Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. εἰ δ᾿ ἀρεταί: ὅτι ἀρεταὶ κατάκειται εἴρηκεν ἐπιζεύξας πληθυντικῷ ἑνικὸν ῥῆμα τὸ κατάκειται. καὶ ὅτι ὀργὰν τὸ ἦθος λέγει.

b. εἰ δ᾿ ἀρετὰ κατάκειται: Ἀρίσταρχος σὺν τῷ ι γράφει καὶ περισπᾷ, καὶ Ἀττικὴν δέχεται τὴν σύνταξιν, ἵν᾿ ᾖ ὁ λόγος· εἰ τῇ ἀρετῇ κατάκειται πάντα τρόπον, ἔν τε τῷ πονεῖν αὐτὸν τῷ ἰδίῳ σώματι καὶ τῷ δαπανᾶν, τῷ μὲν δαπανᾶν καθόσον ἱπποτρόφησε, τῷ δὲ πονεῖν καθόσον ἡνιόχει· χρὴ τοῖς εὑροῦσι τὴν τοιαύτην ἀρετὴν τὸν ἀγήνορα κόμπον μὴ φθονεραῖσι γνώμαις φέρειν, τουτέστι τὸ σεμνὸν αὐτῶν καύχημα μὴ φθονερῶς φέρειν, ἀλλ᾿ ἐπαινεῖν.

c. ἔνιοι δὲ οὕτως· εἰ οὖν ἐν ἀρετῇ κεῖται καὶ δαπανῶν καὶ πονῶν, δεῖ τοῖς εὑροῦσι τὴν τοιαύτην ἀρετὴν μὴ φθονεῖν μηδὲ βασκάνους ἐπιφέρειν λόγους.

d. ἔστι δὲ ἄκυρον τὸ μίν.

[*]()χρή μιν εὑρόντεσσι: καὶ ταῦτα περὶ Ἡροδότου τοῦ λόγου ὄντος, καὶ ἐπαναλαμβάνοντος τοῦ Πινδάρου τὴν ἀρετὴν τοῦ Ἡροδότου. ἔνιοι δὲ πληθυντικῶς ἀναγινώσκουσιν, εἰ δὲ ἀρεταὶ κατάκειται, κατὰ τὴν Πινδάρου συνήθειαν, ἵν᾿ ᾖ· εἰ αἱ ἀρεταὶ |[*]() κατάκεινται κατὰ πάντα τρόπον ἐν δυσὶ τούτοις, πόνῳ καὶ δαπάνῃ, χρὴ αὐτόν, τὸν Ἡρόδοτον, ἐπαινεῖν καὶ μὴ φθονεῖν· ἢ χωρὶς τοῦ ἰῶτα· εἰ ἀρετὰ |[*]() κατάκειται· ὃ καὶ μᾶλλον. βέλτιον δέ φησιν ὁ Δίδυμος τὸ |[*]() εὑρόντεσσιν ἀγάνορα κόμπον ἐπὶ τῶν ἐπαινούντων τοὺς νενικηκότας ἀκούειν, ἵν᾿ ᾖ· προσήκει τοῖς |[*]() εὑρόντεσσι τὸν ἀγάνορα κόμπον, τουτέστι τὸν ὕμνον εἰς τοὺς δαπάνῃ καὶ ἔργῳ κεκτημένους τὴν ἀρετὴν μὴ φθονεῖν· ὥστε καὶ τὸν Πίνδαρον μὴ δεῖν φθονεῖσθαι διὰ τοὺς εἰς τὸν Ἡρόδοτον ἐπαίνους. λέγοι δ᾿ ἂν ἀγάνορα κόμπον τὸν ἐκ τῶν ἀγαθῶν ἔπαινον τὸν ἐκ τῶν ποιημάτων· τοῦτο δὲ σαφὲς ἐκ τοῦ ἐπιφερομένου [*]()· ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ· σοφὸν δ᾿ ἂν εἴη λέγων καὶ τὸν τοὺς ἀγαθοὺς ἐπαινοῦντα.

b. τῷ γὰρ σοφῷ κούφη ἐστὶ δόσις, φησίν, ἀντὶ παντοίων μόχθων ἐπαινέσαντα τὸ κοινῇ νομιζόμενον καλὸν ἀνορθῶσαι.

c. κούφα δόσις ἀνδρὶ σοφῷ: ἐπεὶ τῷ σοφῷ ἀνδρὶ ῥᾳδία, φησί, καὶ ἀνεπαχθής ἐστιν ἡ τῶν λόγων δόσις. κοινὸν δὲ καλὸν τὸν ἔπαινόν φησιν· ἐπιδιατείνει γὰρ εἰς τοὺς ἐκτός. κόσμος γάρ ἐστι καὶ τῶν ἄλλων πολιτῶν τὸ περὶ ἕνα γινόμενον ἐγκώμιον.