Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

ὦ Μέγα: ὡς τεθνηκότος τοῦ Μέγα οὕτω φησίν· ἐμοὶ δὲ ἀδύνατον, ὦ Μέγα, τεθνηκότος σου τὴν ψυχὴν ὑπ᾿ ὄψιν καὶ πίστιν ἀγαγεῖν.

a. κενεᾶν δ᾿ ἐλπίδων χαῦνον τέλος: τουτέστιν ἐὰν ἐλπίσω τὰ ἀδύνατα, κενὸς ἔσομαι.

b. ἢ οὕτω τῶν δὲ ματαίων ἐλπίδων ἀσθενὴς καὶ ἀβέβαιος ἡ ἔκβασις.

a. σεῦ δὲ πάτρᾳ Χαριάδαις τε: Χαριαδῶν φυλὴ, ἀφ᾿ ἧς ὁ νικηφόρος. τὸ δὲ ἑξῆς· τῇ δὲ σῇ πατρίδι καὶ τοῖς Χαριάδαις ἀναστηρίξαι καὶ ἱδρῦσαι εὔτονον μουσικὴν στήλην βούλομαι ἕνεκα τῶν δυνατῶν σου ποδῶν καὶ νικηφόρων. δρόμῳ γὰρ ἐνίκησεν.

b. ὁ δὲ νοῦς ὅλος· τὸ μὲν ἀναστῆσαι τὸν τεθνεῶτα. φησίν, ἀδύνατόν μοί ἐστι· τῇ δὲ πατρίδι καὶ τῇ φυλῇ, οἵ εἰσι Χαριάδαι, ὑπερεῖσαι λίθον Μουσαῖον, τουτέστι στήλην ἀπὸ Μουσῶν, ἤγουν τὸν ὕμνον, δυνατός εἰμι, ἐφ᾿ οὗ ἡδρασμένοι ἔσονται ἔνδοξοι. λάβρον δὲ τὸν λίθον τῶν Μουσῶν ἀλληγορικῶς τὴν ἀπὸ τῶν λόγων εὔτονον στήλην φησί· λάβρον δὲ, διὰ τὸ ῥεύματι χρῆσθαι τοὺς ποιητάς.

a. χαίρω δὲ πρόσφορον: χαίρω ὅταν ᾖ, φησί, τὰ πεπραγμένα πρόσφορα τῷ λόγῳ· χαίρω δὲ περὶ τῶν διὰ τοῦ ὕμνου κόμπων· ποιητὴς δέ τις τοῖς ὕμνοις ἀνώδυνον τίθησι τὸν πόνον τῷ νικηφόρῳ.

b. ἄλλως. ταῖς ἐπῳδαῖς. φησίν, ἀνώδυνόν τις ἔθηκε τὸν κάματον· ἐδόκουν γὰρ οἱ ἀρχαῖοι ταῖς ἐπῳδαῖς ἴασιν καὶ θεραπείαν εὑρίσκειν. Ὅμηρος (τ 457)· ἐπαοιδῇ δ᾿ αἷμα κελαινὸν ἔσχεθον. πρὸς τί δὲ τοῦτο εἶπεν; ὅτι ὡς ἐπῳδῇ τις χρησάμενος κουφίζει τὸν κάματον, οὕτω καὶ ἐγὼ ὡς ἐπῳδῇ χρησάμενος τῷ ὕμνῳ κουφίσω τὴν κακοπάθειαν τοῦ ἠθληκότος.

ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι: τουτέστι τὰ ἐγκώμια ἐγράφετο καὶ πάλαι, πρὶν καὶ τοὺς Ἀργείους ἐπιστρατεῦσαι ταῖς Θήβαις, τουτέστι πρὶν τὰ Νέμεα τεθῆναι ἦν ἐγκώμια. στρατευσάντων γὰρ τῶν περὶ Ἄδραστον ἐπὶ Θήβας ὁ Ἀρχέμορος ὑπὸ τοῦ δράκοντος διεφθάρη, οἱ δὲ ἐπ᾿ αὐτῷ τοῦ μόρου ἄρξαντι τὰ Νέμεα ἔθηκαν.

[*]()subscr. τέλος.[*]()

Scholia in Nemeonicarum carmen IX.

ἡ ἐννάτη ᾠδὴ μονοστροφική ἐστιν ἐκ κώλων δώδεκα. τὸ α΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ β΄ τὸ αὐτό. τὸ γ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ δακτυλικὸν πενθημιμερές. τὸ ε΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ δακτυλικὸν πενθημιμερές. τὸ ζ΄ ἐγκωμιολογικὸν μετατεθ ίσης τῆς πρώτης ἐπὶ τὴν ἐσχάτην. τὸ η΄ ἰαμβέλεγος, μετατιθεμένης τῆς τελευταίας ἐπὶ τὴν ἀρχήν. τὸ θ΄ πενθημιμερὲς δακτυλικόν. τὸ ι΄ δίμετρον ἰαμβικὸν ἀκατάληκτον. τὸ ια΄ τὸ αὐτό. τὸ ιβ΄ πενθημιμερὲς ἰαμβικόν.[*]()

inscr. Περὶ τῶν ἐν Σικυῶνι Πυθίων ὁ Ἁλικαρνασεὺς (Herod. 5, 67 ?) οὕτω γράφει· . . . φησὶ δὲ ἐν τῷ πολέμῳ τῶν Κρισαίων κατὰ θάλασσαν ῥᾳδίως τὰ ἐπιτήδεια ποριζομένων καὶ διὰ τοῦτο μακρᾶς γινομένης τῆς πολιορκίας, Κλεισθένην τὸν Σικυώνιον ναυτικὸν ἰδίᾳ παρασκευάσαντα κωλῦσαι τὴν σιτοπομπίαν αὐτῶν, καὶ διὰ ταύτην τὴν εὐεργεσίαν τὸ τρίτον τῶν λαφύρων ἔδοσαν τῷ Κλεισθένει καὶ Σικυωνίοις. ἀφ᾿ οὗ καὶ Σικυώνιοι τὰ Πύθια πρῶτον παρ᾿ ἑαυτοῖς ἔθεσαν. ὁ δὲ Χρόμιος οὗτος φίλος ἦν Ἱέρωνος, κατασταθεὶς ὑπ᾿ αὐτοῦ τῆς Αἴτνης ἐπίτροπος· ὅθεν καὶ Αἰτναῖος ἐκηρύχθη. αὗται δὲ αἱ ᾠδαὶ οὐκέτι Νεμεονίκαις εἰσὶ γεγραμμέναι· διὸ κεχωρισμέναι φέρονται.

a. Κωμάσομεν παρ᾿ Ἀπόλλωνος: ἀπὸ τοῦ χοροῦ ὁ λόγος. ἔνιοι δὲ, κωμάσομεν εἰς τὴν Αἴτνην, φασί. νεόκτιστον δὲ ταύτην φησὶν, ἐπειδὴ ἦν ὁ Ἱέρων νεωστὶ αὐτὴν ἀνακτίσας, πρότερον Κατάνην καλουμένην. ξείνων δὲ θύραι, αἱ τῆς φιλοξενίας. τὸ δὲ νενίκανται ἀντὶ τοῦ ἥττηνται· παντὶ οὖν εἴκουσαι ξένῳ καὶ οὐδένα ἀπελαύνουσαι νικῶνται τῇ φιλοξενίᾳ τοῦ νικηφόρου· ἢ νίκας ἔχουσιν, ἐν οἴῳ τρόπῳ ἐστεφανῶσθαι τόνδε, ἀντὶ τοῦ στέφανον ἔχειν. τὴν δὲ ὅλην Αἴτνην εἰπὼν ἐπήνεγκε Χρομίου δῶμα, ὥστε ὅμοιον εἶναι τῷ (θ 362—3) ἣ δ᾿ ἐς Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη, ἐς Πάφον.

b. ὁ δὲ νοῦς οὕτω· χορεύσωμεν, ὦ Μοῦσαι, καὶ ὑμνήσωμεν ἐκ Σικυῶνος ἥκοντες καὶ παρὰ τοῦ ἐκεῖσε Ἀπόλλωνος εἰς τὴν καλλίστην Αἴτνην, ἐν ᾗ πᾶσιν ἀνεῳγυῖαι αἱ θύραι τοῦ Χρομίου τῆς οἰκίας ἥττηνται ὑπὸ τῶν ξένων, ἔνθα πᾶσι ξένοις ὁ πλούσιος οἶκος ἀνέῳκται ὑπὸ φιλοξενίας ἡττηθείς. ἄγε δὴ οὖν, ὦ Μοῦσαι, διανύσατε καὶ πράσσετε τοὺς ἡδυτάτους διὰ λόγων ὕμνους. τὸ γὰρ τοὺς λοιποὺς κρατοῦν καὶ νικῶν ἅρμα ἐλαύνων ὁ Χρόμιος τῇ τε Λητοῖ καὶ τοῖς δυσὶν αὐτῆς παισὶ τὸ θαυμάζεσθαι δίδωσιν, οὖσιν αὐτοῖς τῆς ὑψηλοτάτης Πυθῶνος καὶ ὁμοκλήροις καὶ ἴσοις ἐπισκόποις.

τὸ κρατήσιππον γάρ: κρατήσιππον ἤτοι τὸ συνέχον ἐν τάξει τοὺς ἵππους, ἢ τὸ κρατοῦν καὶ νικῶν τοὺς ἐναντίους.

a. ἔστι δέ τις λόγος ἀνθρώπων: ἔστι γάρ τις παλαιὰ ποραίνεσις καὶ παρὰ ἀνθρώποις ᾀδομένη, ὡς οὐ δεῖ τὸ ὑπό τινος κατεργαζόμενον καλὸν σιγῇ παραδιδόναι, ὥστε εἰς γῆν κατενεχθῆναι καὶ ἄδοξον διὰ τῆς σιωπῆς γενέσθαι.

b. τὸ οὖν ἐπιτελεσθὲν ἀγαθὸν οὐ δεῖ, φησί, τῇ σιγῇ παραδοῦναι οὐδ᾿ ἀνεπισήμαντον ἀφεῖναι. metr. D

a. θεσπεσία δ᾿ ἐπέων καύχας ἀοιδὰ πρόσφορος: τοῖς νενικηκόσι, φησί, πρόσφορός ἐστι καὶ ἐοικυῖα ἡ διὰ τῆς καυχήσεως ᾠδή· τίνες γὰρ ἄλλοι μέλλουσι καυχᾶσθαι ἢ οἱ νικήσαντες; Ἀττικοὶ δὲ λέγουσι καύχην τὴν καύχησιν, καὶ ἄνθην τὴν ἄνθησιν, καὶ βλάστην τὴν βλάστησιν.

b. ἢ οὕτω· προσφορωτέρα ἐστὶ τῆς καυχήσεως ἡ τῶν ἐπῶν ᾠδή· ἢ πρόσφορος καὶ ἀγαθή τις ἡ τῆς τῶν ἐπῶν καυχήσεως ᾠδὴ ἢ ἡ καυχητικὴ ᾠδή.

c. ὁ δὲ νοῦς· ἀλλ᾿ ὅτι πρόσφορός ἐστι καὶ ἁρμόζουσα τούτοις θαυμαστή τις λόγων ᾠδή.

a. ἀλλ᾿ ἀνὰ μὲν βρομίαν φόρμιγγα: ἑαυτῷ παρακελεύεται ὑμνεῖν τὸν νικηφόρον. βρομία δὲ ἡ φόρμιγξ, ἤτοι παρὰ τὸν βρόμον καὶ τὸν ἦχον τὸν ἀποτελούμενον κατὰ τὸν κιθαρισμόν, ἢ βρομίαν τὴν συναναστρεφομένην τῷ Διονύσῳ. Ὅμηρος (ρ 271)· φόρμιγγός θ᾿ ἣν δαιτὶ θεοὶ ποίησαν ἑταίρην.

b. ὁ δὲ νοῦς· διὰ τοῦτο δὴ σὺν πᾶσιν ὀργάνοις μουσικοῖς, τοῦτο μὲν κιθάρᾳ, τοῦτο δὲ αὐλῷ, ὁρμήσωμεν ἐπὶ τὴν κορυφὴν τῶν ἱππικῶν ἄθλων, ἐπὶ τὸ ἐξαίρετον, τουτέστι τὴν νίκην.

ἅ τε Φοίβῳ θῆκεν Ἄδραστος: ἅτινα, τὰ Πύθιά φησι· κατ᾿ αὐτὸν τὸν Πίνδαρον· ἀνατίθησι γὰρ τὴν τῶν Πυθίων θέσιν ἐν Σικυῶνι Ἀδράστῳ, ποιητικὴν ἄγων ἄδειαν, Κλεισθένους αὐτὰ διαθέντος, καθὰ δεδήλωται (sch. inscr.). ἵν᾿ οὖν ἐνδοξότερον ἀποφήνῃ τὸν ἀγῶνα, ὧνπερ, φησίν, ἄθλων μνημονεύσας ἐγὼ καὶ τῶν ἐνδόξων μνησθήσομαι τιμῶν τοῦ ἥρωος Ἀδράστου.

a. ὃς τότε μὲν βασιλεύων: ὅστις Ἄδραστος τὸ τηνικαῦτα λοιπὸν ἐκεῖ βασιλεύων ἐν τῇ Σικυῶνι, οὐκέτι ἐν Ἄργει, παντοίαις ἀρεταῖς, τοῦτο μὲν ἀγωνίσμασιν ἀνδρῶν τοῖς ἐκ δυνάμεως, τοῦτο δὲ φιλοκαλίαις ἁρμάτων γλαφυρῶν καὶ ὡραίων καὶ καινοτέραις εὐωχίαις, ἐμφανεστάτην καὶ ἀοίδιμον ἐποίει τὴν πόλιν.

b. καὶ Κλεισθένης μὲν τὰ ἐν Σικυῶνι Πύθια διέθηκε πρῶτος, ἀνατίθησι δὲ τὸ ὅλον Ἀδράστῳ ὡς διαθέντι, ἐπειδὴ καὶ διωρθώσατο αὐτὸς ὕστερον, καὶ ἄλλως ἐνδοξότερος ὁ ἀνήρ.