Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. ἐσσί μοι υἱός· τὸν δ᾿ ἔπειτα: ὁ μὲν Ἡσίοδος (fr. 91) ἀμφοτέρους Διὸς εἶναι γενεαλογεῖ· ὁ δὲ Πίνδαρος ἑτέροις τῶν ἱστορικῶν ἐξακολουθήσας τὸν μὲν Πολυδεύκην ἐκ Διός, τὸν δὲ Κάστορα ἐκ Τυνδάρεω εἶναί φησιν, ὡς καὶ Ἡρακλῆς μὲν ἐξ Ἀλκμήνης καὶ Διός, Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος. λέγεται γὰρ τοῦτο, ὅτι Πολυδεύκης καὶ Ἑλένη ἐκ Διός εἰσι καὶ Λήδας, Κάστωρ δὲ ἐκ Τυνδάρεω. ὁ μέντοι Ἡσίοδος (fr. 92) οὔτε Λήδας οὔτε Νεμέσεως δίδωσι τὴν Ἑλένην, ἀλλὰ θυγατρὸς Ὠκεανοῦ καὶ Διός.

b. τὸ δὲ σαφὲς οὕτως· σὺ μὲν, ὦ Πολύδευκες, τυγχάνεις μοι υἱός, τὸν δὲ Κάστορα μετὰ ταῦτα ὁ Τυνδάρεως σπέρμα θνητὸν ὄντα τῇ σῇ μητρὶ συνελθὼν ἔσπειρεν.

ἀλλ᾿ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν παραδίδωμι: ἀλλ᾿ ὅμως τούτων ἀμφοτέρων σοι τὴν κρίσιν καὶ τὴν αἵρεσιν ἐπιδίδωμι· εἰ μὲν γὰρ τὸν θάνατον ἐκφυγὼν καὶ τὸ γῆρας τὸ ὀδυνηρὸν αὐτὸς βούλει τὸν οὐρανὸν οἰκεῖν σὺν ἐμοὶ καὶ Ἀθηνᾷ καὶ Ἄρει, ἔστι σοι τούτων μερίς· εἰ δὲ ὑπὲρ τοῦ ἀδελφοῦ Κάστορος διαμάχῃ, πάντων τε τῶν καλῶν βούλει αὐτῷ ἀπομερίσασθαι τὸ ἴσον, τὸ μὲν ἥμισυ τοῦ χρόνου ἕξεις ὑπὸ τὴν γῆν διατρίβων, τὸ δὲ ἥμισυ ἐν τῷ οὐρανῷ καὶ τοῖς τιμίοις τῶν θεῶν οἴκοις.

ὣς ἄρ᾿ αὐδάσαντος: οὕτω ταῦτα τοῦ Διὸς εἰπόντος οὐ κατεμερίσθη τὴν γνώμην ὁ Πολυδεύκης, ἀλλ᾿ εὐθέως ἐπὶ τὸ ἕτερον ἐχώρησεν, ἐπὶ τὸ τὴν εὐδαιμονίαν τῷ ἀδελφῷ μερίσασθαι.

a. ἀνὰ δ᾿ ἔλυσεν μὲν ὀφθαλμόν: ὁ Ζεὺς δηλονότι· οἷον ἤδη μύοντα καὶ κλειόμενον διὰ τὸν θάνατον ἀναβλέψαι ἐποίησεν.

b. ὁ δὲ νοῦς· ἀνέλυσε μὲν καὶ πάλιν ὁρᾶν παρεσκεύασε τὸν τοῦ ἀδελφοῦ ὀφθαλμόν, ἔπειτα καὶ τὴν φωνὴν ἐνέβαλε τῷ σώματι τοῦ χαλκομίτρα Κάστορος.

[*]()subscr. τέλος. [*]()

Scholia in Nemeonicarum carmen XI.

Τῆς ἑνδεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ἕξ. τὸ α΄ Πινδαρικόν· ἔστι δὲ ἰαμβέλεγος λείπων τῇ ἀρχῇ, καὶ πάλιν ἰαμβικὸν πενθημιμερὲς λεῖπον τῷ τέλει, ὃ καλεῖται ἀμφιλειπὲς, ἐπεὶ καὶ ἐν ἀρχῇ καὶ ἐν τῷ τέλει λείπει. ἡ δὲ ἀπόδοσις (v. 18) τὸ ἀοιδαῖς, ᾠδαῖς ποιεῖ. τὸ β΄ σύνθετον ἀπὸ διμέτρου τροχαίου καὶ ἡμίσεος ἔπους τὸ γ΄ ἔπος παρὰ συλλαβήν. τὸ δ΄ ὅμοιον τῷ (Archil. fr. 99) Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην. τὸ ε χοριαμβικὸν δίμετρον καταληκτικὸν, ἢ πενθημιμερὲς δακτυλικὸν πλεονάζον μιᾷ συλλαβῇ. τὸ ς΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ἐννέα. τὸ α΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ β΄ δακτυλικὸν πενθημιμερές. τὸ γ΄ ὅμοιον τῷ α΄ τῆς στροφῆς. τὸ δ΄ δακτυλικὸν πενθημιμερές. τὸ ε΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ δακτυλικὸν πενθημιμερές. τὸ ζ΄ ἰωνικὸν δίμε ρον ἀκατάληκτον. τὸ η΄ ὅμοιον τῷ δ΄ τῆς στροφῆς. τὸ θ΄ σύνθετον ἐκ πενθημιμεροῦς τροχαίου καὶ ἑφθημιμεροῦς δακτυλικοῦ.[*]()

Inscr.

a. Οὐδὲ ὅλως, φησὶν ὁ Δίδυμος, ἐχρῆν τὴν ᾠδὴν ταύτην εἰς τοὺς ἐπινίκους συνεῶσθαι· οὐ γὰρ ἱερὸν ἀγῶνα νενίκηκεν ὁ Ἀρισταγόρας. ἀλλὰ περιχώρους. γεγράφθαι δέ φησι τὴν ᾠδὴν εἰς πρυτανεύοντα καὶ τῆς πόλεως πρ εστῶτα τὸν Ἀρισταγόραν, σαφὲς δὲ τοῦτο ἐξ ὧν φησιν (9)· ἀλλὰ σὺν δόξᾳ τέλος δυωδεκάμηνον περάσαι. ἠπατῆσθαι δέ φησιν ὁ Δίδυμος ἐνίους, ὡς δοκεῖν ἱεροὺς στεφάνους αὐτὸν ἀνῃρῆσθαι. διὰ τῆς ᾠδῆς δὲ σημαίνεται, ὅτι στεφάνους ἔσχεν ὡς δεκαέξ, ἀλλ᾿ οὐχὶ περιοδικοὺς, ὡς ἐπλανήθησαν ἐκ τοῦ λέγεσθαι (22)· ἐλπίδες δ᾿ ὀκνηρότεραι γονέων παιδὸς βίαν ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἀέθλων. οὐ γὰρ σημαίνει διὰ τούτων ὡς Ἴσθμια καὶ Νέμεα νενικηκότος αὐτοῦ. ἀλλὰ τοὐναντίον οἱ γονεῖς δι᾿ εὐλάβειαν συγγενικὴν οὐκ ἀπέστειλαν αὐτὸν ἐπὶ τοὺς ἱεροὺς στεφάνους. ἐπεὶ κἂν Ἴσθμια καὶ Νέμεα εἰλήφει. ἐποίσει γάρ· ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ καὶ παρ᾿ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου κάλλιον ἂν δηριώντων ἐνόστησ᾿ ἀντιπάλων. ὀμνύει γὰρ ὁ Πίνδαρος, ὅτι κατὰ τῆν ἑαυτοῦ δόξαν, εἰ ἐξεδήμησεν εἰς Πυθὼ καὶ Ὀλυμπίαν, κάλλιον ἂν τῶν συνανταγωνιστῶν ἐπανεληλύθει εἰς τὴν πατρίδα, τουτέστιν ἐνίκησεν ἄν· νῦν δὲ ἐλπίδες ὀκνηρότεραι γονέων κατέσχον αὐτόν, διὸ οὐδ᾿ ὅλως ἐξεδήμησε. συντακτέον οὖν. φησὶν ὁ Δίδυμος, εἰς τὰ Παρθένια, καθὰ καὶ τοῖς περὶ τὸν Φασηλίτην ἀρέσκει.

b. ὅλως οὖν οὐδὲ δεῖ τετάχθαι τὴν ᾠδήν· οὐ γὰρ οἷον Νεμεονίκης ἐστίν, ἀλλ᾿ οὐδ᾿ ὅλως ἀθλοῦντι γέγραπται ἔτι, ἀλλ᾿ ἀνδρὶ τελείῳ πρυτανεύοντι τῆς πατρίδος. εἰ δὲ παραμιμνῄσκεται, ὅτι περιχώρους ἀγῶνας ἐνίκα παῖς ὢν, οὐ διὰ τοῦτο ἀθλητής· καθὸ οὐκ ἀθλητῇ γέγραπται, ἀλλὰ πρυτάνει καθὸ ἐπρυτάνευεν· ἔτυχε δὲ ἐπὶ τῆς παιδικῆς ἡλικίας ἄθλων. διὸ δὴ καὶ ὡς πρυτανεύοντος τὴν Ἑστίαν προσφωνεῖ.

c. ἔοικε δὲ ὁ Ἀρισταγόρας μὴ νῦν νενικηκέναι· φασὶ γὰρ οἱ ἱστορικοὶ παιδὶ μὲν ὄντι πολλὰς ὑπεισελθεῖν νίκας, ἀνδρωθέντι δὲ νῦν καὶ πρυτανεύοντι τὸν Πίνδαρον πρόσχημα μὲν ἐπίνικον γράψαι, τὸ δὲ ἀληθὲς προσφώνησιν εἰς τὴν πρυτανείαν. Τένεδος δέ ἐστι καὶ τῆς Λιβύης καὶ τῆς Τροίας.

a. παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας, Ἑστία: τὰ πρυτανεῖά φησι λαχεῖν τὴν Ἑστίαν, παρόσον αἱ τῶν πόλεων ἑστίαι ἐν τοῖς πρυτανείοις ἀφίδρυνται, καὶ τὸ ἱερὸν λεγόμενον πῦρ ἐπὶ τούτων ἀπόκειται. τοῦ δὲ ἱεροῦ πυρὸς ἐν τοῖς πρυτανείοις φυλαττομένου εἴη ἂν τὸ ἔτυμον πυροταμεῖον, κατὰ συγγένειαν τοῦ μ εἰς τὸ ν, ὡς τὸ μίν καὶ τὸ νίν· ἢ κατὰ κοινωνίαν τοῦ β πρὸς τὸ π βρυτανεῖον παρὰ τὸ βρύειν. ὅ ἐστι θάλλειν καὶ αὔξεσθαι, ἀφ᾿ οὗ καὶ τὸ ἔμβρυον τὸ ἐν τῇ γαστρὶ αὐξανόμενον. καί τε βρύει ἄνθεϊ λευκῷ, Ὅμηρος (P 56).

b. ὁ δὲ νοῦς· ὦ Ἑστία, τῆς Ῥέας παῖ, ἥτις ἔλαχες τὰ πρυτανεῖα, τοῦ ὑψίστου Διὸς ἀδελφὴ τυγχάνουσα καὶ τῆς Ἥρας τῆς ὁμοθρόνου καὶ συμβασιλευούσης τῷ Διῒ, καλῶς μὲν τὸν Ἀρισταγόραν ὑπόδεξαι εἰς τὸ πρυτανεῖον, καλῶς δὲ καὶ τοὺς ἑταίρους τοὺς συμπρυτανεύοντας αὐτῷ, τοῦ σοῦ σκήπτρου πέλας. ἐκ τούτου οὖν πρόδηλον, ὡς εἰς τὴν πρυτανείαν γράφεται. ἵδρυται δὲ ἐν τοῖς πρυτανείοις ἡ Ἑστία.

οἵ σε γεραίροντες: οἵτινές σε τιμῶντες οἱ πρυτάνεις ἐν δικαιοσύνῃ διαφυλάσσουσι τὴν Τένεδον, πολλάκις μὲν σπονδαῖς ἐξιλεούμενοι πρώτην τῶν ἄλλων θεῶν, πολλάκις δὲ καὶ ταῖς θυσίαις. πρώτην δὲ ταύτην εἶπε, καθόσον ἀπ᾿ αὐτῆς ἤρχοντο. καὶ Σοφοκλῆς (fr. 658)· ὦ πρῷρα λοιβῆς Ἑστία. ἀπὸ οὖν τῆς κνίσης, ὅ ἐστι τῆς πιμελῆς, τὰς θυσίας.

λύρα δέ σφισι βρέμεται: λύρα δὲ αὐτοῖς κατὰ τὰς πανηγύρεις ἠχεῖ καὶ ᾠδὴ, καὶ τοῦ ξενίου Διὸς θέμις ἀσκεῖται καὶ ἀποσῴζεται παρ᾿ αὐτοῖς διαπαντὸς ἐν ταῖς τραπέζαις· ἀντὶ τοῦ φιλόξενοί εἰσιν. metr. D

a. ἀλλὰ σύν δόξᾳ τέλος δυωδεκάμηνον περάσαι: εὔχεται τὴν ἀρχὴν μετὰ δόξης αὐτὸν διατελέσαι. σὺν ἀτρώτῳ καὶ ἀλύπῳ τῇ καρδίᾳ, τουτέστιν ἀπταίστῳ καὶ ἀβλαβεῖ, τήν ἐνιαυσίαν ἀρχὴν διανύσειε. δῆλον δὲ, καθὼς καὶ προείπομεν (ad inscr.), διὰ τούτων, ὅτι οὐκ ἔστιν ἐπίνικος ἡ ᾠδή.

b. ὁ δὲ νοῦς· παράσχου οὖν αὐτοῖς σὺν εὐδοξίᾳ ἐξενιαυτῆσαι τὴν πρυτανείαν σὺν ἀλύπῳ καρδίᾳ.

a. ἄνδρα δ᾿ ἐγὼ μακαρίζω μέν: τὸν δὲ ἄνδρα ἐγὼ μακαρίζω Ἀρκεσίλαν τὸν σὸν πατέρα καὶ τὸ ἐκείνου ἀνδρεῖόν τε καὶ ἐπέραστον σῶμα.

b. ἄλλως. τὸν πατέρα αὐτοῦ Ἀρκεσίλαν μακαρίζω θαητὸν ὄντα τὸ σῶμα, καὶ τὸν σύγγονον αὐτοῦ Ἀτρεμίαν· ὡς ἀδελφοῦ αὐτοῦ ὄντος Ἀτρεμίου ἢ ὡς ἀδελφῆς· ἀμφίβολον γάρ.

c. ἢ τὴν συγγενομένην αὐτῷ ἀφοβίαν.