Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. λάμπει δὲ σαφὴς ἀρετά: ἀντὶ τοῦ σαφῶς ἐπιρρηματικῶς.

b. τὸ δὲ ἑξῆς· λάμπει δὲ σαφῶς ἡ ἀρετὴ ἔν τε γυμνικοῖς σταδίοις καὶ ἐν τοῖς τῶν ὁπλιτῶν δρόμοις, ὡς πᾶν ἀγώνισμα τούτων ἀγωνισαμένων. ἐπισυλληπτικῷ δὲ κέχρηται τῷ σχήματι· ἐν γὰρ τῷ ἐπὶ Πελίᾳ ἀγῶνι ὁ Ἰόλαος τὸν ὁπλίτην νικᾷ, ὃ κοινὸν ἐπ᾿ ἀμφοτέρων ἔθηκεν· ὁ δὲ Κάστωρ τὰ δευτερεῖα ἔλαβε δισκεύων καὶ ἀκοντίζων· καὶ τοῦτο κοινὸν ἔταξε.

c. τὸ δὲ οἷα θαυμαστικῶς· ὁποῖοι γὰρ ἦσαν ἀκοντίζοντες τὰ δόρατα.

[καὶ λιθίνοις ὁπότε δίσκοις ἵεν]: ἃς ἀποτομάδας καλοῦσι, παρόσον οἱ ἀρχαῖοι τοῖς νικῶσιν ἀκοντίῳ τοσοῦτον ἀπετέμνοντο τῆς γῆς ἔπαθλον, ὅσον ὁ νικηφόρος ἠδύνατο βαλεῖν.

[*]()a. οὐ γὰρ ἦν πένταθλον, ἀλλ᾿ ἐφ᾿ ἑκάστῳ: οὐκ ἦν, φησί, τότε ὁ πένταθλος ἀγὼν, τὸ ἐκ πέντε ἀγωνισμάτων συνεστηκὸς ἄθλημα, κατ᾿ ἰδίαν δὲ ἑκάστῳ τέλος ὑφειστήκει. τέλος δὲ λέγει ἤτοι τὸ νικηφορῆσαι, ἢ τὸν ἐφ᾿ ἑκάστῳ τιθέμενον στέφανον.

[*]()b. ἄλλως· ἀντὶ τοῦ νικήσας ἐνστεφανοῦνται ἀλλὰ καὶ καθ᾿ ἓν ἠγωνίζοντο. πέντε δὲ ἀγωνίσματα, ἃ αὖθις εἰς πένταθλον συνεμίχθη, ἅλμα, δίσκος, ἀκόντιον, δρόμος, πάλη.

[*]()c. ἢ οὕτως. τὸ ἑξῆς· οὔπω γὰρ ἦν ἐπὶ Κάστορος καὶ Ἰολάου τὸ πένταθλον, ἀλλὰ διαλελυμένως ἐφ᾿ ἑκάστῳ ἀγωνίσματι καὶ ὁ στέφανος ἦν.