Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. Ὥρα πότνια, κᾶρυξ Ἀφροδίτας: συντάττει τὸ προοίμιον ὁ Πίνδαρος εἰς τὸ τῆς ὥρας ἄνθος τοῦ νικηφόρου, εἶτα ἐπικωμιαστικῶς τῶν πατρίων ἐφάπτεται, λέγων τὴν Αἴγιναν δι᾿ ὡραΐσματος ὑπὸ Διὸς ἀνηρπάσθαι.

b. ὁ δὲ νοῦς· ὦ ἀκμὴ ἐντιμοτάτη, ἄγγελε τῶν ἀφροδισίων καὶ θαυμαστῶν φιλιῶν, ἥτις τοῖς τε τῶν παρθένων βλεφάροις καὶ τοῖς παιδικοῖς ἐπικαθεζομένη, πραέσιν ἔρωσι ταῖς τῆς ἀνάγκης χερσὶ βαστάζεις, ἕτερον δὲ φαύλοις πόθοις. πραέσι δέ φησι ταῖς τῆς ἀνάγκης χερσὶν, ὅτι ἐξ ἀνάγκης ἡμῖν οἱ ἔρωτες παραγίνονται. ἑτέραις δὲ, προσδεκτέον χερσὶν, οἷον τὸν δὲ μὴ πραείαις ἀλλὰ σκληραῖς. πρὸς ἀμφότερα δὲ τὰ μέρη, τοῖς τῶν παρθένων καὶ παίδων, τουτέστι τοῖς παιδικοῖς, τὸ βλεφάροις ἀκουστέον, ἵν᾿ ᾖ τὸ τῆς ἑρμηνείας κατάλληλον.

ἀγαπατὰ δὲ καιροῦ: ἀγαπητὸν δέ ἐστι καὶ εὔτακτον τῆς εὐκαιρίας καὶ τοῦ δέοντος καιροῦ μὴ ἀποσφαλέντα πρὸς ἕκαστον ἔργον, τῶν βελτιόνων ἐρώτων ἐπιθυμεῖν δύνασθαι καὶ ἐπικρατεῖν, τῶν δὲ φαύλων ἀπέχεσθαι. τοιούτων οὖν ἐρώτων ἐπικρατεῖν δύνασθαι, φησί, καλόν ἐστιν, οἷοι ἦσαν ἐπὶ Διός τε καὶ Αἰγίνης. ἔστι δὲ καὶ θαυμαστικῶς ἐκλαβεῖν τὸ οἷοι· ὁποῖοι ἀγαθοὶ ἔρωτες. πιθανῶς δὲ ποιμένας δώρων Ἀφροδίτης τοὺς ἔρωτάς φησιν· ὡς γὰρ ὁ ποιμὴν νέμει τὴν ἀγέτην, οὕτω καὶ ὁ ἔρως τὰς συνουσίας. οἷοι οὖν Διὸς καὶ Αἰγίνης περιεπόλησαν τὸ λέκτρον ἔρωτες· ὁ γὰρ Ζεὺς οὐ μόνον δι᾿ ἐπιθυμίαν ἐμίγη τῇ Αἰγίνῃ, ἀλλ᾿ ἵνα καὶ σπερμήνῃ τοὺς ἀρίστους ἐξ αὐτῆς, Αἰακὸν, Πηλέα, Ἀχιλλέα, Νεοπτόλεμον· οὗτοι οὖν οἱ ἔρωτες ἄριστοι, οἱ μὴ μόνον ὀρεγόμενοι τῆς ἀπολαύσεως καὶ τῆς ὥρας αὐτῆς, ἀλλ᾿ ἀποτελεσμάτων ἀξιολόγων καὶ ἔργων ἐπιφανῶν τελεσιουργοί.

ἔβλαστε δ᾿ υἱὸς Οἰνώνας: τὸ ἔβλαστεν ἀντὶ τοῦ ὤφθη φησίν. ἀπὸ δὲ τῆς νήσου καὶ τὴν ἡρωΐδα ὠνόμασεν· υἱὸς γὰρ [τῆς] Οινώνης τῆς Αἰγίνης ὁ Αἰακὸς, χειρὶ καὶ βουλαῖς ἄριστος βασιλεὺς, τουτέστιν ἀνδρείᾳ καὶ φρονήσει. Ὅμηρος (Γ 179)· ἀμφότερον, βασιλεύς τ᾿ ἀγαθὸς κρατερός τ᾿ αἰχμητής.

a. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν: πλεῖστα δέ, φησί, πολλοὶ ἠξίουν θεάσασθαι τὸν Αἰακὸν, περιηχούμενοι τῇ τοῦ ἀνδρὸς εὐδοξίᾳ. καὶ γὰρ τὰ ἀνθήματα τῶν ἡρώων, οὐχ οἱ τυχόντες, ἀλλ᾿ οἱ ἄκροι τῶν περιοικούντων ἀμαχητὶ πείθεσθαι αὐτῷ ἤθελον καὶ χωρὶς τοῦ κρατηθῆναι μάχῃ.

b. οὕτω διέπρεπε, φησίν, ὥστε τοὺς περιοικοῦντας ἑκουσίως πείθεσθαι ταῖς ἀναξίαις, τουτέστι ταῖς ἀρχαῖς καὶ ταῖς βασιλείαις αὐτοῦ.

a. οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν: οἵτινες, φησί, διῴκουν τὰς Ἀθήνας, ἢ εἰς συμφωνίαν ἦγον τὸ πλῆθος. ταῦτα δὲ ἀνάγεται εἰς ἐκεῖνα, ὅτε αὐχμὸς κατέσχε τὴν Ἑλλάδα καὶ εὐξαμένου τοῦ Αἰακοῦ ὄμβρος ἐγεγόνει.

b. ὁ δὲ νοῦς· καὶ οἱ ἐν ταῖς τραχείαις Ἀθήναις ἥρμοζον καὶ παρεσκεύαζον καὶ ἤτοι συμμαχοῦντες αὐτῷ παρεῖχον δύναμιν ἢ ὑπὸ τὴν αὐτοῦ ἀρχὴν ὄντες· ὁμοίως παρεσκεύαζον αὐτῷ, ἀπὸ κοινοῦ, καὶ οἱ Πελοποννήσιοι καὶ οἱ Λακεδαιμόνιοι.

a. ὑπὲρ τῶνδε ἅπτομαι φέρων Λυδίαν μίτραν: ἀλληγορικῶς τὸν ποικίλον ὕμνον οὕτω φησὶν, ὅτι ἐντεχνεῖς οἱ Λύδιοι περὶ τὴν μουσικήν. τὸ γὰρ Λύδιον μέλος ποικίλον.

b. ἄλλως. οὕτως εἶπε τὸ ποίημα αὐτοῦ ὡς Λυδίῳ ἁρμονίᾳ γεγραμμένον. metr. D

Δείνιδος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νέμειον ἄγαλμα: τοῦ Δείνιος, ἤτοι τοῦ Δεινίου. Μέγας ὁ τοῦ Δεινίου πατήρ, φησί. δισσῶν δὲ σταδίων, ὅτι διαυλοδρόμος. Νέμεον δὲ ἄγαλμα, τὸ γεγραμμένον εἰς Νεμεακὴν νίκην ποίημα.

σὺν θεῷ γὰρ φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος: ὁ γὰρ γνώμῃ θεοῦ. φησίν, ὄλβος τοῖς ἀνθρώποις ἐμφυτευθεὶς καὶ δοθεὶς μονιμώτερός ἐστιν· ὅστις ὄλβος ἐπλούτισε καὶ εὐδαίμονα πεποίηκε τῷ πλούτῳ τὸν Κινύραν ἐν Κύπρῳ τῇ νήσῳ. τούτου καὶ Ὅμηρος μνημονεύει (Λ 20)· τόν ποτέ οἱ Κινύρας δῶκε ξεινήϊον εἶναι.

a. ἵσταμαι δὴ ποσσὶ κούφοις ἀναπνέων: ἐπειδὴ τοῦ Κινύρου ἐμνήσθη ἐν ὑποδείγματι τῶν διὰ θεὸν τὸν πλοῦτον ὀνησιφόρον ποιουμένων, ἐπιλαμβάνεται ἑαυτοῦ ὁ Πίνδαρος, ἵνα μὴ παρεκβῇ πλείονα εἰς τὸν περὶ Κινύρα λόγον . . . μεταφέρων ἀπὸ τῶν πεντάθλων φησίν· ἵσταμαι πρὶν παλαῖσαι, εἰ τύχοι, τὸ πνεῦμα συλλεγόμενος.

b. ἄλλως. ἀντὶ τοῦ παύομαι. πάλιν δὲ ἐπιχειρεῖν τοῖς τῶν Αἰγινητῶν πατρίοις μέλλων καὶ ἀγῶνα τὴν ἐπιχείρησιν γινώσκων ἀνα πνεῖν βούλεται καὶ ὥσπερ ἐκ διαλείμματος πάλιν ἀγωνίζεσθαι, ὃν τρόπον οἱ τὰ πένταθλα καρτεροῦντες καὶ κατορθοῦντες.

c. ἄλλως. οἱ μέγα φωνεῖν θέλοντες, οἷον τραγῳδοὶ, προαναπνέουσιν ἐπιπολὺ. ἵν᾿ ὅταν ἀναφωνήσωσιν, ἐξαρκέσῃ ἐπιπλέον ἡ φωνή. πολλαὶ οὗν, φησί, περὶ τοῦ Κινύρου καταβέβληνται ἱστορίαι καὶ διάφοροι, διὸ ἀναπνέω πρὶν εἰπεῖν.

d. πολλὰ γάρ μοι περὶ τῶν Αἰακιδῶν λέλεκται· ἢ πολλή μοί ἐστι μελέτη καὶ φροντὶς ὑπὲρ τῶν εἰς Αἰακίδας ἐγκωμίων.

a. νεαρὰ δ ἐξευρόντα δόμεν βασάνῳ εἰς ἔλεγχον: ἐμὲ δὲ νῦν, φησί, καινολογῆσαι περὶ τοῦ Κινύρου παρώσαντα τὰ κοινῶς ἱστορούμενα, κινδυνῶδές ἐστιν. ἐὰν γάρ τι καινουργῶ, ἀπιστηθήσομαι.

b. ἢ οὕτω· νεώτερα δὲ ἐγκώμια ἐξευρόντα καὶ ἐπινοήσαντα τῇ τῶν ἀκροατῶν κρίσει δοῦναι πρὸς διάκρισιν καὶ δοκιμασίαν ἐπικίνδυνον. βασάνῳ δὲ, ἤτοιδιαβολῇ, κρίσει. βασανίζοντες γὰρ οἱ ἀκροαταὶ τὰ λεγόμενα κρίσιν διδόασιν.

ὄψον δὲ λόγοι φθονεροῖσιν: τοῦτο πρὸς τοὺς ἀντιτέχνους· τοῖς φθονεροῖς οἱ λόγοι εἰς διαβολὴν τῶν κατηγορουμένων ὄψον εἰσὶν, ἤτοι προσόψημα, τουτέστιν οὐχ ἑτέρῳ χρῶνται προσοψήματι οἱ φθονεροὶ ἢ τοῖς εἰς διαβολὴν λόγοις.

ἅπτεται δ᾿ ἐσλῶν αἰεί: ἀπὸ τῶν φθονούντων ἐπὶ τὸν φθόνον μετήγαγε τὸν λόγον· οὐ τῶν τυχόντων, φησίν, ἅπτεται ὁ φθόνος, ἀλλὰ τῶν μειζόνων· οὐδεὶς γὰρ Θερσίτῃ φθονεῖ, ἀλλ᾿ Ἀγαμέμνονι. χείροσιν οὖν οὐκ ἐρίζει ὁ φθόνος· ὁ γὰρ φθόνος εἰς καλὰ βαίνει.

τὸ δὲ ἀμφικυλίσας φασγάνῳ, ἀντὶ τοῦ ξίφει περικυλίσας. τοῦτο δὲ ἐκ τοῦ συμβεβηκότος ἀπὸ τῆς καταπτώσεως τῆς κατὰ τὴν ἀναίρεσίν φησιν.

a. ἦ τιν᾿ ἄγλωσσον μέν: ἄγλωσσον δή τινα καὶ ἄλαλον, ἦτορ δὲ ἄλκιμον καὶ ἀνδρεῖον, ἐν λυγρῷ νείκει κατέχει λήθη καὶ θάνατος, τουτέστι καὶ ἕτ ρός τις τῶν ἀλαλωτέρων φθονηθεὶς ἀδίκως ἐτελεύτησεν, ἐν οἷς καὶ ὁ Αἴας.

b. ἄλλως. τοῦτο ὡς πρὸς τὸν Αἴαντα. θέλει δὲ εἰπεῖν, ὅτι φιλονεικίας οὔσης καὶ ἔριδος τὸν ἀνδρεῖον τὸ σῶμα, ἀσθενῆ δὲ τὴν ἀπόκρισιν, λήθη κατέσχεν.

c. ὁ δὲ νοῦς· ναὶ δὴ τὸν μὴ τῷ λόγῳ μὲν ἱκανὸν, ἀνδρεῖον δὲ σῶμα μόνον ἔχοντα, μεγάλη λήθη ἐν τῇ πρὸς τοὺς ἐχθροὺς μάχῃ καὶ στάσει κατέχει· καταπαλαίονται γὰρ τῷ λόγῳ καὶ οἱ πάνυ ἀνδρεῖοι καὶ βαρύσωμοι ὑπὸ φρονίμων. τὸν γὰρ ἐν τῷ λέγειν μὴ δεινὸν μηδὲ σοφιστὴν τῷ λόγῳ ὁ τοιοῦτος ὑπερβάλλει.

a. αἰόλῳ δὲ ψεύδει τῷ ποικίλῳ φησὶ καὶ πιθανῷ· μέγιστον γὰρ πρόσεστι τῷ ποικίλῳ δόλῳ γέρας, φησί, διὰ τὸ τοῦ λόγου πιθανόν. ὅτι ὁ πιθανὸς λόγος καὶ τὴν ἀλήθειαν οἶδε πολλάκις ὑποκλέπτειν.

b. ἄλλως. μέγιστον νέμεται γέρας τῷ ποικίλῳ ψεύδει· οἱ γὰρ ποικίλως ψευδόμενοι ἀποδοχῆς τυγχάνουσι παρὰ τοῖς ἀνθρώποις. τούτου δὲ ἀπόδειξιν ἐπιφέρει τὰ ἐφεξῆς.

κρυφίαισι γὰρ ψάφοις Ὀδυσσῆ: κρυφίαισιν, ἤτοι ταῖς ἀδίκοις ἢ ταῖς κρύφα φερομέναις ψήφοις· οὕτω γὰρ φέρονται. Ὀδυσσέα γοῦν βασκήναντα τῷ Αἴαντι οἱ Ἀχαιοὶ κρυφίας ἐνεγκόντες ψήφους περὶ τῶν Ἀχιλλέως ὅπλων ἐθεράπευσαν οὐκ ὀρθῶς· ἔδει γὰρ Αἴαντα νικῆσαι.

ἦ μὰν ἀνόμοιά γε: οὐχ ὅμοια, φησί, τραύματα ἔλαβον ὅ τε Αἴας καὶ Ὀδυσσεὺς, τουτέστιν οὐ τὸν αὐτὸν τρόπον οὐδὲ ἐξ ἴσου τοῖς Τρωσὶν ἐπολέμησαν, ἀλλ᾿ ὁ μὲν Ὀδυσσεὺς δειλὸς ἦν, ὁ δὲ Αἴας ὠθεῖτο εἰς τοὺς πολεμίους. θερμὰ δὲ ἕλκη τὰ φλεγμαίνοντά φησι. πελεμιζόμενοι δὲ ἀντὶ τοῦ πελεμίζοντες ἐνεργητικοῦ καὶ διακινοῦντες. ὁ δὲ Ἀρίσταρχος οὕτως· ἀνόμοια πλήγματα τοῖς πολεμίοις ὅ τε Ὀδυσσεὺς καὶ Αἴας ὑπὸ ἀλεξιμβρότου λόγχης κινούμενοι. τῇ δὲ Αἴαντος ἀνδρείᾳ καὶ Ὅμηρος μαρτυρεῖ (ε 309—10)· ὅτε μοι πλεῖστα χαλκήρεα δοῦρα Τρῶες ἐπέρριψαν περὶ Πηλείωνι θανόντι.

a. ἐχθρὰ δ᾿ ἄρα πάρφασις ἦν: πάρφασις, παραλογισμὸς καὶ παράπεισις ἢ ἀπάτη· ἐν ἤθει δὲ προήγαγε τὸν λόγον. ἄρα, φησί, καὶ τότε ἦν ἡ ἐχθρὰ ἀπάτη, ἡ τῶν ἀπατητικῶν λόγων σύμφοιτος καὶ δολοφραδὴς καὶ ὄνειδος οὖσα κακοποιόν.

b. ἄλλως. ταῦτά φησι δυσανασχετῶν ἐπὶ τῷ ἀδίκως ἀναιρεθῆναι τὸν Αἴαντα διὰ τὰ ψεύδη τοῦ Ὀδυσσέως. διὸ καί φησιν· ἦν ἄρα τις καὶ παρὰ τοῖς ἥρωσιν ἀπάτη, οὐ μόνον παρ᾿ ἡμῖν.

a. τῶν δὲ ἀφάντων κῦδος ἀντείνει σαθρόν: ἀφάντων ἀντὶ τοῦ ἀφανῶν, εὐτελῶν. τὸ δὲ ἀντείνει ἀντὶ τοῦ ἀνατείνει, ἐπαίρει. σαθρὸν, πρὸς ὀλίγον.

b. ὁ δὲ νοῦς· τῶν δὲ ἀδόξων τὸ κῦδος μεγαλύνει καὶ ὑψοῖ σαθρὸν αὐτῶν τὸ κλέος· οἰκόβιος γὰρ ἡ τῶν ἀδίκων δόξα καὶ εὐκατάακτος.

εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ: ὦ Ζεῦ πάτερ, μὴ γένοιτό μοι τὸ ἦθος τοιοῦτον, ἀλλὰ τὰς τοῦ βίου μου κελεύθους καὶ ὁδοὺς ἀπλανεῖς φύλαξον, τουτέστιν ἁπλᾶς καὶ ἀκακοήθεις ἀνύοιμι· ὅπως μὴ τελευτήσας τοῖς παισί μου κακὴν καταλείψω φήμην, τουτέστιν ἵνα μὴ δυσφημηθῶσιν οἱ ἐμοὶ παῖδες ἄδικά μου πράξαντος.