Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα: μητέρα ἑαυτοῦ εἶπε τὴν Μοῦσαν ὁ Πίνδαρος, ὡς ἂν ἐπιπνεόμενος ἐκ τῶν Μουσῶν (Hes. theog. 94)· ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν. ἢ τροφὸν, διὰ τὸ ἀποζῆν αὐτὸν ἐξ ὧν ἔγραφεν ἐπινίκων. ἄμεινον δὲ, ὅτι προσηνὴς ἦν αὐτῷ ἡ Μοῦσα, ὥσπερ Ὀδυσσεῖ ἡ Ἀθηνᾶ (Ψ 183)· μήτηρ ὣς Ὀδυσσῆϊ παρίσταται ἠδ᾿ ἐπαρήγει.[*]()

b. ὁ δὲ νοῦς· ἱκετεύω σε, ὦ ἐντιμοτάτη Μοῦσα, ἡμετέρα μῆτερ, παραγενοῦ μοι εἰς τὴν πολύξενον νῆσον τὴν τῶν Δωριέων τῶν Ἀργείων ἄποικον· ἐν τῇδε τῃ ἱερομηνίᾳ τῆς Νεμεάδος ἧκε εἰς τὴν Αἴγιναν.[*]()

c. ἄλλως. ἐζήτηται, πῶς ἐπικαλεῖται τὴν Μοῦσαν ἐλθεῖν εἰς Αἴγιναν ὑπὲρ τοῦ τὸν ὕμνον ᾀσθῆναι, καὶ ἅμα τοὺς νεανίσκους φησὶ μένειν, δι᾿ οὓς αὐτὴν ἐπικαλεῖται, οὐκ ἐν Αἰγίνῃ ἀλλ᾿ ἐν Νεμέᾳ· ὁ γὰρ Ἀσωπὸς οὐκ ἐν Αἰγίνῃ, ἀλλὰ περὶ Φλειοῦντά ἐστι καὶ Νεμέαν. ὁ μὲν οὖν Ἀρίσταρχός φησιν, ἤτοι τὸν χορὸν ὑπὸ τὸν καιρὸν τῆς νίκης αὐτοσχέδιόν τινα ἐπίνικον ᾆσαι, ἢ τὸν Ἀρχιλόχου Καλλίνικον, οὗ καὶ τὸν Πίνδαρον μνημονεύειν διὰ τούτων (Ο. IX 1)· τὸ μὲν Ἀρχιλόχου μέλος φωνᾶεν, καὶ τὰ ἑξῆς. μεταβάντος οὖν τοῦ χοροῦ εἰς τὴνΑἴγιναν καὶ μέλλοντος ᾄσ ιν τὸν ὑπὸ τοῦ Πινδάρου πεποιημένον εἰκότως φάναι· ὕδατι γὰρ μένοντ᾿ ἐπ᾿ Ἀσωπίῳ μελιγαρύων τέκτονες κώμων νεανίαι· ὥσθ᾿ ὃ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν· οἱ γὰρ ἐπὶ τῷ Ἀσωπῷ τὸν αὐτοσχέδιον ὕμνον τεκτηνάμενοι χοροὶ ἀναμένουσί σε ἐν τῇ Αἰγίνῃ ᾀσόμενοι τὸν ὑπὸ Πινδάρου ποιηθέντα ἐπίνικον. ὁ δὲ Δίδυμος διηπατῆσθαί φησι τοὺς ὑπομνηματισαμένους τῇ ὁμωνυμίᾳ τῶν ποταμῶν· οἱ γὰρ Ἀσωποὶ πλείους, ὧν ἕνα φησὶν εἶναι καὶ τὸν ἐν Αἰγίνῃ· ὁ δὲ Καλλίστρατος Ἀσωπίδα ἐν Αἰγίνῃ. δύναται δὲ καὶ ἐπὶ τοῦ ἐν Βοιωτίᾳ Ἀσωποῦ ποταμοῦ ἀκούεσθαι, ὡς τῶν ἐξ Αἰγίνης χορευτῶν τῷ Πινδάρῳ προσλιπαρούντων ἕνεκα τοῦ γράφειν Ἀριστοκλείδῃ τὸν ἐπίνικον.

[*]()ἱερομηνίᾳ Νεμεάδι: τουτέστι τῇ τῶν ἐπινίκων εὐωχίᾳ. ἱερομηνίαν δὲ λέγουσι κατὰ σύντμησιν τὴν ἱερονουμηνίαν· αἱ γὰρ τῶν μηνῶν ἀρχαὶ ἱεραί εἰσι τοῦ Ἀπόλλωνος, καθὸ ὁ αὐτὸς δοκεῖ εἶναι τῷ ἡλίῳ. ἐν ἱερομηνίᾳ ἐλθὲ Νεμεάδι, ἐν ᾗ μέλλομεν ἡμέρᾳ τὸν εἰς τὴν Νεμεακὴν νίκην ὕμνον γράφειν. οἱ δὲ ἱερὸν μῆνα καθόλου λέγουσι κεκλῆσθαι, ἐν ᾧ τὰ Νέμεα ἄγεται· ἱερομηνίαι δὲ λέγονται αἱ ἐν τῷ μηνὶ ἱεραὶ ἡμέραι οἷαι δήποτε θεοῖς ἀνειμέναι· τὸν οὖν Δημητριῶνα μῆνά φησι Φιλόχορος (FHG I 413) ὅλον ψηφίσασθαι τοὺς Ἀθηναίους ἱερομηνίαν λέγεσθαι, οἷον ὅλον ἑορτήν. . . . . . ἱερομηνίαν φησὶν ἐν τούτοις (Dem. 24, 29)· ἁπάντων ὑμῶν ἀγόντων ἱερομηνίαν. ἔοικε δὲ ὁ Πίνδαρος νῦν ἱερομηνίαν λέγειν τὴν τῶν ἐπινίκων ἑορτήν· οὐ γάρ ἐστι δημοτελής.[*]()

[*]()νᾶσον Αἴγιναν: Αἴγινα μία νῆσος τῶν Σποράδων ἀντικρὺ κειμένη τῆς Ἀττικῆς, ἄποικος τῶν Ἀργείων. ἔοκε δὲ βραδύτερον ἀποδιδοὺς τὸν ἐπίνικονσπεύδειν γράφειν, ἴσως καὶ τῆς πανηγύρεως κατεπειγούσης.[*]()

[*]()a. ὕδατι γὰρ μένοντι: ἐπὶ γὰρ τῶν ὑδάτων τοῦ Ἀσωποῦ ποταμοῦ, ἐν ταῖς Θήβαις λέγω, προσμένουσιν ἡμᾶς οἱ νεανίαι οἱ τῶν ἡδυτάτων ὕμνων τέκτονες καὶ χορευταὶ, τὴν σὴν φωνήν, ὦ Μοῦσα, ἐπιζητοῦντες ἀεί.

[*]()b. μένοντι δὲ ἀντὶ τοῦ μένουσιν Δωρικῶς εἶπε.[*]()

[*]()a. διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου: διψῇ δὲ καὶ ἐπιθυμεῖ ἄλλο μὲν ἄλλου πράγματος, ἡ δὲ ἐκ φιλονεικίας ἔρις, ἡ ἀθλονικία, μάλιστα φιλεῖ τοὺς ἐπαίνους καὶ τοὺς ὕμνους· τῶν γὰρ στεφάνων καὶ ἀρετῶν ἐπιδέξιος καὶ καλλίστη ὀπαδὸς ἡ ᾠδή.

b. ἡ γὰρ ᾠδὴ καὶ τὸ ἐγκώμιον, φησίν, ἕπεται ταῖς ἀρεταῖς καὶ τοῖς στεφάνοις τοῖς τοῦ νικηφόρου.

[*]()τᾶς ἀφθονίαν ὄπαζε: ταύτης οὖν τῆς ᾠδῆς, ὦ Μοῦσα, ἀφθονίαν δίδου ἀπὸ τῆς ἐμῆς διανοίας.

[*]()a. ἄρχε δ᾿ οὐρανῶ: Αἰολικῶς ἀντὶ τοῦ οὐρανοῦ.

[*]()b. ὁ μὲν Αρίσταρχος Οὐρανοῦ θυγατέρα τὴν Μοῦσαν δέδεκται, καθάπερ Μίμνερμος (fr. 13) καὶ Ἀλκμὰν (fr. 119) ἱστοροῦσιν· ὁ δὲ Ἀμμώνιος προστίθησιν, ὅτι διὰ τοῦτο κρέοντα κέκληκε τὸν Οὐρανὸν, ὅτι πρὶν Κρόνον βασιλεῦσαι οὗτος ἐβασίλευσεν. ἤλλακται δὲ ἡ πτῶσις, ἀντὶ τοῦ τοῦ πολυνεφέλου οὐρανοῦ θύγατερ. βέλτιον δέ φησιν ὁ Δίδυμος ἀκούειν τὸ ὅλον οὕτως· τοῦ πολυνεφέλου κρέοντος οὐρανοῦ θύγατερ, τοῦ Διός. κρέων γὰρ οὐρανοῦ ὁ Ζεὺς, Διὸς δὲ Μοῦσαι.

[*]()c. ὁ δὲ νοῦς· κάταρχε δὲ αὐτὴ ὦ Μοῦσά μοι καὶ πάρεχε δόκιμον ὕμνον καὶ κάλλιστον, ὦ τοῦ πολυνεφέλου οὐρανοῦ βασιλέως θύγατερ.

[*]()a. ἐγὼ δ᾿ ἐκείνων τέ μιν ὀάροις: ἐκ τῶν νεανίσκων, φησί, τῶν μενόντων παρ᾿ ἐμοὶ τὸν ὕμνον κοινῶς ᾄσομαι· μετ᾿ ᾠδῆς γὰρ καὶ λύρας ἀπηγγέλλοντο οἱ ἐπίνικοι.

b. ὁ δὲ νοῦς· ἐγὼ δὲ ταῖς ἐκείνων τῶν χορευτῶν φωναῖς καὶ ταῖς λύραις κοινῶς τὸν ὕμνον ᾄσομαι.

[*]()c. ἐγὼ δ᾿ ἐκείνων: ἐγὼ δὲ ταῖς τῶν χορευτῶν φωναῖς καὶ ταῖς λύραις κοινῶς τὸν ὕμνον ᾄσομαι· μετ᾿ ᾠδῆς γὰρ καὶ λύρας ἀπηγγέλλοντο οἱ ἐπίνικοι.[*]()

[*]()a. χαρίεντα δ᾿ ἕξει πόνον: ἀμφίπολον πότερον ἡ Αἴγινα τὸν ὕμνον ἕξει τῆς χώρας αὐτῆς ὄντα ἄγαλμα, ἢ τὸν πόνον ἕξει, τουτέστι τὸν ὕμνον. χαρίεντα δὲ ἀντὶ τοῦ ἐπίχαριν.

b. ἢ οὕτως· ἡ Αἴγινα, ἥτις ἐστὶ χώρας ἄγαλμα, ἕξει μοι τὸν ὕμνον ἐπὶ χάριτι.

c. ἄλλως. τὸν δὲ χαρίεντα πόνον τοῦ παγκρατίου διὰ τῶν ὕμνων ἕξει μνημονευόμενον ἡ Αἴγινα ἡ οὖσα ἄγαλμα τῆς περὶ αὐτὴν πάσης χώρας.

d. ἢ χαρίεντα πόνον τὸν ὕμνον ἕξει ἡ Αἴγινα ἡ οὖσα τῆς περὶ αὐτὴν χώρας ἄγαλμα.

[*]()Μυρμιδόνες ἵνα πρότεροι ᾤκησαν: περὶ τῶν Μυρμιδόνων Ἡσίοδος μὲν οὕτω φησίν (fr. 76)· ἣ δ᾿ ὑποκυσαμένη τέκεν Αἰακὸν ἰππιοχάρμην. αὐτὰρ ἐπεί ῥ ἥβης πολυηράτου ἵκετο μέτρον, μοῦνος ἐὼν ἤσχαλλε. πατὴρ δ᾿ ἀνδρῶν τε θεῶν τε, ὅσσοι ἔσαν μύρμηκες ἐπηράτου ἔνδοθι νήσου, τοὺς ἄνδρας ποίησε βαθυζώνους τε γυναῖκας. οἳ δή τοι πρῶτον ζεῦξαν νέας ἀμφιελίσσας. Θεογένης (FHG IV 511) δὲ ἐν τῷ περὶ Αἰγίνης οὕτω γράφει· ἄλλοι δέ τινες πιθανώτερον ἐξηγοῦνται περὶ τούτων. ὀλιγανθρωπούσης γὰρ τῆς νήσου φασὶ τοὺς ἐνοικοῦντας αὐτὴν ἐν σπηλαίοις καταγείοις διαιτᾶσθαι, αὐτοὺς παντελῶς ἀκατασκεύους ὄντας, καὶ τοὺς μὲν γινομένους καρποὺς εἰς ταῦτα καταφέρειν, τὴν δὲ ἐκ τούτων ὀρυττομένην γῆν ἐπὶ τὰ γεώργια ἀναφέρειν, οὔσης ἐπιεικῶς ὑπάντρου τε καὶ ὑποπέτρου τῆς νήσου, μάλιστα δὲ τῶν πεδινῶν τόπων αὐτῆς. διόπερ ἀφομοιούντων αὐτοὺς, ὡς εἶδον ταῦτα πράττοντας, τῶν ἔξωθεν ἐρχομένων μύρμηξι, Μυρμιδόνας κληθῆναι. μεθ᾿ ὧν συνοικίσαντα τὸν Αἰακὸν τοὺς ἐκ Πελοποννήσου μεθ᾿ ἑαυτοῦ παραγενομένους, ἐξημερῶσαί τε καὶ νόμους δοῦναι καὶ σύνταξιν πολιτικὴν, ᾗ χρησαμένους αὐτοὺς παντελῶς δοκεῖν ἐκ μυρμήκων γενέσθαι.

[*]()ὧν παλαίφατον ἀγοράν: ὧν, τῶν Μυρμιδόνων, τὴν πάλαι πεφατισμένην, τουτέστιν ὑμνουμένην ἀγορὰν καὶ σύνοδον οὐδαμῶς ὕβρισε καὶ ὀνειδισμοῖς ἐμίανεν ὁ Ἀριστοκλείδης, ἀλλὰ τοὐναντίον καὶ προσηύξησεν· ὡς καὶ Ὅμηρος (Ο 11)· ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾿ Ἀχαιῶν· ἀλλὰ ἰσχυρότατος δηλονότι.

[*]()διὰ τὸ σόν, φησί, μέρος, ὦ Μοῦσα, ἢ ὦ Αἴγινα. ὅ ἐστι τοῦ ὕμνου τυχών. κατὰ τὴν ἑαυτοῦ μερίδα καὶ σπουδὴν, ὅσον γε αὐτῷ ἀνῆκε.

[*]()a. παγκρατίου στόλῳ: στόλῳ μὲν τῇ στάλσει. εἰσι δὲ οἳ τὸ παγκράτιον ἀπαρχαΐζοντες καὶ τὸν Θησέα φασὶ τῷ Μινωταύρῳ παγκρατιαστικῶς ἀγωνίσασθαι. Ἀριστοτέλης δὲ (fr. 475) Λεύκαρόν φησι τὸν Ἀκαρνᾶνα πρῶτον ἔντεχνον τὸ παγκράτιον ποιῆσαι.

b. ὁ δὲ νοῦς· τῇ τοῦ παγκρατίου ὁ μῇ, τοῦτο γὰρ λέγει στόλῳ, καὶ ὁρμῇ τῇ περισθενεῖ καὶ πανταχόθεν συνεχομένῃ μαλαχθεὶς καὶ γυμνασθεὶς ἱκανῶς. τῶν δὲ ἐπιπόνων πληγῶν καὶ τῶν ἐκ τοῦ παγκρατίου τραυμάτων τῶν κατὰ τὴν μεγάλην Νεμέαν βοήθημα καὶ ἴαμα ὑγιεινὸν φέρει τὴν νίκην.

[*]()ἄκος ὑγιηρόν: τὴν νίκην φάρμακον ἔσχε τῶν πληγῶν· οἱ γὰρ νικήσαντες οὐδὲ εἰ τραύματα ἔχουσιν αἰσθάνονται διὰ τὸ ἥδεσθαι.

[*]()εἰ δ᾿ ὢν καλὸς ἕρδων τ᾿ ἐοικότα μορφᾷ: εἰ δὲ τὸ εἶδος ὢν καλὸς ἰσορρόποις τοῦ εἴδους σεμνύνεται πράξεσιν ὁ τοῦ Ἀριστοφάνους παῖς Ἀριστοκλείδης, οὐκέτι οἷόν τέ ἐστι περαιτέρω τὴν μὴ πλεομένην θάλασσαν περᾶν, ἀλλ᾿ ἄβατον ὑπὲρ τὰς Ἡρακλείους στήλας τοῖς πλέουσιν.

[*]()ὑπὲρ Ἡρακλέος περᾶν: ἀρκείσθω τούτοις τοῖς ἀγαθοῖς καὶ τῷ κάλλει καὶ τῷ νικᾶν, καὶ μὴ ζητείτω ἔτι πλείονα ἀγαθά· ὡς γὰρ οὐ δυνατὸν ὑπερθέσθαι τὰς Ἡρακλείους στήλας, οὕτως οὐδὲ τὴν ἀπὸ τούτου δόξαν.

[*]()a. ἥρως θεὸς ἃς ἔθηκεν: ὁ Ἡρακλῆς. διατί δὲ αὐτὸν ἥρωα καὶ θεὸν εἶπε; λέγεται γὰρ ὅτι τῆς Ἑλλάδος προσελθούσης τῷ Ἀπόλλωνι καὶ ἐρωτώσης, ὅπως δεῖ τιμᾶν τὸν Ἡρακλέα μετὰ τὴν ἀποθέωσιν, εἶπεν ὁ θεός· νῦν μὲν ὡς ἥρωα, τῇ δὲ ἐπιούσῃ ὡς θεόν.

b. ὁ δὲ νοῦς ὅλος· ἅστινας στήλας ὁ ἥρως καὶ θεὸς Ἡρακλῆς τῆς τελευταίας ναυτιλίας καὶ τοῦ ἐσχάτου πλοῦ ἔστησε περιφανέστατα σημεῖα. ὡς ἐν παρεκβάσει δὲ λέγει, ὅτι καὶ ἀνεῖλε θαλάσσια θηρία, οἷον τὸ κῆτος. λέγεται γὰρ ὁ Ἡρακλῆς διαπλεῦσαι τὰ δυτικὰ μέρη καὶ Λιβύην καὶ ἔτι περαιτέρω, καὶ θεασάμενος ἄπειρον τὸ πέλαγος ὅρους τοῦ πλοῦ δύο κίονας ἔστησε, τὸν μὲν ἕτερον ἐν Λιβύῃ, τὸν δὲ ἄλλον εἰς τὸ ἕτερον κλίμα.

[*]()μάρτυρας κλυτάς: ἀμφίβολον πότερον τῆς ἐσχάτης μάρτυρες ναυτιλίας αἱ στῆλαι, ἢ κατὰ τὸ πληθυντικὸν τὰς ἐσχάτας μάρτυρας ἐμφανιζούσας ἔθηκεν, ὅτι μέχρι αὐτῶν δεῖ πλεῖν. ἔστι δὲ καὶ περισπάσαι τὸ κλυτᾶς, ἵν᾿ ᾖ· τῆς κλυτῆς ναυτιλίας ἐσχάτας μάρτυρας τὰς στήλας ἔθηκεν. αἱ δὲ Ἡράκλειαι στῆλαι καὶ Βριάρεω λέγονται εἶναι, καθά φησι. . . . (Fr. Ep. Gr. ed. Kinkel p. 7)· στῆλαί τ᾿ Αἰγαίωνος ἁλὸς μεδέοντι Γίγαντος.

[*]()a. ὑπερόχος ἰδίᾳ τ᾿ ἐρεύνασε: Δωρικῶς ἀντὶ τοῦ ὑπερόχους, οἷον ὑπερέχοντας καὶ μεγίστους. ἡ δὲ ἀπότασις αὐτῷ ἐπὶ τοῦ κήτους τοῦ περὶ τὴν Ἴλιον καὶ τὸν Λαομέδοντα.

b. τὸ δὲ ἰδίᾳ τ᾿ ἐρεύνασεν ἔνιοι γράφουσι διά τ᾿ ἐρεύνασε, διηρεύνησέ τε.

c. ἰδίᾳ: οὐκέτι προστάξαντος Εὐρυσθέως, ἀλλ᾿ ἀφ᾿ ἑαυτοῦ καὶ κατὰ τὸ φιλόπονον αὐτοῦ διηρεύνησεν, ὅθεν ἦν δυνατὸν ἐπανελθεῖν τινας. Καλλίμαχος (fr. 120)· χαῖρε βαρυσκίπων, ἐπιτακτὰ μὲν ἑξάκι δοιά. ἐκ δ᾿ αὐταγρεσίης πολλάκι πολλὰ καμών, τουτέστι τὰ πάραθλα.