Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

Ἰφικλέος μὲν παῖς: τὸ ἑξῆς· ὁ μὲν τοῦ Ἰφικλέος παῖς Ἰόλαος πολίτης ὢν Θηβαίοις, ὁ δὲ τοῦ Τυνδάρεω Κάστωρ ἐν τοῖς Ἕλλησι τὴν ἐπίδοξον καὶ ὑψηλοτάτην οἰκῶν Λακεδαίμονα, καὶ ἀπὸ κοινοῦ τὸ ἐπίδοξοι ὤφθησαν.

Σπαρτῶν γένει: οἱ γὰρ ὑπὸ Σπαρτῶν ὑπολειφθέντες οἰκισταὶ τῶν Θηβαίων γεγόνασιν, Ὑπερήνωρ, Χθόνιος, Πέλωρος, Οὐδαῖος, Ἐχίων.

a. ὑψίπεδον Θεράπνας οἰκέων ἕδος: Θεράπνης. τῆς Λακεδαίμονος· Θεράπνη γὰρ κώμη αὐτόθι. τὸ δὲ ὑψίπεδον ἕδος δοκεῖ ἐναντίως εἰρῆσθαι τῷ Ὁμηρικῷ. φησὶ γάρ (δ 1)· οἳ δ᾿ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν. ἀλλ᾿ ἀπολυσόμεθα οὕτως· ὑψίπεδος ἡ Λακεδαίμων καθ᾿ ἑαυτήν. κοίλη δὲ ὡς πρὸς τὰς πλησίον πόλεις· ἢ ὑψίπεδον αὐτήν φησι διὰ τὰς τῶν οἰκούντων ἀρετάς τε καὶ εὐδοξίας.

b. ἄλλως. τουτέστι Σπαρτιάτης ὤν· ἡ γὰρ Θεράπνη τῆς Σπάρτης. Ἀχαιοὺς δὲ εἴρηκε τοὺς Σπαρτιάτας, ἐπειδὴ πρότερον οἱ Ἀχαιοὶ τὴν Σπάρτην ᾤκουν, αὖθις δὲ τῶν Ἡρακλειδῶν μετὰ Δωριέων ἀφικομένων Δωριεῖς προσωνομάσθησαν.

c. ἰστέον ὅτι τῆς Λακωνικῆς ἐν Θεράπναις τὸ ἱερόν ἐστι τῶν Διοσκούρων.

a. χαίρετ᾿· ἐγὼ δέ: ὁ λόγος παρὰ τοῦ Πινδάρου πρὸς τοὺς ἥρωας.

b. τὸ δὲ ἑξῆς· ἱλήκοιτε, ὦ ἥρωες, ἐγὼ δὲ τῷ Ποσειδῶνι καὶ τῇ Ἰσθμῷ τῇ θείᾳ καὶ τῷ Ὀγχηστῷ τὸν ὕμνον ἐπιμελῶς παρέχων ἐν ταῖς τιμαῖς καὶ τοῖς κατορθώμασι τοῦ νικηφόρου ὑμνήσω τοῦ πατρὸς αὐτοῦ Ἀσωποδώρου τὴν εὐδαιμονίαν. Ὀγχηστὸς δὲ τῆς Βοιωτίας χωρίον πάραλον ἀνιερωμένον Ποσειδῶνι, ὡς καὶ Ὅμηρος μαρτυρεῖ (Β 506)· Ὀγχηστόν θ᾿ ἱερὸν, Ποσειδήϊον ἀγλαὸν ἄλσος.

c. ἀϊόνεσσι δὲ εἶπεν, ἐπειδὴ παράκειται τῇ Ὀγχηστῷ πόλει τῆς Βοιωτίας ἡ Κωπαῒς λίμνη.

[*]()περιστέλλων ἀοιδάν: θεραπεύων τὸν ὕμνον, τουτέστιν ἐπιμελείας καὶ σπουδῆς ἀξιῶν.

[*]()a. Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν: προείρηται (sch. inser.), ὅτι αὐτὸς μὲν Θηβαῖος, ὁ δὲ πατὴρ Ὀρχομένιος.

b. ἢ οἱ μὲν τοῦ πατρὸς γονεῖς Ὀρχομένιοι, ὁ δὲ πατὴρ Θηβαῖος διὰ τὸ ἐκεῖ γεννηθῆναι.

c. ἢ Ὀρχομένιος διὰ τὸ οἷον ὑπὸ μητρὸς δεχθῆναι ἐκπεσόντα· ἡ γὰρ μήτηρ Ὀρχομενία, ὁ δὲ πατὴρ Θηβαῖος.

[*]()d. Τζέτζου. ἄνθρωπε σίγα, μὴ μάτην λαβροστόμει· Θηβῶν μέν ἐστιν Ὀρχομενὸς ἡ πόλις, ἐγκωμίου τρόπῳ δὲ Θηβαῖον γράφει.

a. ἅ νιν ἐρειδόμενον: φυγαδευθεὶς γὰρ ὁ Ἀσωπόδωρος Θήβηθεν ἐν Ὀρχομενῷ ἐπολιτογραφήθη.

b. ἄλλως. ναυαγήσας ὁ Ἀσωπόδωρος ἐν Ὀρχομενῷ ἐξερρίφη.

b. ἅ νιν ἐρειδόμενον ναυαγίαις: ἥτις ἡ Ὀρχομενὸς αὐτόν, ἐπὶ ταύτης γὰρ ὁ λόγος, βαρυνόμενον ἐπὶ τῆς ναυαγίας ἐδέξατο· ἀλληγορεῖ δὲ τὴν ἔκπτωσιν θαλάσσῃ καὶ χειμῶνι παραβάλλων. ἀμφίβολον δέ, φησίν, ἐστὶν, ὁ Δίδυμος, πότερον τὸν Ἡρόδοτον ἢ τὸν Ἀσωπόδωρον λέγει· δύναται γὰρ ἐπ᾿ ἀμφοτέρων ἀκούεσθαι.

a. συντυχίᾳ: καὶ Αἰσχύλος (Prom. 1015) τὴν δυστυχίαν χειμῶνα καὶ τρικυμίαν λέγει.

b. τῇ φυγῇ κοινὸν γὰρ ἡ συντυχία.