Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. Ἄριστος εὐφροσύνα: ὁ λόγος· τῶν πόνων κρίσιν λαβόντων καὶ συντελεσθέντων ἄριστος ἰατρός ἐστιν ἡ εὐφροσύνη.

b. ἄριστος δὲ ἀντὶ τοῦ ἀρίστη· ὅταν πονήσας τις νικήσῃ, ἔχει τὴν εὐφροσύνην ἀρίστην ἰατρόν.

c. ἢ οὕτως· ἡ ἀρίστη εὐφροσύνη τῶν τετελειωμένων καὶ πεπληρωμένων πόνων καὶ σπουδασμάτων ἰατρός ἐστιν.

[*]()αἱ δὲ σοφαὶ Μοισᾶν θυγατέρες: αἱ δὲ σοφαὶ θυγατέρες τῶν Μουσῶν, ᾠδαὶ καὶ ἔπαινοι, ἁπτόμεναι αὐτῶν τῶν πόνων διὰ τοῦ θαυμάζειν ἡδονῆς πλείονος καὶ εὐφροσύνης πληροῦσι.