Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()ὃς τάνδε νᾶσον εὐκλεεῖ προσέθηκε λόγῳ: ὃς τὴν Αἴγιναν εὐκλεοῦς λόγου προσθήκην ἐποίησε λαβεῖν δι᾿ ἑαυτοῦ· καὶ γὰρ ἄλλοι ἔμπροσθεν εὔκλειαν αὐτῇ περιεποίησαν, καὶ αὐτὸς δὲ δι᾿ ἑαυτοῦ προσέθηκέ τι εἰς εὔκλειαν αὐτῇ καὶ σεμνότητα.[*]()

[*]()a. ἔστιν ἐν Αἰγίνῃ Πυθίου Ἀπόλλωνος ἱερὸν, ἐν ᾧ οἱ θεωροὶ διῃτῶντο οἱ τὰ θεῖα φυλάσσοντες· θεωροὶ γὰρ οἷον θεοφύλακες. οἱ δὲ, ὅτι ἐν τοῦ Πυθίου Ἀπόλλωνος ἱερῷ οἶκός ἐστι καλούμενος Θεάριον διὰ τὸ τοὺς ἄρχοντας, οἳ καλοῦνται θεωροὶ, ἐνταῦθα διαιτᾶσθαι.[*]()