Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. ἔστι δ᾿ αἰετὸς ὠκὺς ἐν ποτανοῖς: ὡς μετὰ πολὺν χρόνον τῆς νίκης γεγραμμένου τοῦ ποιήματος· τῆς βραδυτῆτος οὖν ἕνεκεν ἱκανῶς καὶ τὴν εἰκόνα παρείληφεν.

b. ἢ οὕτως· εἰ καὶ ὅλως ὀψέ [φησί,] γέγραπταί μοι τὸ ποίημα, ὅμως ὡς ἀετὸς πόρρωθεν ἐλθὼν ταχέως ἤγρευσέ τι καί συνήρπασεν, οὕτως ἐγὼ τὰ πράγματα ταχέως συνήρπακα καὶ γέγραφα.

[*]()κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται: οἱ δὲ ἀντίτεχνοί μου κολοιοῖς ἐοίκασι, κραυγάζοντες μόνον καὶ ταπεινὰ νεμόμενοι, οὐ δύνανται δὲ διαίρεσθαι εἰς ὕψος. δοκεῖ δὲ ταῦτα τείνειν εἰς Βακχυλίδην· ἦν γὰρ ὑφόρασις αὐτοῖς πρὸς ἀλλήλους. παραβάλλει δὲ αὑτὸν μὲν ἀετῷ, κολοιῷ δὲ Βακχυλίδην.