Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. ἐν Κρίσᾳ δ᾿ εὐρυσθενής: τοῦτό φησιν ὡς τὰ Πύθια νενικηκότος αὐτοῦ· ἡ γὰρ Κρίσα τῆς Φωκίδος ἐστὶ χωρίον.

b. ὁ δὲ νοῦς· ἐν δὲ τῇ Κρίσᾳ εὐμενῶς ὁ Ἀπόλλων ἐθεάσατο τὸν Ξενοκράτην, καὶ ἀγωνιζομένῳ τὴν νίκην ἐδωρήσατο.

a. καὶ τόθι κλειναῖς Ἐρεχθειδᾶν χαρίτεσσι: καὶ ὅπου ταῖς ἐνδόξοις, φησί, τῶν Ἀθηναίων χάρισιν ἡρμοσμένος, ἐν ταῖς εὐδαίμοσιν Ἀθήναις, οὐκ ἐμέμψατο τὴν ἡνιοχικὴν χεῖρα.

b. ἄλλως. τοπικῶς, ἐν ἐκείνῳ τῷ τόπῳ. ἐν ταῖς Ἀθήναις, ὁ ταῖς χάρισιν ἡρμοσμένος Ἀπόλλων, ἀπὸ κοινοῦ γὰρ τοῦτο, οὐκ ἐμέμφθη τὴν ῥυσίδιφρον χεῖρα ὑπὸ τοῦ πληξίππου φωτὸς, τουτέστι τοῦ Θήρωνος. ὁ γὰρ Νικόμαχος Ἀθηναῖος ὢν ἀμφοτέροις ἡνιόχει, Θήρωνι καὶ Ξενοκράτει. ἐπὶ μὲν οὖν τοῦ Ξενοκράτους οὐχ οἷόν τε ἀκούειν· οὐ γὰρ ἀνῄρητο Ὀλυμπικὴν νίκην, ἀλλ᾿ ὁ Θήρων. κοινοποιεῖ δὲ τὰς νίκας ἀμφοῖν ὁ Πίνδαρος συνήθως αὐτῷ. τὸν δὲ Νικόμαχόν φησιν ἀρηρέναι ταῖς λιπαραῖς Ἀθήναις, παρόσον Ἀθηναῖος ἦν· ὃν διὰ τὸ φιλοφρονήσασθαι τοὺς Ἠλείων σπονδηφόρους Ἀθήναζε ἥκοντας ἀντησπάζοντο Ἠλεῖοι παρ᾿ αὐτοῖς, ὅτε Θήρωνι ἡνιόχει.

[*]()ῥυσίδιφρον χεῖρα: ἀπὸ μέρους, ἀντὶ τοῦ ῥᾳδίως καὶ ἀμεταγώγως τὰς ἡνίας εὐθύνοντα.

a. ὅν τε καὶ κάρυκες ὡρᾶν: ὅντινα τὸν νικηφόρον οἱ κήρυκες, φησίν, οἱ τὸν καιρὸν καὶ τὴν ὥραν τοῦ Ὀλυμπιακοῦ ἀγῶνος κηρύσσοντες καὶ σπονδηφόροι ὄντες τοῦ ἐν Ἤλιδι Διὸς, ἐγνώρισαν προπαθόντες τι ἡδὺ παρ᾿ αὐτοῦ διὰ τὸ φιλόξενον τῆς ὑποδοχῆς, καὶ τῇ ἡδείᾳ αὐτῶν φωνῇ ἠσπάζοντο τὸν Ξενοκράτην τῆς τιμίας Νίκης τοῖς γόνασι προσελθόντα· ἐκ δὲ τούτου, νικῶντα. ἠσπάζοντο δὲ κατὰ τὴν Ὀλυμπιακὴν αὐτῶν γῆν, ἥντινα καλοῦσιν Ὀλυμπίου Διὸς ἄλσος, ἔνθα ταῖς ἀθανάτοις τῆς νίκης τιμαῖς καὶ οἱ τοῦ Αἰνησιδάμου παῖδες Θήρων καὶ Δεινομένης ἐμίγησαν.

b. ἄλλως. οἱ κήρυκες, οἳ τὰς ὥρας καὶ τὸν καιρὸν τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ἐκήρυσσον, καθ᾿ ἃς ἐτελεῖτο.

Ζηνὸς Ἀλεῖοι: τοῦ Ἠλείου Διὸς, τοῦ ἐν Ἤλιδι τιμωμένου. Ἦλις δὲ χώρα τῆς Ὀλυμπίας.

φιλόξενον ἔργον: ὑπεδέξατο γὰρ αὐτοὺς καὶ φιλοξένως ἐξένισεν.

[*]()ἵν᾿ ἀθανάτοις Αἰνησιδάμου: Αἰνησιδάμου παῖδες Θήρων καὶ Δεινομένης, ὧν κυρίως μνημονεύει ὡς Σικελιωτῶν τυράννων· Σικελιώτης δὲ ὁ νικηφόρος.

a. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι: καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν εἰσιν οἱ οἶκοι, ἀντὶ τοῦ ἄπειροι, ὦ Θρασύβουλε, οὔτε ὕμνων ἐπεράστων οὔτε ὑψηλῶν ᾠδῶν· πάλιν δὲ ἐκ τούτου ὕμνων φησίν.

b. ἄλλως. ἤτοι περιφραστικῶς αὐτὴν τὴν Ὀλυμπίαν δόμους εἶπεν, ἢ οὐκ ἀγνῶτες ὑμῶν εἰσιν οἱ δόμοι τῆς φιλοξενίας, ὅπερ ἄμεινον.

c. τὸ δὲ ἐντί ἀντὶ τοῦ εἰσί Δωρικῶς.

a. οὐ γὰρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνεται: οὐ τραχεῖα, φησίν, ἡ ὁδὸς γίνεται τοῖς τοὺς ἐνδόξους ἐπαινοῦσιν ἄνδρας, τοὐναντίον δὲ ῥᾴδιος καὶ εὐεπίφορος· αὐτοὶ γὰρ ἀφορμὰς εἰς τοὺς ἐπαίνους διδόασι.

b. τιμὰς γὰρ Ἑλικωνιάδων τὰς τῶν Μουσῶν φησι, τουτέστι τοὺς ὕμνους καὶ τὰς ᾠδάς.