὕμνων ὁδὸς, ὦ νικηφόρε· τὰ γὰρ Ἴσθμια νικήσας εὐμηχανίας πεποίηκας τῷ ὕμνῳ |[*]() ἀνυμνεῖν τὰς προγονικὰς ὑμῶν ἀρετάς.

a. αἷσι Κλεωνυμίδαι: Κλεωνυμίδας κέκληκε τοὺς προγόνους τοῦ Μελίσσου ἀπὸ προγόνου τινὸς Κλεωνύμου. τροπικῶς δὲ τὰ περὶ τῆς τύχης συμπτώματα οὕτω φησί· προεῖπον δὲ ὡς τῆς βασιλείας ἐξέπεσόν ποτε.

b. ὁ δὲ νοῦς· αἷς ταῖς ἀγωνιστικαῖς ἀρεταῖς οἱ σοὶ πρόγονοι διηνεκῶς λάμποντες εὐδαιμονίᾳ τύχης τὸ θνητὸν διαπορεύονται τοῦ βίου τέλος.

a. ἄλλοτε δ᾿ ἀλλοῖος οὖρος: ὅμοιόν ἐστι τῷ αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ᾿ ἄλλοτ᾿ ἐξάλλαξε (III 18)· καὶ γὰρ ἐκ τούτων ὑποφαίνει τὴν περὶ τὸν οἶκον τοῦ Μελίσσου δυσπραγίαν. b. ὁ δὲ νοῦς οὕτως· ἄλλοτε ἀλλοῖος καὶ οὐχ ὁ αὐτὸς παρὰ τῆς τύχης ἄνεμος ἐπιπνεύσας πάντας ἀνθρώπους συμφέρεσθαι πράγμασι παρέχει.

a. τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται: τουτέστιν ἄνωθεν ἔτι ἐπίτιμοί εἰσιν οἱ Κλεωνυμίδαι διὰ τὸ Λαβδακίδαι εἶναι καὶ προξενίαν παρέχειν τοῖς περιοίκοις.

b. ὁ δὲ νοῦς οὕτως· οἱ μὲν οὖν σοὶ πρόγονοι ἄνωθεν καὶ ἐξ ἀρχῆς διαβεβόηνται κατὰ τὰς Θήβας ἐπίτιμοι καὶ ἔνδοξοι γεγονέναι πάντων τῶν ἐνοικούντων ξενισταὶ τῆς τε θορυβώδους ὕβρεως παντελῶς ὄντες ἀλλότριοι.

c. Χρύσιππος οὖν· πιθανῶς τὴν ὕβριν κελαδεινὴν εἴρηκε διὰ τὸ λάλους εἶναι τοὺς ὑβριστάς.

d. τὸ δὲ ὀρφανοὶ οἷον ἐστερημένοι ὕβρεως, οὐκ ὄντες ὑβρισταί, ἀλλὰ πᾶν τοὐναντίον ἥμεροι καὶ ἐπιεικεῖς.

a. ὅσσα δ᾿ ἐπ᾿ ἀνθρώπους ἄηται μαρτύρια: ὅσα δὲ φέρεται ἐπὶ τοὺς ζῶντας ἀνθρώπους καὶ τεθνηκότας μαρτύρια ἀρετῆς, κατὰ πᾶν τέλος τούτων ἐπέψαυσαν, φησί, Κλεωνυμίδαι.

b. ἄλλως. ὁπόσα δὲ ἐν ἀνθρώποις φέρεται τῶν τετελευτηκότων καὶ τῶν ζώντων τῆς μεγίστης εὐδοξίας μαρτύρια, ταῦτα οὗτοι ἐν παντὶ πράγματι ἀναδεξάμενοι φαίνονται.

c. ἢ οὕτως· εἴ τις καὶ πρὶν τεθνηκὼς ἢ νῦν ὢν ἔσχεν ἐξαίρετόν τι, τοῦτο ἔσχον.

a. ἀνορέαις δ᾿ ἐσχάταισι: ταῖς δ᾿ ἀρεταῖς αὐτῶν ἀπὸ τῶν Θηβῶν μέχρις Ἡρακλείων στηλῶν τὸ κλέος διῖκται· οἷον ἄχρι περάτων κατὰ πάντα τρόπον κεκήρυκται αὐτῶν ἡ ἀνδρεία.

b. ὁ δὲ νοῦς· ταῖς οἰκείαις δὲ ἀρεταῖς καὶ τῶν Ἡρακλείων ἅπτονται στηλῶν, καὶ προσήκει ταύτης τῆς ἀρετῆς μὴ ζητεῖν μείζονα.

c. ὁ δὲ Χρύσιππος οὕτως· αἱ δ᾿ ἀνδρεῖαι ὑμῶν καὶ ἐν οἴκῳ διαφαίνονται καὶ μέχρι τῶν Ἡρακλείων στηλῶν διϊκνοῦνται.

d. στήλαις δὲ εἶπεν ἀντὶ τοῦ στηλῶν, ὡς καὶ στεφάνοισι θίγον (J. I 18?) ἀντὶ τοῦ στεφάνων.