Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. ἐν παλαιτέροισι: προσληπτέον ἔξωθεν παλαιός. λέγει δὲ οὐχ ὅτι γέρων ἦν τὴν ἡλικίαν, οὐδὲ γὰρ παῖς· ἀλλ᾿ ὡς ὁ τραγικός (fr. adesp. 453)· καὶ παιδὶ καὶ γέροντι προσφέρων τρόπους, πάσῃ ὁμιλῆσαι ἡλικίᾳ δυνάμενος καθ᾿ ἕκαστον μέρος τῆς ἡλικίας.

[*]()b. οἷον ἔχομεν τὸ βρότειον ἔθνος, οὕτως ἥρμοστο.

[*]()a. μέρος ἕκαστον: λείπει τὸ ἐπίσταται. φησὶ δὲ, ὅτι πρὸς πᾶσαν ἡλικίαν ἁρμοδίως προσοικειοῖ ἑαυτόν.

b. ἢ οὕτως· ἐπίσταται ὁ νικηφόρος ἕκαστον μέρος τῶν προλεχθεισῶν ἡλικιῶν, οἷον μέρος ἐλάχομεν τὸ βρότειον ἔθνος.