Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()ξανθὸς δ᾿ Ἀχιλλεύς: ὁ δὲ Ἀχιλλεὺς τὰ μὲν παῖς ὢν ἄθυρεν ἐν τοῖς οἴκοις τῆς Φιλύρας, καὶ ταῦτα δὲ μεγάλα, καὶ συνεχῶς κατειργάζετο ὀξείαις βολαῖσι μάχας, τῶν γενναιοτέρων ζῴων, λεόντων τε καὶ συῶν ἀγρίων πλῆθος ἀναιρῶν. διαπαντὸς δὲ ὁ Πίνδαρος μᾶλλον τὰ ἐκ φύσεως ἀγαθὰ τῶν ἐκ διδασκαλίας παραγινομένων προκρίνει.[*]()

[*]()a. Φιλύρας ἐν δόμοις: ἐν τοῖς τοῦ Χείρωνος· ἀπὸ τὴς μητρὸς ἀκουστέον.

b. ἢ οὕτως· παρὰ μὲν Ὁμήρῳ μόνον παιδεύεται διδασκόμενος τὴν ἰατρικήν, παρὰ δὲ τοῖς νεωτέροις καὶ τρέφεται παρὰ Χείρωνι.[*]()

[*]()βραχυσίδαρον ἄκοντα: ἤτοι καθὸ βραχυσίδηρός ἐστιν ἡ ἀκμὴ πρὸς τὸ ξύλον τοῦ δόρατος συγκρινομένη, ἢ ἐπεὶ παῖς ἦν ὁ Ἀχιλλεὺς, ἀνάλογον εἶχε τῇ ἡλικίᾳ βραχυσίδηρον ἄκοντα, τουτέστι παιδικῷ δόρατι ἐχρήσατο.

[*]()ἶσόν τ᾿ ἀνέμοισιν: ἀκαταλλήλως ἐξενήνοχεν· ἔδει γὰρ εἰπεῖν, λεόντων ἀγροτέρων μάχας ἐνήργει, ἢ λεόντεσσιν ἀγροτέροισι.

σώματι δὲ παρὰ Κρονίδαν κένταυρον: τῷ δὲ αὑτοῦ σώματι ἐνεργῶν ὁ Ἀχιλλεὺς ἄσθματος πλήρης ἑξέτης ὢν κυνηγῶν θῆρας ἐφόρει παρὰ Κρονίδην κένταυρον, ἤτοι τὸν Κείρωνα· ἐκ Κρόνου γὰρ οὗτος καὶ Φιλύρας, ὡς καὶ Ἀπολλώνιος ἐν τῷ δευτέρῳ (1235) μαρτυρεῖ.[*]()

[*]()ὅλον δ᾿ ἔπειτ᾿ ἂν χρόνον· τὸν ἐθάμβευν: τουτέστι τὸν ἅπαντα βίον τοῦτο ἐνήργει, καὶ τῶν ἀνδραγαθημάτων αὐτὸν ἐθαύμαζον.

[*]()τὸ δὲ ἐθάμβευν ἀντὶ τοῦ τῶν ἀνδραγαθημάτων ἐθαύμαζον αὐτόν.[*]()

[*]()κτείνοντ᾿ ἐλάφους ἄνευ κυνῶν: τὴν ἰσχὺν καὶ τὴν ταχυτῆτα αὐτοῦ διὰ τούτων παρίστησι· |[*]() ποδώκης γὰρ ἦν. ἔτι τε σὺν τῷ μηδὲ κύνας ἔχειν οὐδὲ λίνα περιεπήγνυ, οἷς δολώσει τοὺς θῆρας· οὕτως ἦν ἶσος ἀνέμοις.

[*]()a. δολίων θ᾿ ἑρκέων: τῶν λίνων. ἕρκεα γὰρ τὰ λίνα, τὰ περιφράγματα.

b. δολίων δὲ, ὅτι θηρῶντες τοὺς θῆρας τὰ λίνα λάθρα ἱστᾶσιν.

[*]()c. ὅτι δὲ ποδώκης ἦν Ἀχιλλεὺς, καὶ Ὅμηρος (Α 58) μαρτυρεῖ λέγων· πόδας ὠκὺς Ἀχιλλεύς.

[*]()d. τὴν δὲ ἰσχὺν καὶ τὴν ταχυτῆτα τοῦ Ἀχιλλέως διὰ τούτων παρίστησι· καὶ Ὅμηρος (Α 58) μαρτυρεῖ· πόδας ὠκὺς Ἀχιλλεύς.

[*]()λεγόμενον δὲ τοῦτο: δοκεῖ δὲ καὶ τὸν Ἰάσονα ἀναθρέψαι ὁ Χείρων.

[*]()ἔπος ἔχω: παρηκολούθηκα οὖν καὶ τοιούτῳ τινὶ λεγομένῳ λόγῳ, ὅτι καὶ τὸν Ἰάσονα ἀνέθρεψεν ὁ Χείρων. |[*]() ὅτι δὲ ἐτράφη παρὰ τῷ Χείρωνι ὁ Ἰάσων, Ἡσίοδός φησιν (fr. 19)· Αἴσων, ὃς τέκεθ᾿ υἱὸν Ἰήσονα, ποιμένα λαῶν, ὃν Χείρων ἔθρεψ᾿ ἐνὶ Πηλίῳ ὑλήεντι. ἀλλὰ καὶ ὁ Ἀσκληπιὸς παρὰ Χείρωνι, φησίν, ἐτράφη, ὡς καὶ Σωκράτης ὁ Ἀργεῖός φησι (FHG IV 496).

[*]()b. βαθυμῆτα χείρων: οὐκ ἐπιπόλαια βουλευόμενος ἀλλ᾿ ἐν βάθει. ἀντὶ εὐθείας δὲ ὁ συνετώτατος Χείρων, ὡς καὶ παρ᾿ Ὁμήρῳ· ἱππότα Πηλεύς, καὶ νεφεληγερέτα Ζεύς.

[*]()a. τὸν φαρμάκων δίδαξε μαλθακόχειρα: τὸν πρᾳοτάτην καὶ ὑγιαστικὴν ἔχοντα τὴν διὰ τῶν χειρῶν ἐπιμέλειαν.

b. νομὸν δὲ τὴν διανέμησιν τῶν φαρμάκων καὶ τὴν ἐμπειρίαν λέγει.

[*]()a. νύμφευσε δ᾿ αὖθις: ἐγαμοστόλησε τῷ Πηλεῖ, φησί, τὴν Θέτιν ὁ Χείρων· ὑπεδέξατο γὰρ τοὺς θεοὺς ἐπὶ τὴν δαῖτα.

b. τὸ δὲ αὖθις οὐκ ἐκ δευτέρου, ἀλλὰ μετὰ ταῦτα· ἐναντίον γὰρ, εἰ ὡς πρός τι λαμβάνοιτο.

[*]()γόνον τέ οἱ φέρτατον ἀτίταλλε: ἔτρεφε καὶ τὸν Ἀχιλλέα ἐν τοῖς ἁρμοδίοις καὶ προσήκουσι τὴν αὐτοῦ παιδεύων ψυχήν.

[*]()a. ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθείς: εἰς ταῦτα ἀτίταλλε τὸν Ἀχιλλέα ὁ Χείρων ἁρμοστὰ αὐτῷ πάντα παρέχων, ἵνα πλεύσας εἶς Ἴλιον ταῖς κατὰ θάλασσαν τῶν ἀνέμων ἐπιπνοαῖς τὴν πολεμικὴν ἀλαλὰν τῶν Λυκίων ὑπομένοι,[*]() |[*]() καὶ ἵνα ἐμπήξαι τὰς χεῖρας τοῖς Αἰθίοψι καὶ καθίκοιτο τῆς ψυχῆς αὐτῶν διὰ τοῦ πολεμεῖν.

b. ἢ ἐπὶ τῶν αὐτοῦ φρενῶν τοῦ Ἀχιλλέως δεκτέον τὸν λόγον, ἵν᾿ ἑαυτοῦ τὰς χεῖρας πήξαιτο, πεπηγυίας παράσχοι ταῖς φρεσίν, ἵνα ὃ διανοηθῇ ταῖς φρεσίν, ὑπηρετηθῇ διὰ τῶν χειρῶν. ἐνίοτε γὰρ ἐπιθυμοῦμέν τι κατορθῶσιν, καὶ ἀσθενοῦμεν αὐτὸ ποιῆσαι μὴ ὑπηρετούμενοι ταῖς χερσίν. ὁ δὲ Ἀχιλλεὺς ἐτράφη, ἵν᾿ ὅπερ ἄν διανοηθῇ, δυνηθῇ διὰ τῶν χειρῶν κατεργάσασθαι.

c. ἵν᾿ οὖν καθίκοιτο τῶν Αἰθιόπων τὸν βασιλέα Μέμνονα ἀνελών.[*]()

[*]()ὑπό Τρωΐαν δορίκτυπον: οἱ μὲν [ἁπλῶς] εἰς τὴν μάχην τῶν Λυκίων, οἱ δὲ ἁπλῶς εἰς τὴν Τροίαν ἤκουσαν, ἵνα ἡ ὑπό ἀντὶ τῆς εἴς κέηται· οἱ δὲ ἔξωθεν τὸ χώραν προσυπήκουσαν, ἵν᾿ ᾖ· ὑπὸ Τρῴαν χώραν.[*]()

[*]()ἐν φρασὶ πάξαιθ᾿: παγίως λογίσαιτο καὶ κρίναι· ἀντὶ τοῦ εἰς πέρας ἄγοι.

[*]()ἀνεψιὸς ζαμενής: ἀνεψιὸς τοῦ Ἑλένου ὁ Μέμνων, εἴπερ Τιθωνὸς καὶ Πρίαμος ἀδελφοί εἰσιν, ὧν οὗτοι παῖδες. τὸ δὲ ζα ἐπιτατικόν, ὡς καὶ τὸ ζάθεον, ζαχρηής, ζάπλουτος.

[*]()τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν: τὸ φέγγος καὶ ἡ δόξα τῶν Αἰακιδῶν τηλαυγής ἐστιν αὐτόθεν. ἢ ἐξ ὧν νῦν εἶπον ἔργων ἢ ἐκ τῆς Ἰλίου· ἠρίστευσαν γὰρ ἐπὶ τῆς Ἰλίου οἱ Αἰακίδαι· ἢ καὶ τρίτον ἐπὶ τῆς Αἰγίνης· διὰ τὸ Αἰγινήτας εἶναι ἀναφέρων τὸν ἔπαινον ἐπὶ τὸν ἀθλητὴν ἐκ τῆς Αἰγίνης αὐτόν φησιν ᾑρῆσθαι τὸ κλέος.