Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. εὐθὺν ἐπὶ τοῦτον ἄγε Μοῖσα: ἐπὶ τοῦτον οὖν [*]() τὸν σκοπὸν, ὦ Μοῦσα, τοὺς σοὺς ἄγε λόγους τοὺς εὐκλεεῖς, καὶ ἐπαίνει τὸν νικηφόρον.

b. ἢ οὕτως· ἐπὶ τὸν σκοπὸν, ὃν προεῖπον, τὴν οὐριότητα τῶν ποιημάτων ἄγε.

[*]()παροιχομένων γὰρ ἀνέρων: τῶν γὰρ τεθνηκότων ἀνδρῶν τὰ κάλλιστα κατορθώματα διὰ τῶν οἰκείων λόγων οἱ ποιηταὶ τῇ μνήμῃ παραδιδόασι καὶ οἱ λοιποὶ τῶν σοφῶν. ἀοιδοὶ μὲν γὰρ οἱ ποιηταί, λόγιοι δὲ οἱ πρότερον τὰ κατὰ τὰς πόλεις διηγούμενοι.

[*]()a. Βασσίδαισιν ἅ τ᾿ οὐ σπανίζει: ὁ Δίδυμός φησι προσήκειν γράφειν Βουδίδαι. γενέσθαι γάρ τινα Βουδίωνα ἐν Αἰγίνῃ, ἀφ᾿ οὗ κατάγεσθαι γενεὰν τὴν Βουδιδῶν. μνημονεύειν δέ φησι τοῦ Βουδίωνος Πυθαίνετον (FHG IV 487) ἐν πρώτῳ Αἰγινητικῶν γράφων οὕτως· περὶ δὲ ταῦτα τούτον λεγομένων λέγεται Βουδίωνα τυγχάνειν διενηνεγμένον πρὸς Οἰνώνην τὴν ἑαυτοῦ θυγατέρα.

b. ὁ δὲ νοῦς οὕτως· ἅτινα κάλλιστα ἔργα ἐν τοῖς Βασσίδαις οὐ σπανίζει, ἀλλὰ πλεονάζει, οὐδὲ ἐν τῷ γένει τῷ ἐξ ἀρχῆς διαβοήτῳ. Βάσσος γὰρ πρόγονος τῶν ἀνωτέρω τοῦ Ἀλκιμίδου· ἔστι δὲ καὶ φυλὴ ἐν Αἰγίνῃ Βασσιάδαι.

c. ἢ οὕτως· τῶν Βασσιδῶν, φησί, γενεὰ οὐ σπανίζει καλῶν ἔργων. διὸ οἱ ἀοιδοὶ καὶ οἱ λόγιοι κομίζουσιν αὐτῶν τὰ ἔργα τὰ καλά. ἐὰν δὲ προφερώμεθα, ἅ τ᾿ οὐ σπανίζει, τὸν λόγον οὕτω καταστήσομεν· ὧν οὐ σπανίζει ἡ παλαίφατος γενεὰ τῶν προειρημένων ἔργων.

d. ἢ οὕτω· Βασσίδαισι καθ᾿ αὑτό, εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς· ἅ τ᾿ οὐ σπανίζει· τὰ προειρημένα ἔργα, ἅ τ᾿ οὐ σπανίζει τοῖς Βασσίδαις.

e. ἢ Βασσίδαισιν ἅ τ᾿ οὐ σπανίζει, εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς· παλαίφατος, ᾧ συναπτέον τὸ ἐπιφερόμενον.

[*]()a. ἴδια ναυστολέοντες: οἱ Βασσίδαι, φησίν, ἴδια ναυστολοῦντες, τουτέστιν ἴδια χορηγοῦντες καὶ κομίζοντες ἔργα τοῖς τῶν Πιερίδων ἀρόταις, τουτέστι τοῖς ποιηταῖς.

b. ἀνυμνεῖν θέλοντες οὐκ ἐπακτοῖς χρήσονται ἐπαίνοις διὰ τὸ σπανίζειν αὐτοὺς ἔργων, ἀλλὰ τοῖς αὑτῶν· πολλὰ γὰρ δεδράκασιν. ἐπικώμια δὲ τὰ εἰς κῶμον ὑμνεῖσθαι ἐπιτήδεια τῆς νίκης. μετὰ γὰρ τὸ νικῆσαι ἐκώμαζον μετὰ τῶν ἡλικιωτῶν.

c. ἢ οὕτως· οὐ δεόμενοι δι᾿ ἑτέρων κοσμήσασθαι, ἀλλ᾿ ἑαυτοῖς ἀρκούμενοι πρὸς κόσμον ἴδια παρακομίζοντες ἔργα τοῖς ποιηταῖς. ναυστολοῦντες δὲ ἀντὶ τοῦ ἐπιφορτίζοντες, οἱονεὶ σωρεύοντες ἐκ τῶν ἰδίων κόπων τὰ ἐγκώμια.

d. ἀγερώχων δὲ ἐργμάτων ἀντὶ τοῦ μεγάλων ἔργων. δυνάμενοι οὖν τοῖς ποιηταῖς παρέχειν πολλῶν ἐπαίνων χορηγίαν ἕνεκεν τῶν πραττομένων αὐτοῖς ἔργων ὀλβίων.

[*]()a. καὶ γὰρ ἐν ἀγαθέᾳ χεῖρας ἱμαντωθείς: καὶ γὰρ ἐν . . . θαυμασίᾳ τὰ πυκτικὰ σκεύη μετὰ χεῖρας λαβὼν ἐνίκησεν ἀπὸ τῆς αὐτῆς συγγενείας ὢν καὶ πατρίδος ὁ Καλλίας.

b. ἢ ὅτι πυκτεύσας ἐν Πυθοῖ ἐνίκησεν ἀρέσας τῷ Ἀπόλλωνι καὶ τῇ Ἀρτέμιδι ἀπὸ τῆς αὐτῆς ὢν πατρίδος, ἤτοι τῆς Αἰγίνης, καὶ ἐκ τοῦ αὐτοῦ αἵματος, τουτέστιν ἐκ τῆς αὐτῆς φατρίας τῶν Βασσιδῶν Καλλίας, ὅς Κρέοντος ὑπῆρχε παῖς.

c. χρυσηλάκατον δὲ εἶπε τὴν Λητὼ |[*]() τὸ τῆς Ἀρτέμιδος μετενεγκὼν ἐγκώμιον ἐπὶ τὴν μητέρα τὴν γεννήσασαν.

[*]()a. παρὰ Κασταλίᾳ τε Χαρίτων ἑσπέριος: ἀπὸ τῆς πηγῆς τοὺς Δελφοὺς ὠνόμασεν. ἐκωμάσθη γὰρ νικήσας ὑπὸ τῶν ἡλικιωτῶν ἑσπέριος.

[*]()b. Χαρίτων ἑσπέριος: Χαρίτων ὁμάδῳ οἱ μὲν τῷ χορῷ ἀποδεδώκασιν, οἱ δὲ, τῷ χαριεστάτῳ θορύβῳ τῆς ἐπὶ τῇ νίκῃ πανηγύρεως ἐλαμπρύνετο κωμάζων.

c. ἄλλως. μέχρις ἑσπέρας ἔλαμπεν.

d. ὁ δὲ νοῦς· παρὰ δὲ τῇ Κασταλίᾳ πηγῇ (ἐκ δὲ τούτου ἐν Δελφοῖς τῷ ἀγῶνι νικήσας) τῇ τῶν χορευτῶν χάριτι ἐπὶ τῇ νίκῃ μέχρις ἑσπέρας ἡ νίκη αὐτοῦ καὶ ἡ δόξα ἐξέλαμπεν· ἔθος γὰρ ἦν καὶ παννυχίδας ὕμνων τοῖς νενικηκόσιν τελεῖσθαι. τοῦτο δὲ ὡς καὶ τὰ Πύθια νικήσαντος αὐτοῦ.

[*]()a. πόντου τε γέφυρα: ὡς καὶ ἐν Ἰσθμοῖ νενικηκότος αὐτοῦ· πόντου γὰρ γέφυρα ὁ Ἰσθμός· τεσσαράκοντα τριῶν γὰρ σταδίων ἀμφιθάλασσος ἦν. καὶ ἔστι κατὰ τὸ ἔτυμον γέφυρα ἡ διὰ τῆς γῆς φέρουσα ὁδός. ἀπὸ δὲ τοῦ προκειμένου τούτῳ προσυπακουστέον τὸ φλέγε πόντου γέφυρα.[*]()

[*]()b. ἀμφικτυόνων δὲ τῶν περιοικούντων· μέχρι γὰρ αὐτοῦ οἱ ἀγῶνες ἐτελοῦντο.[*]()

[*]()c. πόντου γέφυρ᾿ ἀκάμαντος ὁ Ἰσθμικὸς ἀγὼν, ὅτι ἱερὸς τῷ Ποσειδῶνι.[*]()

d. ὁ δὲ νοῦς· πόντου ἀκάμαντος γέφυρα ὁ Ἰσθμὸς, ὁ ὢν τοῦ Ποσειδῶνος τέμενος καὶ ἀγὼν καὶ οἴκημα ὥσπερ.[*]()

[*]()a. ταυροφόνῳ τριετηρίδι: ἐν ᾗ ταύρους φονεύουσι καὶ ἱερουργοῦσι τῷ Ποσειδῶνι. καὶ Ὅμηρος (γ 6)· ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ.

b. τριετηρίδι δὲ διὰ τὸ διὰ τριετηρίδος τὸν Ἰσθμικὸν ἀγῶνα τελεῖσθαι.

[*]()Κρεοντίδαν: τὸν Καλλίαν, ὡς τοῦ πατρὸς αὐτοῦ Κρέοντος καλουμένου.

[*]()a. βοτάνα τέ νίν ποθ᾿ ἁ λέοντος: βούλεται ἡ ἱστορία ἐκ τοῦ Ἀρχεμόρου αἵματος ἀναδεδόσθαι τὸ βοτανίδιον· οἱ δὲ, ὃ καὶ βέλτιον, βοτάνη λέοντος ἡ Νεμέα, παρόσον κατ᾿ αὐτὴν διῆγεν ὁ λέων βοσκόμενος.

[*]()b. ἄλλως. βοτάνην λέοντος τὸ σέλινον δεκτέον. σέλινον γὰρ ὁ αὐτόθι στέφανος,

[*]()b. ἄλλως. βοτάνη λέοντος ἤτοι καθολικῶς ἡ Νεμέα, ἢ τὸ σέλινον δεκτέον,[*]() ὅτι ὁ Ἡρακλῆς καταγωνισάμενος τὸν λέοντα τοῦτο ἐνομοθέτησεν εἶναι τὸ στέμμα.

c. ἀλλ᾿ ἀλόγως· φαίνεται γὰρ ἐπ᾿ Ἀρχεμόρῳ ὅ τε ἀγὼν τεθεὶς καὶ τὸ σέλινον τοῖς νικῶσι διδόμενον.[*]()

d. ὁ δὲ νοῦς· καὶ ἡ Νεμέα δέ ποτε νικήσαντα τὸν Καλλίαν ἔστεψεν, ἥτις Νεμέα ἐστὶν ὑπὸ τοῖς συμφύτοις καὶ ἀρχαίοις τοῦ Φλιοῦντος ὄρεσι. θέλει δὲ αὐτὸν καὶ Νεμεονίκην ἀποδεῖξαι.[*]()

[*]()δασκίοις: τοῖς συνδένδροις, ἢ παρὰ τὸ ὑψηλὸν τοῖς μεγίστην σκιὰν ἀπεργάζεσθαι δυναμένοις. κεῖται δὲ ἡ Νεμέα παρὰ τὰ Φλιάσια ὄρη, παράκειται δὲ καὶ πόλις ὁμώνυμος ἡ Φλιοῦς, ἡ πρότερον Ἀραιθυρέα καλουμένη, ἣν καὶ Ὅμηρος οὕτω φησί (Β 571).

[*]()πλατεῖαι πάντοθεν λογίοισι: πολλαὶ καὶ πλατεῖαι ἀφορμαί εἰσι τοῖς ἐλλογίμοις, φησί· πάλιν τοὺς ποιητὰς ἀκουστέον· ὥστε ὑμνεῖν τὴν νῆσον ταύτην τὴν Αἴγιναν· ἐπειδὴ αὐτοῖς χορηγίαν παρέχουσιν ἐπαίνων οἱ Αἰακίδαι, καὶ ἐξαίρετον ἀρετὴν ἐπεδείξαντο. ἀμφίβολον δὲ πότερον τοῖς προκειμένοις λόγοις παρέσχον μοῖραν πλείστην οἱ Αἰακίδαι, ἢ οἱ Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν τοῖς ἰδίοις πολίταις δοξάζοντες αὐτούς.

[*]()καὶ ἐς Αἰθίοπας Μέμνονος οὐκ ἂν ἀπονοστάσαντος ἐπᾶλτο: ἔστι καὶ συνεσταλμένως καὶ βαρυτόνως ἀναγνῶναι, ἔπαλτο, τουτέστιν ἐπάλθη, ἐβλήθη τὸ κλέος αὐτῶν εἰς Αἰθίοπας.

[*]()a. βαρὺ δέ σφιν νεῖκος ἔμπεσ᾿ Ἀχιλεύς: βαρεῖαν δὲ καὶ ἐπαχθῆ μάχην διὰ φιλονεικίαν αὐτοῖς ἐπέδειξεν ὁ Ἀχιλλεὺς τοῖς Αἰθίοψι, χαμαὶ κλίνας τὸν Μέμνονα αὐτὸς ἐκ τῶν ἁρμάτων κατελθὼν, τῆς φαιδρᾶς Ἡμέρας τὸν υἱὸν, ἡνίκα ἐφόνευσε τῇ ἀκμῇ τοῦ δόρατος τοῦ λίαν ὀργίλου. περίφρασις δὲ τὸ σχῆμα, ἵνα τὴν Ἀχιλλέως δείξῃ περὶ τὸ πολεμεῖν εὐθαρσίαν.

b. ἄλλως. Μέμνων υἱὸς μὲν ἦν Τιθωνοῦ καὶ Ἡμέρας. βασιλεὺς δὲ Αἰθιόπων. οὗτος ἐναντιούμενος τοῖς Ἕλλησιν ὑπὲρ τῶν Τρώων ἀνῃρέθη ὑπὸ Ἀχιλλέως, καὶ διὰ τοῦτό φησι τὴν τῶν Αἰακιδῶν δόξαν καὶ μέχρις Αἰθιόπων διαπτῆναι. οὐκ ἐκ παραδρομῆς δὲ ζάκοτον εἶπε τὸ δόρυ τοῦ Ἀχιλλέως, ὡσανεὶ μείλινον ἤ τι τοιοῦτον αὐτὸ ἔφη ἐν κοινότητι, ἀλλ᾿ ὅτι ἰδιαίτερον παρὰ τὰ ἄλλα κατεσκεύαστο. δίκρουν γὰρ, ὥστε δύο ἀκμὰς ἔχειν καὶ μιᾷ βολῇ ὥστε δισσὰ τὰ τραύματα ἀπεργάζεσθαι. καὶ Αἰσχύλος ἐν Νηρεΐσι (fr. 152)· κάμακος εἶσι, κάμακος γλώσσημα διπλάσιον. καὶ Σοφοκλῆς ἐν Ἀχιλλέως ἐρασταῖς (fr. 156)· ἢ δορὸς διχόστομον πλᾶκτρον· δίπτυχοι γὰρ ὀδύναι μιν ἤρικον Ἀχιλληΐου δόρατος. μετάγουσι δὲ τὴν ἱστορίαν ἀπὸ τῆς Λέσχου μικρὰς Ἰλιάδος λέγοντος οὕτως (fr. 5 Kinkel)· ἀμφὶ δὲ πόρκης χρύσεος ἀστράπτει, καὶ ἐπ᾿ αὐτῷ δίκροος δίη.

c. ἢ ζάκοτόν φησι κατὰ μετουσίαν τοῦ φέροντος καὶ αὐτὸ συμπνέον τῇ ὀργῇ, ἀπὸ τῶν παρ᾿ Ὁμήρῳ (Λ 573; Ο 316)· πολλὰ δὲ καὶ μεσσηγὺ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι.

[*]()a. καὶ ταύταν μὲν παλαιότεροι: καὶ ταύτην μὲν τὴν ὁδὸν τὴν τῶν ἐπαίνων, ἥτις ἐστὶ τολοιπὸν κατημαξευμένη, οἱ παλαιότεροι ἡμῶν καὶ οἱ πρεσβύτεροι ἐξεῦρον· ἀντὶ τοῦ καὶ οἱ πρότεροι ἡμῶν ἐπῄνεσαν τοὺς Αἰακίδας. ἀκολουθήσω οὖν καὶ αὐτὸς ἔχων ταύτην τὴν μελέτην καὶ σπουδὴν, τὸ ἐπαινεῖν τοὺς ἀγαθοὺς ἄνδρας ἀεί.

b. μελέτην δέ φησι τὴν ἐπιμέλειαν. Ὅμηρος (Hes. op. 412)· μελέτη δέ τοι ἔργον ὀφέλλει.

[*]()a. τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον: ποὺς μὲν νεὼς τὸ πηδάλιον. τὸ δὲ κῦμα τὸ παρὰ τῷ πηδαλίῳ ἑλισσόμενον δονεῖ καὶ ταράσσει τὸν ἑκάστου θυμόν. οὑ τὸ παρεληλυθὸς οὖν ταράσσει, ἀλλὰ τὸ ἔτι εἱλούμενον. λέγει δὲ τοῦτο ὁ Πίνδαρος, ὅτι παρεξέβη εἰς τὸ ὑμνεῖν τοὺς Αἰακίδας· ἔργον δὲ οὐκ ἐξέλαβε τοῦτο, ἀλλ᾿ εἰς τὸ ὑμνῆσαι τὸν Ἀλκιμίδην. διό φησιν· αὐτὸν ὑμνήσω.

b. ὁ δὲ νοῦς· παραπεμψάμενος οὖν, φησί, τὰ παλαιὰ τῶν νέων καὶ παρόντων ἕξομαι· καὶ γὰρ ἐπὶ τῶν πλεόντων ἀεὶ τὸ παρὰ τῷ πηδαλίῳ κῦμα παρὸν καὶ ὁρώμενον τοῦ κυβερνῶντος ἀνδρὸς ταράσσει τὴν ψυχήν.

[*]()a. ἑκόντι δ᾿ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος: μεταφορᾷ κέχρηται τῇ τῶν ὑποζυγίων· σημαίνει γὰρ ὅτι ἑκουσίως ἐγὼ τοῦτο τὸ βάρος ὑπέμεινα δίδυμον ὑπάρχον· τοῦτο δέ φησιν, ἢ ὅτι σὺν τῷ τὸν Ἀλκιμίδην ὑμνῆσαι συμπαραλαμβάνειν μέλλει καὶ ἔπαινον τοῦ ἀλείπτου Μελησίου, ἢ τὸ τοῦ Ἀλκιμίδου καὶ τὸ τῶν Αἰγινητῶν· καὶ γὰρ ἐκείνους καὶ ἔτι τρίτον τοὺς Αἰακίδας ὕμνησε, καὶ αὐτὸν τὸν Ἀλκιμίδην.

b. ὁ δὲ νοῦς· ἑκὼν γὰρ ἐδεξάμην ἐπὶ τοῖς ἐμαυτοῦ νώτοις τοῦτο τὸ φορτίον τὸ διπλοῦν, ἄγγελος καὶ κῆρυξ βου ηθεὶς γενέσθαι τῆς ἀρετῆς τῶν ἀνδρῶν, Ἀλκιμίδου καὶ Μελησίου. περὶ γὰρ αὐτῶν ἑξῆς φησιν ὡς εἰκοσιπέντε στεφάνους εἰληφότων τῶν ἀπὸ ταύτης τῆς φατρίας ἢ καθόλου τῶν Αἰγινητῶν.

c. ἄλλως. φησὶν αὐτὸ τὸ προφθάσαν γένος εἰκοσιτέσσαρας ἐσχηκέναι νίκας. τὸν δὲ Ἀλκιμίδην εἰκοστὴν πέμπτην ταύτην νενικηκέναι. τοῦτο οὖν τὸ εἰκοστὸν πέμπτον σεμνολόγημα ἐξαγγέλλων, ὅπερ ἀπὸ τῶν ἀγώνων ἐδέξαντο, ἀγώνων δὲ τούτων οὓς ἱεροὺς καλοῦσιν, ἤτοι τοὺς περιοδικούς . . . .

d. . . .εἰκοσιτέσσαράς φησιν. ὅπερ εὖχος καὶ σεμνολόγημα τὸ εἰκοστὸν πέμπτον ὁ Ἀλκιμίδης προσέθηκε καὶ ἐπήρκεσε παρασχεῖν νικήσας τὸν ἀγῶνα τῇ ἐνδοξοτάτῃ αὐτοῦ γενεᾷ.

[*]()a. δύο μὲν Κρονίου πὰρ τεμένει: ἐν Ὀλυμπίᾳ, φησίν, ἐνόσφισεν αὐτοὺς καὶ ἐχώρισεν ἡ προεξάνθησις τῶν τριχῶν· ἀπεκρίθησαν γὰρ, ὡς οὐ παιδικὴν ἔχοντες ἡλικίαν διὰ τὸ προηνθηκέναι τὰς τρίχας. πρὸ ὥρας γοῦν τὸ ἄνθος αὐτοῖς τῆς ἥβης, φησί, συνεκληρώθη· οὗτος γὰρ κλῆρος ἄνθους. ὁ δὲ Πολυτιμίδας οἰκεῖος τοῦ Ἀλκιμίδου. κληρωθέντες οὖν οὗτοι παίδων ἀγωνίσασθαι, μεταξὺ γενειάσαντες. ἐξεκρούσθησαν τοῦ ἀγῶνος.

b. ὁ δὲ νοῦς· δύο δὲ ἄνθη καὶ νίκας τῆς Ὀλυμπίας τῆς οὔσης παρὰ τῷ Κρονίῳ τεμένει ὁ προπετὴς κλῆρος ὑμᾶς ἀπεστέρησεν, ὦ Ἀλκιμίδη.

[*]()a. δελφῖνί κε τάχος δι᾿ ἅλμας ἶσον εἴποιμι Μελησίαν: Μελησίας εἷς τῶν ἐνδόξων ἀλειπτῶν· ἐπαινεῖ δὲ αὐτοῦ τὸ τάχος, ἐπεὶ ταχὺ αὔξει τοὺς ὑπ᾿ αὐτοῦ ἀλειφομένους καὶ κατάγει εἰς τοὺς ἀγῶνας. καὶ τοσοῦτόν φησι διαφέρειν τῶν ἄλλων ἀλειπτῶν τῷ ταχέως τοὺς ἀλειφομένους κατάγειν. εὐχερείας καὶ ἰσχύος ἡνίοχον ὄντα, ὅσον ὁ δελφὶς τῶν ἄλλων ἐναλίων τῷ τάχει διαφέρει.

b. ἀντὶ τοῦ ἶσον ἂν εἴποιμι καὶ τὸν Μελησίαν τῷ ταχεῖ δελφῖνι τῇ τε ἰσχύϊ καὶ τῇ τέχνῃ.