Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

ἔβλαστε δ᾿ υἱὸς Οἰνώνας: τὸ ἔβλαστεν ἀντὶ τοῦ ὤφθη φησίν. ἀπὸ δὲ τῆς νήσου καὶ τὴν ἡρωΐδα ὠνόμασεν· υἱὸς γὰρ [τῆς] Οινώνης τῆς Αἰγίνης ὁ Αἰακὸς, χειρὶ καὶ βουλαῖς ἄριστος βασιλεὺς, τουτέστιν ἀνδρείᾳ καὶ φρονήσει. Ὅμηρος (Γ 179)· ἀμφότερον, βασιλεύς τ᾿ ἀγαθὸς κρατερός τ᾿ αἰχμητής.

a. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν: πλεῖστα δέ, φησί, πολλοὶ ἠξίουν θεάσασθαι τὸν Αἰακὸν, περιηχούμενοι τῇ τοῦ ἀνδρὸς εὐδοξίᾳ. καὶ γὰρ τὰ ἀνθήματα τῶν ἡρώων, οὐχ οἱ τυχόντες, ἀλλ᾿ οἱ ἄκροι τῶν περιοικούντων ἀμαχητὶ πείθεσθαι αὐτῷ ἤθελον καὶ χωρὶς τοῦ κρατηθῆναι μάχῃ.

b. οὕτω διέπρεπε, φησίν, ὥστε τοὺς περιοικοῦντας ἑκουσίως πείθεσθαι ταῖς ἀναξίαις, τουτέστι ταῖς ἀρχαῖς καὶ ταῖς βασιλείαις αὐτοῦ.

a. οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν: οἵτινες, φησί, διῴκουν τὰς Ἀθήνας, ἢ εἰς συμφωνίαν ἦγον τὸ πλῆθος. ταῦτα δὲ ἀνάγεται εἰς ἐκεῖνα, ὅτε αὐχμὸς κατέσχε τὴν Ἑλλάδα καὶ εὐξαμένου τοῦ Αἰακοῦ ὄμβρος ἐγεγόνει.

b. ὁ δὲ νοῦς· καὶ οἱ ἐν ταῖς τραχείαις Ἀθήναις ἥρμοζον καὶ παρεσκεύαζον καὶ ἤτοι συμμαχοῦντες αὐτῷ παρεῖχον δύναμιν ἢ ὑπὸ τὴν αὐτοῦ ἀρχὴν ὄντες· ὁμοίως παρεσκεύαζον αὐτῷ, ἀπὸ κοινοῦ, καὶ οἱ Πελοποννήσιοι καὶ οἱ Λακεδαιμόνιοι.

a. ὑπὲρ τῶνδε ἅπτομαι φέρων Λυδίαν μίτραν: ἀλληγορικῶς τὸν ποικίλον ὕμνον οὕτω φησὶν, ὅτι ἐντεχνεῖς οἱ Λύδιοι περὶ τὴν μουσικήν. τὸ γὰρ Λύδιον μέλος ποικίλον.

b. ἄλλως. οὕτως εἶπε τὸ ποίημα αὐτοῦ ὡς Λυδίῳ ἁρμονίᾳ γεγραμμένον. metr. D

Δείνιδος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νέμειον ἄγαλμα: τοῦ Δείνιος, ἤτοι τοῦ Δεινίου. Μέγας ὁ τοῦ Δεινίου πατήρ, φησί. δισσῶν δὲ σταδίων, ὅτι διαυλοδρόμος. Νέμεον δὲ ἄγαλμα, τὸ γεγραμμένον εἰς Νεμεακὴν νίκην ποίημα.

σὺν θεῷ γὰρ φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος: ὁ γὰρ γνώμῃ θεοῦ. φησίν, ὄλβος τοῖς ἀνθρώποις ἐμφυτευθεὶς καὶ δοθεὶς μονιμώτερός ἐστιν· ὅστις ὄλβος ἐπλούτισε καὶ εὐδαίμονα πεποίηκε τῷ πλούτῳ τὸν Κινύραν ἐν Κύπρῳ τῇ νήσῳ. τούτου καὶ Ὅμηρος μνημονεύει (Λ 20)· τόν ποτέ οἱ Κινύρας δῶκε ξεινήϊον εἶναι.

a. ἵσταμαι δὴ ποσσὶ κούφοις ἀναπνέων: ἐπειδὴ τοῦ Κινύρου ἐμνήσθη ἐν ὑποδείγματι τῶν διὰ θεὸν τὸν πλοῦτον ὀνησιφόρον ποιουμένων, ἐπιλαμβάνεται ἑαυτοῦ ὁ Πίνδαρος, ἵνα μὴ παρεκβῇ πλείονα εἰς τὸν περὶ Κινύρα λόγον . . . μεταφέρων ἀπὸ τῶν πεντάθλων φησίν· ἵσταμαι πρὶν παλαῖσαι, εἰ τύχοι, τὸ πνεῦμα συλλεγόμενος.

b. ἄλλως. ἀντὶ τοῦ παύομαι. πάλιν δὲ ἐπιχειρεῖν τοῖς τῶν Αἰγινητῶν πατρίοις μέλλων καὶ ἀγῶνα τὴν ἐπιχείρησιν γινώσκων ἀνα πνεῖν βούλεται καὶ ὥσπερ ἐκ διαλείμματος πάλιν ἀγωνίζεσθαι, ὃν τρόπον οἱ τὰ πένταθλα καρτεροῦντες καὶ κατορθοῦντες.

c. ἄλλως. οἱ μέγα φωνεῖν θέλοντες, οἷον τραγῳδοὶ, προαναπνέουσιν ἐπιπολὺ. ἵν᾿ ὅταν ἀναφωνήσωσιν, ἐξαρκέσῃ ἐπιπλέον ἡ φωνή. πολλαὶ οὗν, φησί, περὶ τοῦ Κινύρου καταβέβληνται ἱστορίαι καὶ διάφοροι, διὸ ἀναπνέω πρὶν εἰπεῖν.

d. πολλὰ γάρ μοι περὶ τῶν Αἰακιδῶν λέλεκται· ἢ πολλή μοί ἐστι μελέτη καὶ φροντὶς ὑπὲρ τῶν εἰς Αἰακίδας ἐγκωμίων.

a. νεαρὰ δ ἐξευρόντα δόμεν βασάνῳ εἰς ἔλεγχον: ἐμὲ δὲ νῦν, φησί, καινολογῆσαι περὶ τοῦ Κινύρου παρώσαντα τὰ κοινῶς ἱστορούμενα, κινδυνῶδές ἐστιν. ἐὰν γάρ τι καινουργῶ, ἀπιστηθήσομαι.

b. ἢ οὕτω· νεώτερα δὲ ἐγκώμια ἐξευρόντα καὶ ἐπινοήσαντα τῇ τῶν ἀκροατῶν κρίσει δοῦναι πρὸς διάκρισιν καὶ δοκιμασίαν ἐπικίνδυνον. βασάνῳ δὲ, ἤτοιδιαβολῇ, κρίσει. βασανίζοντες γὰρ οἱ ἀκροαταὶ τὰ λεγόμενα κρίσιν διδόασιν.

ὄψον δὲ λόγοι φθονεροῖσιν: τοῦτο πρὸς τοὺς ἀντιτέχνους· τοῖς φθονεροῖς οἱ λόγοι εἰς διαβολὴν τῶν κατηγορουμένων ὄψον εἰσὶν, ἤτοι προσόψημα, τουτέστιν οὐχ ἑτέρῳ χρῶνται προσοψήματι οἱ φθονεροὶ ἢ τοῖς εἰς διαβολὴν λόγοις.