Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. καὶ Μέροπας: τοὺς Κῴους· δοκοῦσι γὰρ εἶναι γηγενεῖς· [*]() ἀπὸ Μέροπος δὲ Μέροπες οὕτως γράφεται.

b. ὅτι δὲ Ἡρακλῆς ἐπόρθησε τὴν Κῶ ἀπὸ τῆς Ἀσίας κατιὼν, καὶ Ὅμηρος μαρτυρεῖ (Ξ 255, Ο 28)· καί μιν ἔπειτα Κόωνδ᾿ εὖ ναιομένην ἀπένεικας. ἔλαβε δὲ καὶ Χαλκιόπην ἐξαίρετον τὴν Εὐρυπύλου τοῦ βασιλέως θυγατέρα, ἀφ᾿ ἧς ἔσχεν υἱὸν Θεσσαλὸν, οὗ παῖδες Φείδιππος καὶ Ἄντιφος ἐν Ἰλίῳ στρατεύσαντες.

c. λέγεται δὲ πεπορθηκέναι διὰ τοὺς Χαλκιόπης ἔρωτας τῆς θυγατρὸς Εὐρυπύλου τοῦ βασιλέως τὴν Κῶ.

[*]()a. ἔκπαγλον Ἀλκυονῆ: ἀντὶ τοῦ Ἀλκυονέα· κατὰ συναίρεσιν δὲ γέγονεν, ὡς καὶ τὸ Τυδέα Τυδῆ· Ὅμηρος (Δ 384) ἐνταῦθ᾿ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.

[*]()b. καὶ τὸν μέγαν πολεμιστὴν ἔκπαγλον Ἀλκυονῆ: οὗτος ὁ Ἀλκυονεὺς εἷς τῶν Γιγάντων λέγεται περὶ τὸν Ἰσθμὸν τῆς Κορίνθου συμβεβληκέανι Ἡρακλεῖ, [*]()οὗτος δὲ εἷς ἦν τῶν Γιγάντων, [*]()οὗ τὰς βοῦς Ἡρακλῆς ἐξ Ἐρυθείας παρήλαυνε· καὶ τῆς μάχης αὕτη αἰτία ἐγένετο τῇ βουλῇ τοῦ Διός· πολέμιος γὰρ ἦν τοῖς Γίγασιν.

c. οὐ πρότερον οὖν ἀνεῖλε τὸν Ἀλκυονέα Ἡρακλῆς, πρὶν τὰ ἅρματα αὐτοῦ ὑπὸ τοῦ Ἀλκυονέως βληθῆναι.

[*]()d. ἄλλως. οὗτος ὁ Ἀλκυονεὺς εἷς τῶν Γιγάντων λέγεται περὶ τὸν Ἰσθμὸν τῆς Κορίνθου συμβεβληκέναι Ἡρακλεῖ, |[*]() καὶ μετὰ τὸ συντρίψαι αὐτοῦ δώδεκα ἅρματα καὶ εἰκοσιτέσσαρας ἄνδρας λίθῳ μεγίστῳ, τὸ τελευταῖον κατ᾿ αὐτοῦ τὸν λίθον ἔρριψεν, ὅντινα τῷ ῥοπάλῳ ἀποσεισάμενος οὕτως ἀπέκτεινε τὸν Ἀλκυονέα, καί φασι κεῖσθαι τὸν λίθον ἐν τῷ Ἰσθμῷ. λέγεται δὲ τότε συμπαρεῖναι τῷ Ἡρακλεῖ καὶ τὸν Τελαμῶνα.

e. οὐ πρὶν [*]() ἤ γε τετραορίας δώδεκα, ὅ ἐστι τεθρίππους ἀνεῖλεν ὁ Ἀλκυονεύς. οὐ πρότερον δέ, φησίν, ἀπέκτεινεν Ἡρακλῆς, πρὶν ἢ ἀπέκτεινεν ὁ Ἀλκυονεὺς δώδεκα ἅρματα καὶ εἰκοσιτέσσαρας ἄνδρας τοῦ Ἡρακλέους.

[*]()a. ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ ξυνιείς: ἐπεὶ ῥητῶς οὐκ ἐξήγγειλεν ὁ Πίνδαρος ὅτι ἐνικᾶτο ὁ Ἡρακλῆς, ἀλλ᾿ ἀμφιβόλως αὐτὸ παρεδήλωσεν, ὁ μὴ συνιεὶς τοῦτο ὃ λέγω, φησίν, ὅτι ἐλείφθη ὁ Ἡρακλῆς, ἄπειρος μάχης [*]() ἂν εἴη οὗτος.

b. ἄλλως. τὸν λόγον τοῦτον ὁ μὴ διαλογιζόμενος καὶ νοῶν ὀφθείη ἂν ἄπειρος μάχης, ὡς μὴ συνιεὶς τὴν τύχην καὶ τὸν ἐξ αὐτῆς λόγον.

[*]()a. ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικε: παρὰ τὸ Ὁμηρικόν (Σ 309)· ξυνὸς Ἐνυάλιος καί τε κτανέοντα κατέκτα.

b. ὁ δὲ νοῦς· ἔπαθεν ὁ Ἡρακλῆς ἀποβαλὼν τοὺς ἑταίρους. παρὰ τοῦτο ὁ τραγικός (Soph. fr. 209)· τὸν δρῶντά πού τι καὶ παθεῖν ὀφείλεται. εἴη δ᾿ ἂν ἀπὸ ταύτης τῆς ὁμοιώσεως τῆς περὶ τὸν Ἡρακλέα ἐλάττωμά τι γεγονὸς περὶ τὸν ἀθλητὴν ἐν ἀρχῇ· οὕτω γὰρ τὸν ὅμοιον λόγον ἕξει ἡ παραβολή. ὡς γὰρ ὁ Ἡρακλῆς ἐπὶ μὲν τῆς ἀρχῆς ἐλείπετο, ὕστερον δὲ ἐνίκησεν, οὕτω καὶ ὁ ἀθλητής. ὥστε εἰκὸς εἶναι αὐτὸν πεπτωκέναι ἢ ἄλλο τι τοιοῦτον ὑπομεῖναι.

[*]()a. τὰ μακρὰ δ᾿ ἐξενέπειν ἐρύκει με τεθμός: Ἀρίσταρχος· εἰς νουμηνίαν ἐπιοῦσαν ὑποκείμενόν ἐστιν αὐτῷ ἀποδοῦναι τὸν ἐπίνικον. πάντα γάρ, φησί, τὰ περὶ τὸν Ἡρακλέα καὶ Ἀλκυονέα μακρῶς διελθεῖν κωλύομαι . . . . . . . ἐξειπεῖν ἐρύκει με καὶ κωλύει με ὁ τεθμός· ποῖος δὲ τεθμός; ὁ νόμος τοῦ ἐγκωμίου. ὁ νόμος οὖν τοῦ ἐγκωμίου, φησί, κωλύει με μακραῖς παρεκβάσεσι χρῆσθαι.

b. ὁ δὲ Ἀμμώνιος ὡμολογηκέναι φησὶ τὸν Πίνδαρον ἐν χρόνῳ τινὶ ἀποδώσειν τὸν ἐπίνικον· ὁ νόμος οὖν οὗτος, ὃν διεστησάμεθα ἐγώ τε καὶ οἱ τοῦ ἀθλητοῦ περὶ τῆς ἡμέρας, ᾗ ἀποδώσω, κωλύει με μακρὰ γράφειν· οὐ γὰρ φθάσω. διὸ ἐποίσει· Ὧραί τ᾿ ἐπειγόμεναι, τουτέστιν ἐπείγουσί με αἱ Ὧραι.

[*]()c. ὁ δὲ νοῦς οὕτω· τὰ πολλὰ δὲ καὶ μακρῶν δεόμενα λόγων διηγεῖσθαι κωλύομαι ὑπό τε τοῦ καιροῦ κατεπείγοντος καὶ ὑπὸ τοῦ εἰωθότος θεσμοῦ· νενόμισται γὰρ τὰ τοιαῦτα διὰ συντόμων λέγεσθαι.

[*]()a. ἴυγγι δ᾿ ἕλκομαι ἦτορ: ἴυγξ εἶδος ὀρνέου ἐρωτικοῦ. πόθεν δὲ ἡ ἴυγξ; οἱ μέν φασιν Ἠχοῦς, οἱ δὲ Πειθοῦς γεγενῆσθαι θυγατέρα, ἥτις φαρμάσσουσα τὸν Δία εἰς τὸν Ἰοῦς πόθον κατὰ χόλον Ἥρας εἰς ὄρνεον μετεβλήθη, ᾧ κέχρηνται αἱ τὰ ἐρωτικὰ σκευάζουσαι γυναῖκες. ἐκ τούτου δὲ καὶ τὸ ποθεινὸν ἴυγξ καλεῖται. ἴυγγι οὖν τῇ ἐπιθυμίᾳ φησίν.

b. ἄλλως. ὡς ἀπὸ φαρμάκου, φησί, καὶ ἴυγγος τὴν ψυχὴν ἕλκομαι τῇ ἐπιθυμίᾳ, ᾗ ὑπεσχόμην ἐπιδείξασθαι τόν ἐπίνικον συντελέσας. διὸ τὰ περὶ τὸν Ἡρακλέα λέγειν κωλύομαι, σπεύδων τελειῶσαι τὸν ὕμνον εἰς ὃν ὡμολόγησα χρόνον.

[*]()a. ἔμπα καί περ ἔχει βαθεῖα ποντιὰς ἅλμα: ὅμως εἰ καὶ κινδυνεύω τελειῶσαι τὸ ποίημα, τηρήσω γε τὴν ὑπόσχεσιν, ὥσπερ καὶ ἡμεῖς λέγομεν· εἰ καὶ ἐμβέβηκα εἰς μέσον πέλαγος.

[*]()b. ἢ οὕτως, τῆς ἀναφορᾶς γινομένης περὶ τὸν Ἡρακλέα· καὶ εἰ τὸ μέσον ἔχω τῆς ἱστορίας καὶ μεσοπορῶ κατὰ τὴν διήγησιν, ὅμως ἀνθέξομαι, καὶ οὐκέτι τὰ λοιπὰ ἐπ᾿ ἴσης συνάψω διὰ τὴν νουμηνίαν.

c. ἄλλως. ὅμως οὖν, εἰ καὶ πολὺ τὸ μέσον ἔχει διάστημα ἡ τῆς Αἰγίνης θάλασσα πρὸς τὰς Θήβας, ἐπείγου καὶ ἀντίτεινε ταῖς τῶν ἐχθρῶν ἐπιβουλαῖς.

[*]()a. ὁ δὲ λόγος· ὡς πρὸς ἑαυτὸν φιλονεικεῖ.[*]() ἐναντιοῦ τῷ φθόνῳ, ὅ ἐστιν ἀπόδος τὸν ἐπίνικον τῇ ὡρισμένῃ ἡμέρᾳ.[*]()

[*]()b. ἀντίτεινε ἐπιβουλίαις: πρὸς ἑαυτὸν [γὰρ] τοῦτο λέγει ὁ Πίνδαρος· ἀντίτεινε τοῖς ἐπιβουλεύουσιν, οἷον, μὴ ὕπεικε τοῖς ἀντιτέχνοις καὶ ἐπισιλλαίνουσί σε, |[*]() μὴ δίδου λαβὰς ὅτι παρεκβέβηκας· τῇ ἐπιβουλῇ αὐτῶν ἀντίτεινε. [*]() σφόδρα γὰρ τῶν πολεμούντων ἡμᾶς ἀντιδιδασκάλων καὶ ἀντιτέχνων φανησόμεθα καταβαίνοντες καὶ διοδεύοντες λαμπρῶς, ἐὰν μὴ παρεκβαίνωμεν. δοκεῖ δὲ ταῦτα τείνειν εἰς Σιμωνίδην, ἐπεὶ ἐκεῖνος παρεκβάσεσι χρῆσθαι εἴωθε.

c. καθυπέρτεροι οὖν ἐκείνων φανησόμεθα· ἐὰν μὴ ἐπιμένωμεν ταῖς παρεκβάσεσι, σφόδρα δόξομεν τῶν ἀντιπολεμούντων ὑπερέχοντες καταβαίνειν.

[*]()a. φθονερὰ δ᾿ ἄλλος ἀνήρ: ἄλλος ἀνὴρ ὁ βάσκανος.

b. ἄλλος ἐχθρὸς τὴν ἑαυτοῦ προαίρεσιν τὴν κενὴν καὶ ματαίαν ἀφανῆ ἕξει. |[*]()

c. ἄλλος ὁ ἐχθρός.

d. ὁ δὲ νοῦς· οὗτος γὰρ ἂν ὁ τὸν φθόνον ἐν ὀφθαλμοῖς ἔχων ἐχθρὸς τὴν ἑαυτοῦ προαίρεσιν καὶ τὴν ἐπ᾿ ἐμοὶ προσδοκίαν κενὴν καὶ ματαίαν ἔχων καὶ τὸν σκοπὸν χαμαὶ καὶ ἀσκόπως ἐνεχθέντα, ἐν τῷ τῆς ἀδοξίας καὶ λύπης κυλισθήσεται σκότῳ ὁ βάσκανος.

e. ἄλλως. εἴτις φθονεῖ ἡμῖν, φησί, τὴν ἑαυτοῦ γνώμην ἐν σκότει κυλίσει· τουτέστιν οὐδὲν ἀνύσει φθονῶν ἐμοί, ἀλλ᾿ ἐναποκρυβήσεται τῷ σκότῳ καὶ ζόφῳ, κυλισθήσεται αὐτὸς ἐν σκοτίᾳ φθονῶν ἐμοί.

[*]()a. ἐμοὶ δ᾿ ὁποίαν ἀρετὰν ἔδωκε πότμος ἄναξ: ἐμοὶ δέ, φησίν, ἣν ἔδωκε τάξιν ὁ θεὸς καὶ ἡ εἱμαρμένη, ταύτην πεπίστευκα ὅτι καὶ ὁ μακρὸς διαθέων χρόνος πληρώσει εὔμοιρον καὶ καλήν.

b. ἢ οὕτως· ἣν δὲ ἔχω παρὰ θεοῦ δύναμιν ποιητικὴν, εὖ οἶδ᾿ ὅτι κατὰ τὴν πεπρωμένην ὁ χρόνος τελειώσει καὶ ἐκλάμψει.

[*]()ἐξύφαινε γλυκεῖα καὶ τόδ᾿ αὐτίκα φόρμιγξ: ἐργάζου δὲ οὖν καὶ πλήρου τοῦτο τὸ ποικίλον μέλος, ὦ γλυκυτάτη φόρμιγξ, σὺν τῇ Λυδίων ἁρμονίᾳ, ὅπερ ἐστὶ προσφιλέστατον τῇ τε Αἰγίνῃ καὶ τῇ Κύπρῳ. Οἰνώνη δὲ τὸ πρότερον ἐκαλεῖτο ἡ Αἴγινα ἀπὸ Οἰνώνης τινός.

[*]()ἔνθα Τεῦκρος ὑπάρχει: ὁ νοῦς· ἔνθα δὴ καὶ ἐν ᾖ Κύπρῳ ὁ τοῦ Τελαμῶνος παῖς ἡγεμονεύει.[*]() ὁ γὰρ Τεῦκρος ἐλθὼν μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου ἐν Σαλαμῖνι, καὶ ὑπονοηθεὶς ὑπὸ τοῦ Τελαμῶνος ὡς αἴτιος γεγονὼς τοῦ φόνου τοῦ Αἴαντος, φυγὼν ᾤκησε τὴν Κύπρον καὶ ἔσχεν αὐτῆς τὴν ἀρχὴν, |[*]() ὡς καὶ Λυκόφρων (450) ἱστορεῖ.[*]()

[*]()ἀτὰρ Αἴας: ὅ γε μὴν Αἴας κατέχει τὴν πατρῴαν Σαλαμῖνα· λόγῳ, ἐπεὶ πατρὶς αὐτοῦ ἡ Σαλαμίς· ἐν Ἰλίῳ δὲ τελευτᾷ.[*]()

[*]()a. ἐν δ᾿ Εὐξείνῳ πελάγει: πᾶν τὸ γένος τῶν Αἰγινητῶν ὑμνεῖ, ὅτι πολλῶν τόπων ἐπῆρξεν. ἔστι δέ τις ἐπὶ τοῦ Εὐξείνου πόντου καλουμένη Λευκὴ νῆσος, εἰς ἣν δοκεῖ τὸ Ἀχιλλέως σῶμα ὑπὸ Θέτιδος μετακεκομίσθαι· καὶ δρόμους τινὰς δεικνύουσι διὰ τὰ τοῦ ἥρωος γυμνάσια. ὁ δὲ Πίνδαρος φαεννὰν νῆσον τὴν Λευκήν· μεταληπτικῶς δέ φησι· φαεινὸν γὰρ τὸ λευκόν ἐστιν. Λευκὴ δὲ καλεῖται διὰ τὸ πλῆθος τῶν ἐννεοσσευόντων ὀρνέων [ἤτοι ἐρωδιῶν]· φαντασίαν γὰρ τοιαύτην τοῖς πλέουσι παρέχει.

b. ἄλλως. τὴν λεγομένην Λευκὴν ἀκτὴν ἐν τῷ Εὐξείνῳ πόντῳ, ἐν ᾗ πλεῖστοι ἐρωδιοὶ φαινόμενοι ἐκεῖθεν τοῖς πλέουσι μηνύουσιν αὐτήν. αὕτη καλεῖται καὶ Ἀχίλλειος δρόμος, ἐπειδὴ μνηστευομένου τοῦ Ἀχιλλέως τὴν Ἰφιγένειαν ἀχθεῖσάν τε διὰ τὴν αὐτοῦ πρόφασιν εἰς Αὐλίδα, γενομένης ἀπλοίας τοῖς Ἕλλησιν εἰς Ἴλιον ἠθέλησαν σφαγιάσαι ὑπὲρ εὐπλοίας, καὶ τῆς Ἀρτέμιδος αὐτὴν ἁρπασάσης καὶ ἐπὶ Ταύρους τῆς Σκυθίας τόπον ἀγαγούσης ἐπεδίωκεν ἐρῶν ὁ Ἀχιλλεὺς, καὶ συνηκολούθησε μέχρι ταύτης τῆς νήσου τῆς λεγομένης Λευκῆς. 81 b BD

[*]()a. Θέτις δὲ κρατεῖ: ἡ δὲ Θέτις ἄρχει καὶ δεσποτεύει τῆς Φθίας, ἔνθα ἐστὶ καὶ τὸ Θετίδειον ἱερὸν, ὡς καὶ Εὐριπίδης ἐν Ἀνδρομάχῃ (19).[*]()

b. ἄλλως. Φύλαρχός φησι (FHG I 357) Θέτιν πρὸς Ἥφαιστον ἐλθεῖν εἰς τὸν Ὄλυμπον, ὅπως Ἀχιλλεῖ ὅπλα κατασκευάσῃ· τὸν δὲ ποιῆσαι· ἐρωτικῶς δὲ ἔχοντα τῆς Θέτιδος, οὐ φάναι ἄν δώσειν αὐτῇ, εἰ μὴ αὐτῷ προσομιλήσαι· τὴν δὲ αὐτῷ ὑποσχέσθαι· θέλειν μέντοι ὁπλίζεσθαι, ὅπως ἴδοι, εἰ ἁρμόξει ἅ πεποιήκει ὅπλα τῷ Ἀχιλλεῖ· ἴσην γὰρ αὑτὴν ἐκείνῳ εἶναι. τοῦ δὲ παραχωρήσαντος ὁπλισαμένην τὴν Θέτιν φυγεῖν· τὸν δὲ οὐ δυνάμενον καταλαβεῖν σφῦραν λαβεῖν καὶ πατάξαι εἰς τὸ σφυρὸν καὶ ἰαθῆναι ἐν τῇ πόλει ταὑτῃ τῇ ἀπ᾿ αὐτῆς Θετιδείῳ καλουμένῃ.[*]()

c. ἢ οὕτως· ἀντὶ τοῦ ἐν Φθίᾳ νῦν· ἔοικε δὲ ὁ Πίνδαρος μνημονεύειν τοῦ Θετιδείου, περὶ οὗ ἐν πρώτῳ Φερεκύδης οὕτω γράφει (FHG I 72 M., I 59 J.)· ἔπειτα Πηλεὺς ᾤχετο εἰς Φθίαν [καὶ] Θέτιν ἐπὶ τῶν ἵππων τούτων ἄγων, καὶ οἰκεῖ ἐν Φαρσάλῳ καὶ ἐν Θετιδείῳ, ὃ καλεῖται ἀπὸ τῆς Θέτιδος ἡ πόλις. [*]()

[*]()a. Νεοπτόλεμος δ᾿ Ἀπείρῳ διαπρυσίᾳ: ὁ δὲ Ἀχιλλέως παῖς Νεοπτόλεμος ἄρχει τῆς πολλῆς Ἠπείρου, ἐν ᾗ ἔξοχοι πρῶνες καὶ πρὸς τροφὴν βοῶν ἐξαίρετοι τυγχάνουσιν, ἐκ Δωδώνης τὴν ἀρχὴν ἔχοντες καὶ περατούμενοι πρὸς τῷ Ἰονίῳ πελάγει. λέγεται δὲ ὅτι μετὰ τὰ ἐν Ἰλίῳ ταύτης τῆς Ἠπείρου ἦρξεν ὁ Νεοπτόλεμος.[*]()

b. τὸ δὲ διαπρυσίᾳ ἀντὶ τοῦ διηνεκεῖ, οἷον ἀπ᾿ ἀρχῆς μέχρι πέρατος, οὐ μέρους τῆς Ἠπείρου ἀλλ᾿ ὅλης· |[*]() Ἀπείρῳ γὰρ ἀντὶ τοῦ Ἠπείρῳ φησί.

c. βουβόται δὲ οἱ βουκόλοι· βουτρόφος γὰρ ἡ Ἤπειρος.[*]()

[*]()τόθι πρῶνες: τὰ ἄκρα τῶν ὀρῶν. βουβόται δὲ οἱ καλλίστους βοῦς τρέφοντες. λέγονται γὰρ ἐκ τοῦ γένους τῶν τοῦ Γηρυονέως βοῶν αὐτόθι μεμενηκέναι, κλέψαντος παρ᾿ Ἡρακλέους Λαρίνου τινὸς, ἀφ᾿ οὗ καὶ λαρινοὶ καλοῦνται οἱ ἐκεῖ βόες, μνήμην τοῦ τὸ γένος καταστήσαντος τῇ προσηγορίᾳ φυλάσσοντες.[*]()

πρὸς Ἰόνιον πόρον: μέχρι τοῦ Ἀδρίου, ὃς Ἰόνιος [*]() καλεῖται πόρος, καθήκοντες ἐκ Δωδώνης.

[*]()a. Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκόν: τὴν δὲ κειμένην Ἰωλκὸν πρὸς τοῖς κάτω μέρεσι τῆς Θεσσαλίας ὁ Πηλεὺς πορθήσας διὰ τὴν Ἀκάστου ἐπιβουλὴν δούλην παρέδωκε τοῖς Θεσσαλοῖς, τουτέστιν ὑπήκοον. ἔστι δὲ ἡ Ἰωλκὸς τῆς Μαγνησίας, ἥτις πρὸς τοῖς τέρμασι τοῦ Πηλίου ὄρους κεῖται.

[*]()b. ὁ δὲ νοῦς· ἀλλὰ μὴν καὶ τὴν πρὸς τοῖς τέρμασι τοῦ Πηλίου κειμένην Ἰωλκὸν δούλην ἔδωκε Θετταλοῖς, πρότερον οὖσαν Μαγνησίας.