Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. αἰδέομαι μέγα εἰπεῖν: αἰδοῦμαι καὶ φυλάττομαι. φησί, διηγήσασθαι μέγα τι καὶ οὐ δικαίως τετολμημένον καὶ πεπραγμένον. εἰς γὰρ τὰ πάτρια τῶν Αἰακιδῶν ἐμπεσὼν καὶ μνησθεὶς Φώκου ὑποστέλλεται τὴν κατ᾿ αὐτὸν τύχην λέγειν. ἔστι δὲ αὕτη. φασὶ γὰρ Πηλέα καὶ Τελαμῶνα ἐν γυμνασίοις ἀνελόντας Φῶκον, τὸν μὲν δίσκῳ τύψαντα, τὸν Πηλέα, τὸν δὲ Τελαμῶνα σιδήρῳ τὰ μετάφρενα, καὶ οὕτω τὸ μύσος φεύγοντας τῆς Αἰγίνης ἐκπεσεῖν, καὶ τὸν μὲν Τελαμῶνα εἰς Σαλαμῖνα τὴν πρὸς τῇ Ἀττικῇ, τὸν δὲ Πηλέα εἰς Θετταλίαν μετοικῆσαι· ὡς καὶ Ἀπολλώνιος ἐν τῷ καταλόγῳ φησί (I 93)· Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ, Πηλεὺς δ᾿ ἐν Φθίῃ ἐριβώλακι ναῖε λιασθείς.

b. ἄλλως. τί αἰδεῖται ὁ Πίνδαρος, καὶ τί αὐτοῖς φησι μὴ δικαίως κεκινδυνευμένον εἶναι; τὸ ὅτι ἀνεῖλον τὸν Φῶκον καὶ ἔφυγον· περιεσταλμένως δὲ αὐτὸ εἴρηκε. μέγα δὲ ἔργον φησὶν, ὅτι οὐ κατὰ δίκην ὁ κίνδυνος ἐγενήθη τῷ Τελαμῶνι καὶ τῷ Πηλεῖ τὸν ἑαυτῶν ἀδελφὸν ἀποκτείνασι Φῶκον, ἀλλ᾿ ἄδικος ὁ τοιοῦτος κίνδυνος, ὅν φησιν αἰδεῖσθαι εἰπεῖν. |[*]() δύναται δὲ καὶ οὕτως ἀκούεσθαι· τὸ ἀκίνδυνον ἐν δίκῃ, ἀληθές. ὃ γὰρ μὴ ἔχει κίνδυνον κατὰ τὴν δίκην, ἀληθές ἐστιν. οἶδεν οὖν ὁ Πίνδαρος τὸν Φώκου θάνατον, ἀλλ᾿ ἐκτρέπεται εἰπεῖν. |[*]() μήποτε δὲ καὶ τὸ παρὰ Καλλιμάχῳ (fr. 136)· ἔκλυε, τῶν μηδὲν ἐμοὺς δι᾿ ὀδόντας ὀλίσθοι. Πηλεύς, οὕτως ἀποδοτέον, ὅτι αἱ γυναῖκες ὠνείδιζον αὐτῷ τὸν Φώκου θάνατον.

c. ὁ δὲ νοῦς· αἰδοῦμαι οὖν, φησί, τὴν προφανῆ αἰτίαν, δι᾿ ἣν κατέλιπον τὴν ἐνδοξοτάτην νῆσον Αἴγιναν, εἰπεῖν, καὶ τίς τούτους τοὺς ἄνδρας δαίμων καὶ τύχη ἀπὸ τῆς Οἰνώνης ἀπήλασε· παύσομαι τῆς τοιαύτης διηγήσεως.

[*]()a. οὔ τοι ἅπασα κερδίων: οὐ φέρει κέρδος πᾶσα ἀλήθεια ἀτρεκὴς γινομένη καὶ φαίνουσα τὸ ἴδιον πρόσωπον, ἀλλὰ δεῖ ποτε καὶ ἐπικεκρύφθαι τὸ πρόσωπον τῆς ἀληθείας.

b. ὁ δὲ νοῦς· οὐ γὰρ πᾶσα ἐπικερδής ἐστιν ἀλήθεια φανερὰ γινομένη καὶ εἰς ὄψιν ἀγομένη ἀτρεκῶς, ἀλλὰ πολλάκις καὶ τὸ νοῆσαι, ὅτι δεῖ κατὰ καιρὸν σιωπῆσαι, σοφώτατόν ἐστι πρᾶγμα.

[*]()a. εἰ δ᾿ ὄλβον ἢ χειρῶν βίαν: τὰ μὲν περὶ τὸν φόνον τοῦ Φώκου διασιωπήσομαι· εἰ δέ τοι ἐπαινέσαι δεῖ, φησίν, ἢ εὐδαιμονίαν ἀνθρώπου ἢ σθένος χειρῶν ἢ τὴν κατὰ πόλεμον ἀρετὴν, δύναμαι, φησί, πόρρω ἅλλεσθαι τοὺς Αἰακίδας ἐν τούτοις ὑμνῶν.

b. ὁ δὲ νοῦς· εἰ δὲ δεῖ τὴν ἄλλην εὐδαιμονίαν τῶν Αἰακιδῶν, ἢ τὴν ἀνδρείαν ἢ τὰ κατὰ πόλεμον ἔργα ἐπαινέσαι, ἤδη τίς μοι ὑποσκαπτέτω πηδημάτων μεγάλων σημεῖα, ὥστε κούφως διὰ τῶν γονάτων ἐπὶ τὸ ἐξώτερον φέρεσθαι. ἀλληγορεῖ οὖν· δύναμαι πλέον πάντων θαυμάσαι αὐτοὺς καὶ ὑπερβαλέσθαι τοὺς ἀγωνίζεσθαι βουλομένους. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πεντάθλων, οἷς σκάμματα σκάπτονται, ὅταν ἅλλωνται· ἐκείνων γὰρ κατὰ τὸν ἀγῶνα πηδώντων, ὑποσκάπτεται βόθρος ἐκάστου τὸ ἅλμα δεικνύς. φησὶν οὖν ὅτι βουλομένῳ μοι τοὺς Αἰακίδας ἐγκωμιάζειν ἤδη τις μακρὰ ὑποσκαπτέτω μοι ἅλματα, νικήσω γὰρ καθάπαξ τοὺς ἐναντιοῦσθαί μοι καὶ ἐγκωμιάζειν βουλομένους.

[*]()καὶ πέραν πόντοιο πάλλοντ᾿ αἰετοί: οἱ ἀετοί, φησίν, οὐ μόνον τὰ περίγεια πέτονται, ἀλλὰ καὶ πελαγίζουσι· καὶ ἐγὼ οὖν ὡς ἀετὸς πελαγιῶ ἐν τοῖς ποιήμασιν.

[*]()a. ἐν δὲ μέσσαις φόρμιγγ᾿ Ἀπόλλων: ἐν αἷς Μούσαις ὁ Ἀπόλλων κιθάραν ἑπτάφωνον τῷ πλήκτρῳ κρούων (διὰ γὰρ τοῦ πλήκτρου ὥσπερ γλώσσης ὁ φθόγγος ἀποδίδοται) ἐξῆρχε πάσης μελῳδίας, τουτέστι νόμων μελῳδικῶν. τοῦτο δέ φησι παρὰ τὸ ὡς νομίῳ θεῷ τῷ Ἀπόλλωνι ἀνακεῖσθαι τὴν μοῦσαν.

b. τὸ δὲ διώκων ἀντὶ τοῦ συνάπτων, κιθαρίζων τῷ πλήκτρῳ. διώκειν δέ φησιν αὐτὸν, τὸ τάχος ἐμφῆναι βουλόμενος τῆς πλήξεως.

[*]()a. αἱ δὲ πρώτιστον μὲν ὕμνησαν: αἱ Μοῦσαι, φησί, πρῶτον μὲν ὕμνησαν τὸν Δία, μετὰ δὲ τὸν Δία ὕμνησαν δευτέραν τὴν Θέτιν, ἔπειτα τρίτον τὸν Πηλέα, καὶ διηγήσαντο ὅπως αὐτὸν ἡ ἁβρὰ Κρηθηῒς ἡ τοῦ Ἱππολύτου θυγάτηρ ἀνελεῖν ἐβουλήθη· ἐκ δὲ τούτου τὸ σεμνὸν αὐτοῦ ἐγκωμιάζουσαι ᾖδον.

b. ἄλλως. ἀπὸ Διὸς προοιμιαζόμεναι, φησίν, ᾖδον καὶ ὕμνουν τὴν Θέτιν. τὸ προοίμιον οὖν ἀπὸ Διὸς ἐποιήσαντο· καὶ ἀλλαχοῦ (N. II 1)· Ὅθεν περ καὶ Ὁμηρίδαι, Διὸς ἐκ προοιμίου. καὶ Ἄρατος (1)· Ἐκ Διὸς ἀρχώμεσθα.

[*]()Μαγνήτων σκοπὸν πείσαισ᾿ ἀκοίταν: τὸν Ἄκαστον τῆς Μαγνησίας τὸν ἐπίσκοπον καὶ βασιλέα. ποικίλοις οὖν, φησί, λόγοις ἀπατήσασα τὸν ἑαυτῆς ἄνδρα ἡ Κρηθηἴς ἐπεβούλευσε τῷ Πηλεῖ· τὸ δὲ πλάσμα ψεύστης ἦν λόγος, ὅτι ἄρα ἐπειρᾶτο ὀ Πηλεὺς ἐπιβουλεῦσαι τῇ κοίτῃ τοῦ Ἀκάστου καὶ μοιχεῦσαι τὴν Κρηθηΐδα· ἦν δὲ τὸ ἐναντίον· πολλὰ γὰρ αὐτὸν τὸν Πηλέα ἐκ πάσης ψυχῆς ἐλιτάνευε καὶ παραπείθειν ἐπεχείρει συνελθεῖν αὐτῇ.

[*]()a. τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι: οἱ προσάντεις λόγοι καὶ χαλεποὶ, κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ὑψηλῶν τόπων. προσάντεις οὖν οἱ ἀντίτυποι λόγοι καὶ δυσπρόσιτοι.

b. ὁ δὲ νοῦς· τούτου δὲ τὴν προαίρεσιν καὶ τὸν τρόπον ἔκνιζον καὶ ἐλύπουν οἱ ἄδικοι λόγοι, καὶ παραχρῆμα ἀπηρνήσατο αὐτὴν εὐλαβηθεὶς τὴν τοῦ ξενίου Διὸς ὀργήν· ἵνα καθόλου ἀκούσωμεν τὸ πατρός, ὡς Ὅμηρος (A 544)· πατὴρ ἀνδρῶν τε θεῶν τε· ἢ ὅτι ὁ Πηλεὺς ἔκγονος ἧν Διός.

[*]()ὁ δ᾿ εὖ φράσθη: ὁ δὲ Ζεύς, φησίν, ἐφράσθη, ἀντὶ τοῦ ἔγνω, καὶ ἀντὶ τῆς σωφροσύνης ἐπένευσεν αὐτῷ καὶ παρέσχεν ὥστε λαβεῖν γυναῖκα τὴν Θέτιν.

[*]()a. γαμβρὸν Ποσειδάωνα πείσαις: πείσας ὁ Ζεὺς σύγγαμβρον αὐτῷ γενέσθαι τὸν Ποσειδῶνα· ὁ μὲν γὰρ τὴν Θέτιν, ὁ δὲ τὴν Ἀμφιτρίτην ἔγημεν. Αἰγαὶ δὲ νῆσός ἐστι πρὸς τῇ Εὐβοίᾳ, καὶ ἀπὸ ταύτης τὸ πέλαγος Αἰγαῖον προσαγορεύεται. ἀπὸ τῶν Αἰγῶν οὖν φησι τὸν Ποσειδῶνα συνεχῶς ἐπὶ τὸν Ἰσθμὸν πορεύεσθαι. ὅτι δὲ Ποσειδῶνος ἱερὰ αὕτη, φησὶ καὶ Ὅμηρος (Θ 203)· οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ᾿ ἀνάγουσι πολλά τε καὶ χαρίεντα. διατί δὲ ὠνόμασε νῦν τὸν Ἰσθμόν; ὅτι οἰκεῖός τις ἦν τοῦ Πυθέου, εἰς ὃν αὕτη ἡ ᾠδὴ γέγραπται, Εὐθυμένης, ὃς ἐνίκησεν Ἴσθμια.

b. ὁ δὲ νοῦς· πείσας σύγγαμβρον αὐτῷ γενέσθαι τὸν Ποσειδῶνα, ὅστις συνεχῶς ἀπὸ τῶν Αἰγῶν ἐπὶ τὸν τῶν Κορινθίων ἰσθμὸν φοιτᾷ, ὅπου δὴ μάλιστα αἱ συνεταὶ τῶν Κορινθίων τάξεις ὑποδέχονται τὸν θεὸν μετὰ βοῆς τῶν αὐλῶν, ὅτε δὴ καὶ διαφιλονεικοῦσιν ἀγωνιζομένοις σώμασιν ἀνδρείαν· ἴσως ἐν τοῖς Ἰσθμικοῖς ἀγῶσι· τότε δὲ ἑκάστου δείκνυται καὶ διακρίνεται τὸ συγγεννηθὲν θράσος ἐπὶ πάντων τῶν τελουμένων ἔργων.

[*]()c. τὸν ἐσόμενον οὖν τοῦ Πηλέως σύγγαμβρον.

[*]()a. ἔνθα μιν εὔφρονες ἶλαι: ἶλαι αἱ τάξεις καὶ αἱ συστροφαὶ τῶν νέων αἱ ἐν χορῷ γινόμεναι· ὅθεν καὶ εἰλαπίναι.

b. ὅπου αὐτὸν αἱ ἶλαι τῶν κωμαζόντων μετὰ τὰς νίκας εὔφρονες οὖσαι, τουτέστιν εὐφραντικαὶ, ἐκδέχονται μετὰ αὐλῶν· ὄπου γὰρ κῶμοι, ἐκεῖ ἐστιν εὐφροσύνη. εἶτα ἐποίσει, διὰ τί τοῦ Ἰσθμοῦ ἐμνήσθη.

[*]()a. τὺ δ᾿ Αἰγίνᾳ θεᾶς, Εὐθύμενες: ὁ Εὐθυμένης οἰκεῖος τοῦ Πυθέου.

b. ὁ δὲ νοῦς· σὺ δὲ, ὦ Εὐθύμενες, ἐν τῇ Αἰγίνῃ προσερχόμενος ἐν τοῖς ἀγῶσι τῆς θεᾶς Νίκης ἠδυνήθης πολλῶν ὕμνων τυχεῖν. τοῦτο δέ φησι διὰ τὸ εἶναι αὐτὸν παγκρατιαστήν.

[*]()a. ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει: μήτρως ἢ ὁ τῆς μητρὸς ἀδελφὸς ἢ ὁ κατὰ μητέρα συγγενής· χρῆται γὰρ οὕτως ὁ Πίνδαρος.

b. ἀγάλλει σου τὸ ὁμόσπορον ἔθνος, τὸ τῶν Αἰγινητῶν.

c. καταλληλότ ρον δὲ ἔνιοι γράφουσι Πυθέας. ἵν᾿ ᾖ ὁ μήτρως Πυθέας. οὐ μόνον, φησί, Νέμεα νενικήκατε, ἀλλὰ καὶ ἐν Αἰγίνῃ τοὺς ἡλικιώτας ἐλθόντας οἴκοι τῷ κράτει νενικήκατε. ἔστι δὲ ἀγὼν ἐν Αἰγίνῃ ἀγόμενος τὰ Αἰάκεια, ὅντινα δηλαδὴ ἐνίκησεν ὁ Πυθέας.

d. ὁ δὲ νοῦς οὕτω· μετὰ τὰ προειρημένα ὑπὸ σοῦ ἔτι καὶ ἐπὶ τοῦ παρόντος ὁ σὸς μήτρως, ὦ Εὐθύμενες, ὁ Πυθέας ἀγάλλει τε καὶ σεμνύνει τὸ ὁμόσπορον ἔθνος καὶ συγγενὲς ὑμῶν τὸ τῶν Αἰακιδῶν τὸ ὂν ἐν τῇ Αἰγίνῃ.

[*]()a. ἁ Νεμέα μὲν ἄραρε μείς τ᾿ ἐπιχώριος: παρ᾿ Αἰγινήταις Δελφίνιος μὴν ἄγεται Δελφινίου Ἀπόλλωνος ἱερός, ἐν ᾧ ἴσως φησὶ γεγενῆσθαι τὰ Νέμεα. πεφιλῆσθαι γάρ φησι τὸν μῆνα τοῦτον ὑπὸ τοῦ Ἀπόλλωνος· καὶ εἴη ἂν ὁ μὴν οὗτος, ἐν ᾧ θύουσιν Αἰγινῆται Ἀπόλλωνι οἰκιστῇ καὶ δωματίτῃ. καθά φησι Πυθαίνετος (FHG IV 487).

b. ἄλλως. μεὶς ἐπιχώριος ὁ Δελφίνιος μὲν καλούμενος, καθ᾿ ὃν τελεῖται Ἀπόλλωνος ἀγὼν Ὑδροφόρια καλούμενος. ὁμοίως οὖν, φησίν, ἥρμοσται τῷ Πυθέᾳ καὶ οὗτος ὁ Δελφίνιος.

c. ὁ δὲ νοῦς· ἡ μὲν γὰρ Νεμέα καὶ προσήρμοσται αὐτῷ πρὸς τὸ νικᾶν ἀεὶ, καὶ ὁ πάτριος ἀεὶ παρ᾿ Αἰγινήταις μὴν, ὃν ὁ Ἀπόλλων ἐφίλησεν· ἐλθόντας δὲ καὶ ὁμήλικας ἐν Αἰγίνῃ νικᾶ.

[*]()a. Νίσου τ᾿ ἐν εὐαγκεῖ λόφῳ: τουτέστιν ἐν Μεγάροις. διατίθεται δὲ Ἀπόλλωνι καὶ Πύθια καλεῖται ὁ ἀγών.

b. ἄλλως. ἐν Μεγάροις τῷ εὐθέτῳ χωρίῳ ὁμοίως ἐνίκησε τὰ Ἀλκαθοῖα. Νῖσος δὲ βασιλεὺς Μεγάρων. ἥδομαι δέ, φησίν, ὅτι τῶν καλῶν ἕνεκα πᾶσα φιλονεικεῖ ἡ πόλις.

[*]()a. ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ: λείπει τὸ ὅτι. ὁ δὲ λόγος· ἴσθι, ὅτι ἐπωνάσθης τῶν τοῦ Μενάνδρου μόχθων.

b. ἢ οὕτω· γίνωσκε ὅτι γλυκεῖαν ἀμοιβὴν ἐκαρπώσω τῶν πόνων ἐκ τῆς νίκης σὺν τῇ Μενάνδρου παρουσίᾳ. οὗτος δὲ Ἀθηναῖος, ἀλείπτης Πυθέου.

c. τὸ δὲ τύχᾳ ἀμφίβολον, ἢ σὺν τῇ σῇ τύχῃ ἢ τοῦ Μενάνδρου.

[*]()a. χρὴ δ᾿ ἀπ᾿ Ἀθανᾶν: χρὴ δὲ ἀπὸ Ἀθηνῶν τοὺς ἐπιστάτας εἶναι τῶν ἀθλητῶν, ἐπειδὴ καὶ ὁ Μένανδρος Ἀθηναῖος. τοῦτο δέ φησιν, ἐπειδὴ πρότερον ὁ Θησεὺς Ἀθηναῖος ὢν εὗρε παγκράτιον ἄνευ μυρμήκων· ἡνίκα γὰρ ἐν τῷ Λαβυρίνθῳ ἐξησθένει πρὸς τὴν ἰσχὺν τοῦ Μινωταύρου, παγκρατίῳ αὐτὸν διαπαλαίων περιγέγονεν· οὐ γὰρ εἶχε μάχαιραν· καὶ οὕτως ἐνομίσθη εὑρετὴς τῆς πυγμῆς. ἴσως οὖν ὁ Πίνδαρος οὐκ ἀργῶς μέμνηται τῶν Ἀθηνῶν, ἀλλὰ τοιοῦτόν τι ὑποσημαίνων.

b. ἄλλως. ἐν Ἀθήναις φασὶν εὑρῆσθαι τὴν παλαιστρικὴν ὑπὸ Φόρβαντος τοῦ παιδοτρίβου Θησέως· |[*]() τινὲς δὲ τοὐναντίον Θησέα μὲν παρ᾿ Ἀθηνᾶς τὴν πάλην μαθεῖν, Φόρβαντα δὲ ὑπὸ Θησέως. |[*]() Φερεκύδης (FHG I 97 M., I 98 J) δὲ ἡνίοχον τὸν Φόρβαντά φησι Θησέως, σὺν ᾧ καὶ τὴν Ἀμαζόνα ἁρπάζει. καὶ Πολέμων δὲ ἱστορεῖ (FHG III 132) πάλην εὑρηκέναι Φόρβαντα Ἀθηναῖον. ὅτι δὲ Θησεὺς παρ᾿ Ἀθηνᾶς ἔμαθε τὴν πάλην, Ἴστρος ἱστορεῖ (FHG I 421).

[*]()εἰ δὲ Θεμίστιον ἵκεις ὥστ᾿ ἀείδειν: εἰ δὲ βούλει, φησίν, καὶ ἦλθες ὑμνεῖν τὸν Θεμίστιον· οὗτος δὲ λέγεται πάππος τῷ Πυθέᾳ πρὸς μητρός· μηκέτι εὐλαβούμενος, φησί, φθέγγου, μηδὲ ὡς ὑπὸ ῥίγους συνεχόμενος, ἀντὶ τοῦ μηδεμίαν εὐλάβειαν ἔχων θαύμαζε ὡς καὶ μεγαλοφώνως βοᾶν.

[*]()a. ἀνὰ δ᾿ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου: καρχήσιον τὸ ἀνώτατον τῆς κεραίας. τούτῳ τὸ ἱστίον προσανατείνουσιν, ὅταν θέλωσι δαψιλεῖ τῷ ἀνέμῳ χρῆσθαι οὐριοδρομοῦντες.

b. καὶ πύκτην οὖν αὐτὸν ὕμνει καὶ παγκρατιαστὴν, διπλόαν νικῶντα ἀρετὴν ἐν Ἐπιδαύρῳ, ὡς διττὰ Ἀσκληπιεῖα νενικηκότος αὐτοῦ ἢ ὡς δύο στεφάνους εἰληφότος ἑνὶ ἀγῶνι πυγμῆς καὶ παγκρατίου. ταῦτα δὲ ἐπὶ τοῦ Θεμιστίου λέγει.

c. ἢ οὕτω· ζυγὸν καρχησίου λέγει τὴν σύνδεσιν καὶ τὸ ἄκρον τοῦ καρχησίου, περιφραστικῶς δὲ αὐτὸ τὸ καρχήσιον.

d. ἢ καρχήσιόν φησι τὸ ἄκρον τοῦ ἱστοῦ· καρχήσιον γὰρ, ἐν ᾧ τὸν ἱμάντα ἐνείρουσι. θαύμαζε οὖν, φησίν, αὐτὸν οὕτω μεγαλοφώνως καὶ θαρρούντως, ὥσπερ οἱ πλέοντες ἐπὶ πνεύματος οὐρίου· εἰς ἄκρον τὸ καρ ήσιον ζυγώσας τὸ κέρας, οὕτω διόλου ἐκπέτασον τὸ ἄρμενον. ἀλληγορῶν δὲ ἐνδείκνυται τὴν περιουσίαν τῶν θαυμάτων. φθέγξαι δὲ καὶ πυκτικὴν αὐτὸν καὶ παγκράτιον νενικηκέναι ἐν Ἐπιδαύρῳ καὶ διπλῆς ἀρετῆς δόξαν κεκτῆσθαι, καὶ κομίζειν αὐτὸν τῇ Αἰγίνῃ φαιδρὰ τὰ ἄνθη τῶν στεφάνων μετὰ τῶν Χαρίτων φθέγξαι.

e. προθύροις δέ φησιν Αἰακοῦ ἀντὶ τοῦ ἐν τῷ ἡρῴῳ τοῦ Αἰακοῦ ἐν Αἰγίνῃ, οὗπερ ἐν τοῖς προθύροις ἀνάκεινται οἱ ἐξ Ἐπιδαύρου τοῦ Θεμιστίου διπλοῖ στέφανοι.

f. ἢ οὕτως· ὡς ἐν Αἰγίνῃ ἐν τῷ τεμένει τοῦ Αἰακοῦ ἐπὶ τῶν προπύλων ἀνακειμένων αὐτῷ τῶν στεφάνων.

[*]()Ἐπιδαύρῳ διπλόαν: διπλῆν, ἀντὶ τοῦ δεύτερον. ἐν δὲ Ἐπιδαύρῳ Ἀσκληπιοῦ ἱερὸς ἀγὼν ἄγεται.