Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. ὃς φᾶ κτεάνων θ᾿ ἅμα λειφθεὶς καὶ φίλων: ὅστις ὁ Ἀριστόδημος ἀπεφθέγξατο τὸ τοιοῦτον, ἅμα τε τοῦ πλούτου καὶ τῶν φίλων στερηθείς.

b. ἔνιοι δὲ οὕτως ἀκούουσιν· ὅστις Ἀριστόδημος τῶν χρημάτων ἐνδεὴς γενόμενος καὶ τῶν φίλων ἐστερήθη.

a. ἐσσὶ γὰρ ὦν σοφός· οὐκ ἄγνωτ᾿ ἀείδω: ταῦτα οἱ περὶ Καλλίστρατον συνεργεῖν φασιν ἑαυτοῖς· φανερὸν γὰρ ὡς μισθὸν αἰτῶν τὸν Θρασύβουλον τό τε ἀπόφθεγμα προήνεγκε τὸ περὶ τῶν χρημάτων καὶ προσεπιλέγει· οὐκ ἀγνῶτ᾿ ἀείδω, σοφὸς γὰρ εἶ καὶ συνήσεις πρὸς τί ταῦτα εἴρηται. ἔνιοι δὲ τὸ ἄγνωτα προπαροξύνοντες οὐ κατὰ συναλοιφὴν ἀκούουσιν ἀντὶ τοῦ οὐκ ἀγνῶτι ἀείδω, ἀλλ᾿ ἐπὶ αὐτοῦ καὶ τῆς Ἰσθμικῆς φασὶν αὐτὸν νίκης λέγειν· οὐ περὶ ἀγνώτων, φησίν, ᾄδω. ὁ δὲ Δίδυμος μειοῦσθαί φησι τὸ ἀξίωμα τοῦ ποιητοῦ, εἰ μηδέπω τοῦ ἐπινίκου συντεταγμένου γνώριμός ἐστιν ἡ τοῦ Ξενοκράτους νίκη· ἔμπαλιν γὰρ ὁ Πίνδαρος ἀφανεῖς καὶ ἀδόξους φησὶν εἶναι τὰς νίκας, εἰς ἃς αὐτὸς μηδὲν γέγραφε. γελοίως.

b. ὁ δὲ νοῦς· τυγχάνεις οὖν σοφὸς, ὦ Ξενόκρατες, καὶ συνορᾷς τὸ τοῦ λόγου αἴνιγμα· οὐ γὰρ ἄγνωστα λέγω. εἶτα ἀπὸ κοινοῦ τὸ ἀείδω· ᾄδω καὶ τὴν Ἰσθμιακὴν νίκην, ἣν τοῖς ἵπποις ἀγωνιζομένῳ τῷ Ξενοκράτει ὁ Ποσειδῶν δωρησάμενος, ἀπὸ Κορινθιακῶν αὐτῷ σελίνων στέφανον αὐτοῦ ταῖς κόμαις ἐπιτεθῆναι παρέσχετο, τιμῶν τὸν ἱππικώτατον ἄνδρα δόξαν καὶ φῶς ὄντα τῷ τῶν Ἀκραγαντίνων δήμῳ. ἀπὸ δὲ τοῦ πρὸς αὐτὸν λόγου εἰς τὸν περὶ αὐτοῦ κατηνέχθη.

c. Δωρίων οὖν στεφάνων φησὶν ἀντὶ τοῦ τῶν Ἰσθμίων, Δωριεῖς ἐπείπερ ἐπῴκησαν τὴν Πελοπόννησον.

d. ἢ Δωρίων σελίνων τῶν Κορινθιακῶν, ὅτι Δωριεῖς ἐπῴκησαν τὴν Κόρινθον, ἡ δὲ Κόρινθος πύλαι τῆς Πελοποννήσου· Ἀλήτην γὰρ αὐτήν φασιν οἰκίσαι, ὅθεν καὶ Ἀλητίδαι οἱ Κορίνθιοι.

e. τοῖς [οὖν] τὰ Ἴσθμια ἀγωνιζομένοις σέλινον ξηρὸν ὁ στέφανος, ὑγρὸν δὲ τοῖς τὰ Νέμεα.

[*]()a. ἐν Κρίσᾳ δ᾿ εὐρυσθενής: τοῦτό φησιν ὡς τὰ Πύθια νενικηκότος αὐτοῦ· ἡ γὰρ Κρίσα τῆς Φωκίδος ἐστὶ χωρίον.

b. ὁ δὲ νοῦς· ἐν δὲ τῇ Κρίσᾳ εὐμενῶς ὁ Ἀπόλλων ἐθεάσατο τὸν Ξενοκράτην, καὶ ἀγωνιζομένῳ τὴν νίκην ἐδωρήσατο.

a. καὶ τόθι κλειναῖς Ἐρεχθειδᾶν χαρίτεσσι: καὶ ὅπου ταῖς ἐνδόξοις, φησί, τῶν Ἀθηναίων χάρισιν ἡρμοσμένος, ἐν ταῖς εὐδαίμοσιν Ἀθήναις, οὐκ ἐμέμψατο τὴν ἡνιοχικὴν χεῖρα.

b. ἄλλως. τοπικῶς, ἐν ἐκείνῳ τῷ τόπῳ. ἐν ταῖς Ἀθήναις, ὁ ταῖς χάρισιν ἡρμοσμένος Ἀπόλλων, ἀπὸ κοινοῦ γὰρ τοῦτο, οὐκ ἐμέμφθη τὴν ῥυσίδιφρον χεῖρα ὑπὸ τοῦ πληξίππου φωτὸς, τουτέστι τοῦ Θήρωνος. ὁ γὰρ Νικόμαχος Ἀθηναῖος ὢν ἀμφοτέροις ἡνιόχει, Θήρωνι καὶ Ξενοκράτει. ἐπὶ μὲν οὖν τοῦ Ξενοκράτους οὐχ οἷόν τε ἀκούειν· οὐ γὰρ ἀνῄρητο Ὀλυμπικὴν νίκην, ἀλλ᾿ ὁ Θήρων. κοινοποιεῖ δὲ τὰς νίκας ἀμφοῖν ὁ Πίνδαρος συνήθως αὐτῷ. τὸν δὲ Νικόμαχόν φησιν ἀρηρέναι ταῖς λιπαραῖς Ἀθήναις, παρόσον Ἀθηναῖος ἦν· ὃν διὰ τὸ φιλοφρονήσασθαι τοὺς Ἠλείων σπονδηφόρους Ἀθήναζε ἥκοντας ἀντησπάζοντο Ἠλεῖοι παρ᾿ αὐτοῖς, ὅτε Θήρωνι ἡνιόχει.

[*]()ῥυσίδιφρον χεῖρα: ἀπὸ μέρους, ἀντὶ τοῦ ῥᾳδίως καὶ ἀμεταγώγως τὰς ἡνίας εὐθύνοντα.

a. ὅν τε καὶ κάρυκες ὡρᾶν: ὅντινα τὸν νικηφόρον οἱ κήρυκες, φησίν, οἱ τὸν καιρὸν καὶ τὴν ὥραν τοῦ Ὀλυμπιακοῦ ἀγῶνος κηρύσσοντες καὶ σπονδηφόροι ὄντες τοῦ ἐν Ἤλιδι Διὸς, ἐγνώρισαν προπαθόντες τι ἡδὺ παρ᾿ αὐτοῦ διὰ τὸ φιλόξενον τῆς ὑποδοχῆς, καὶ τῇ ἡδείᾳ αὐτῶν φωνῇ ἠσπάζοντο τὸν Ξενοκράτην τῆς τιμίας Νίκης τοῖς γόνασι προσελθόντα· ἐκ δὲ τούτου, νικῶντα. ἠσπάζοντο δὲ κατὰ τὴν Ὀλυμπιακὴν αὐτῶν γῆν, ἥντινα καλοῦσιν Ὀλυμπίου Διὸς ἄλσος, ἔνθα ταῖς ἀθανάτοις τῆς νίκης τιμαῖς καὶ οἱ τοῦ Αἰνησιδάμου παῖδες Θήρων καὶ Δεινομένης ἐμίγησαν.

b. ἄλλως. οἱ κήρυκες, οἳ τὰς ὥρας καὶ τὸν καιρὸν τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ἐκήρυσσον, καθ᾿ ἃς ἐτελεῖτο.

Ζηνὸς Ἀλεῖοι: τοῦ Ἠλείου Διὸς, τοῦ ἐν Ἤλιδι τιμωμένου. Ἦλις δὲ χώρα τῆς Ὀλυμπίας.

φιλόξενον ἔργον: ὑπεδέξατο γὰρ αὐτοὺς καὶ φιλοξένως ἐξένισεν.