Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

νικαφορίαισι γὰρ ὅσαις ἱπποτρόφον: πόσαις γὰρ ἱπποτροφίαις, φησίν, αὕτη ἡ πόλις οὐκ ἔθαλλεν ἡ τοῦ Προίτου, τοῦτο μὲν ἐν τῷ Κορινθίῳ Ἰσθμῷ, τοῦτο δὲ ἐν τῇ Νεμέᾳ τετράκις νικήσασα· ἀπὸ Σικυῶνος δὲ καὶ τῶν ἐκεῖσε Πυθίων ἀργυραῖς φιάλαις τιμηθέντες ἀνεχώρησαν ἐπὶ τὸ Ἄργος οἱ πρόγονοι τοῦ Θειαίου.

a. ἐκ δὲ Πελλάνας: ἀντὶ τοῦ καὶ ἐν Πελλήνῃ ἐνίκησαν. τίθεται δὲ παχέα ἱμάτια ἐν Πελλήνῃ ἄγναφα· δυσχείμεροι δὲ οἱ τόποι. περιφραστικῶς δὲ τὴν χλαμύδα μαλακὴν κρόκην εἶπε· καὶ ἑτέρωθι (O. IX 97)· ψυχρᾶν ὁπότ᾿ εὐδιανὸν φάρμακον αὐρᾶν Πελλάνα παρέχει. ὁ δὲ ἀγὼν Διός· καλεῖται δὲ Δίϊα.

[*]()b. ἢ οὕτως· ἐκ τῆς Πελλήνης δὲ | τὰ Θεοξένια νικῶντες χλανίσιν ἐπιτηδειοτάταις κοσμηθέντες, ἀπὸ κοινοῦ τὸ |[*]() ἀνεχώρησαν. λέγεται δὲ, ὅτι καὶ ἐξωμίδας ἐτιμῶντο.

ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν: τὸ δὲ τοῦ χαλκοῦ πλῆθος οὐ δυνατὸν εἰπεῖν ἁπλῶς· μακροτέρας γὰρ, οἶμαι, δεῖται σχολῆς. λέβητα γὰρ ἐτιμῶντο ἐν πολλοῖς τῶν ἀγώνων καὶ ἀσπίδα χαλκῆν.

ὅν τε Κλείτωρ καὶ Τεγέα: ὅντινα χαλκὸν αἱ περὶ Κλείτορα καὶ Τεγέαν πόλεις Ἀργολικαὶ ἆθλον ἔθηκαν, ὃν καὶ τὸ Λύκαιον ἔθηκε χαλκὸν παρὰ τῷ τοῦ Διὸς βωμῷ τοῖς δυναμένοις νικῆσαι σὺν ποδῶν σθένει, δρόμῳ, καὶ χειρῶν σθένει, πάλῃ καὶ παγκρατίῳ καὶ πυγμῇ.

Κάστορος δ᾿ ἐλθόντος ἐπὶ ξενίαν: τοῦ δὲ Κάστορος ἐπιξενωθέντος παρὰ τῷ Παμφάῃ τῷ προγόνῳ σου, ὦ Θειαῖε, ἅμα τῷ ἀδελφῷ Πολυδεύκει, θαυμαστὸν οὐδὲν ἀγαθοὺς καὶ θαυμασίους γεγενῆσθαι τοὺς προγόνους σου ἀγωνιστάς· ἐπόπται γάρ εἰσι τῶν ἀγώνων οὗτοι. διὰ τοῦτο γοῦν ἐν τοῖς ἐπάνω (38) εἶπε Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις τὴν νίκην αὐτῶν ἐληλυθέναι τῷ γένει.

ἐπεὶ εὐρυχόρου ταμίαι Σπάρτας: ἐπεὶ οἱ τῆς εὐρυχόρου Σπάρτης ταμίαι καὶ δεσπόται Διόσκουροι σὺν τῷ Ἑρμῇ καὶ Ἡρακλεῖ τὴν τῶν ἀγώνων μοῖραν τῆς εὐωχίας διέπουσι καὶ διοικοῦσι.

a. μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι: πάνυ μὲν ὑμῶν τῶν ὄντων δικαιοτάτων ἀνδρῶν φροντίζοντες διὰ τὸ τῆς ξενίας δίκαιον, καὶ ἄλλως δὲ καὶ κατὰ φύσιν οἱ θεοὶ πιστοί τινες καὶ φιλάνθρωποι περὶ τοὺς εὐσεβοῦντας ὄντες.

b. ἢ οὕτως· ὅτι πίστιν σῴζοντες πρὸς τὸν πρόγονον, φησί, τὸν ὑποδεξάμενον αὐτοὺς, νίκην τούτῳ νῦν ἐδωρήσαντο.

c. ἢ οὗτοι, φησί, περισσῶς κηδόμενοι τῶν δικαίων ἀνδρῶν. δοκοῦσι γὰρ ἐπιφαινόμενοι κατὰ τὸ πέλαγος σῴζειν τοὺς δικαίους.

μεταμειβόμενοι δ᾿ ἐναλλάξ: μεταβάλλοντες δ᾿ αὐτοὶ οἱ Διόσκουροι καὶ ἐκ διαδοχῆς ἐναλλάσσοντες τὰς ἡμέρας, μίαν μὲν διάγουσιν ἐν τῷ οὐρανῷ ὡς θεοί, μίαν δὲ ἐν τοῖς ὑπογείοις τῆς Θεράπνης, ὁμοίαν καὶ ἴσην ἐκπληροῦντες τύχην. ἰστέον δὲ ὅτι περιπέπτωκε τοῖς ἐν τῇ Νεκυομαντείᾳ λεγομένοις περὶ τῶν Διοσκούρων (λ 303—4)· ἄλλοτε μὲν ζώουσ᾿ ἑτερήμεροι, ἄλλοτε δ᾿ αὖτε τεθνᾶσιν, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. φησὶ γὰρ τοὺς Διοσκούρους μίαν μὲν ἡμέραν ὑπὲρ γῆς εἶναι, ἑτέραν δὲ ὑπὸ γῆν, ὥστε κατὰ μὲν τὸν διεσκευακότα τὰ παρ᾿ Ὁμήρῳ παρ᾿ ἡμέραν αὐτοὺς ἀποθνῄσκειν, κατὰ δὲ Πίνδαρον μίαν μὲν ἡμέραν παρὰ τοῖς ἀθανάτοις διαιτᾶσθαι, μίαν δὲ ἡμέραν ὁρῶντας τὰ παρ᾿ ἀνθρώποις σὺν αὐτοῖς εἶναι.

ἐπεὶ τοῦτον ἢ πάμπαν θεὸς ἔμμεναι: ἐπειδὴ μᾶλλον τοῦτον εἵλετο τὸν αἰῶνα, φησί, Πολυδεύκης, τὸν ἀδελφὸν ἔχων μεθ᾿ ἑαυτοῦ ἐκ διαδοχῆς θεὸς γενέσθαι καὶ πάλιν ἄνθρωπος, ἤπερ μόνος ἐν οὐρανῷ θεὸς κατοικεῖν, Κάστορος τοῦ ἀδελφοῦ αὐτοῦ φθαρέντος ἐν πολέμῳ. αὐτοῦ γὰρ τρωθέντος καὶ μέλλοντος ἀπόλλυσθαι εἵλετο Πολυδεύκης ὁ τούτου ἀδελφὸς αὐτὸς ἀθάνατος ὢν μᾶλλον παρ᾿ ἡμέραν ἄνθρωπος εἶναι ἅμα τῷ ἀδελφῷ. καὶ πάλιν θεὸς ἅμα τῷ ἀδελφῷ ἀπολουμένου αὐτοῦ· καὶ οὕτως ἐποίησαν οἱ θεοί.