Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

γαῖα δ᾿ ἐν Θήβαις ὑπέδεκτο: καὶ ὁ Ἀμφιάραος Ἀργεῖος. Θηβαῖοι οὖν οὐκ ἔχουσιν ὡς θεὸν τὸν Ὀϊκλέους παῖδα Ἀμφιάραον, σχισθείσης ὑπὸ κεραυνοῦ τῆς γῆς καὶ δεξαμένης αὐτὸν; ὁ γὰρ Ζεὺς εἰς τιμὴν αὐτοῦ σχίσας τὴν γῆν τῷ κεραυνῷ καταδεχθῆναι ἐποίησεν αὐτὸν σὺν τῷ ἅρματι, καὶ ἐποίησεν αὐτὸν ἀθάνατον· ἀφ᾿ οὗ δὴ μέχρι νῦν τὸ τοῦ Ἀμφιαράου μαντεῖον ἐνδοξότατον τῶν ἐπὶ τῆς Ἑλλάδος. ἀμφίβολον δὲ πότερον τὸν Ἀμφιάραον ἐδέξατο ἡ γῆ πολέμου ὄντα νέφος, ἢ ὅτε τὸ τοῦ πολέμου νέφος τοῖς Ἀργείοις ἐπῆλθε τὸ ἀπὸ Θηβῶν, τότε ὁ Ζεὺς κηδόμενος τοῦ Ἀμφιαράου ἐκέλευσεν αὐτὸν ὑπὸ τῆς γῆς δεχθῆναι καὶ εἶναι ἀθάνατον.

καὶ γυναιξὶ καλλικόμοισι: προεξαριθμησάμενος τὰς τῶν Ἀργείων ἀρετάς φησι μὴ μόνον ἥρωσι διαπρέπειν αὐτοὺς, ἀλλὰ καὶ ἡρωΐσι γυναιξὶ διαπρέπειν πάλαι, ἀρχῆθεν. τίς ἀπόδειξις ὅτι καὶ γυναιξί; Ζεὺς ἐπ᾿ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφηνε λόγον· ὅτι καὶ γυναιξὶν ἀριστεύει τὸ Ἄργος, οὐχ ἕτερος μάρτυς ἀλλ᾿ ὁ Ζεύς, ὃς καὶ πρὸς Ἀλκμήνην ἀφίκετο καὶ Δανάην Ἀργείας οὔσας.

a. πατρί τ᾿ Ἀδράστοιο Λυγκεῖ τε: οὐχὶ δὲ καὶ τῷ τοῦ Ἀδράστου πατρὶ Ταλαῷ καὶ τῷ Λυγκεῖ ἄριστον λογισμὸν παρέσχε καὶ μετὰ δικαιοσύνης συνήρμοσε; καρπὸς δὲ φρενῶν ὁ λογισμός. τίς δὲ συνήρμοσεν; ὁ Ζεύς.

b. ὁ δὲ νοῦς· καὶ ἐπὶ Ταλαῷ οὖν καὶ Λυγκεῖ τὸν τῶν φρενῶν καρπὸν εὐθὺν ἐποίησεν, ὅ ἐστι δίκαιον αὐτῶν τὸν νοῦν ἐποίησεν ὁ Ζεύς. ἀπὸ Λυγκέως δὲ οἱ περὶ Περσέα.

a. ὁ δ᾿ ὄλβῳ φέρτατος ἵκετ᾿ ἐς κείνου γενεάν: κοινωσόμενος τῷ Ἀμφιτρύωνι τὴν γενεὰν ὁ Ζεὺς [ἵκετ᾿ εἰς ἐκείνου γενεάν]. πῶς δὲ παρεγένετο συγγενέσθαι; ὁ μὲν γὰρ Ζεὺς τῇ προτέρᾳ ἡμέρᾳ ἐγέννησε τὸν Ἡρακλέα, ὁ δὲ Ἀμφιτρύων τῇ ἑξῆς τὸν Ἰφικλέα, καὶ ἐμίχθη τὰ γένη ἀμφοτέρων.

[*]()b. οὐχὶ δὲ ὁ Ζεὺς παρεγένετο εἰς τὴν ἐκείνου σποράν; ὅτε γὰρ τοῖς ὅπλοις ἀναιροῦντος αὐτοῦ τοὺς Τηλεβόας, τηνικαῦτα τὴν ὄψιν ἀφομοιωθεὶς ὁ Ζεὺς τῷ Ἀμφιτρύωνι |[*]() καὶ οὕτως εἰς τὸν οἶκον ἐλθὼν τῆς Ἀλκμήνης ἐπλησίασεν αὐτῇ καὶ τὸν Ἡρακλέα ἔσπειρεν. ἆθλον γὰρ ἡ Ἀλκμήνη τὸν ἑαυτῆς γάμον προὔθηκε τῷ τοὺς Τηλεβόας καταπολεμήσοντι· ἔπραττε τοῦτο Ἀμφιτρύων, καὶ ἐκείνου περὶ τὸν πόλεμον ἀσχολουμένου ὁ Ζεὺς ἀφομοιωθεὶς συνῆλθεν αὐτῇ.

c. ἀδείμαντον δὲ ἔφη τὸ σπέρμα, ὃ ἔμ λλεν εἰς τὴν τοῦ Ἡρακλέους γένεσιν καταβαλεῖν ὁ Ζεύς, ὅ ἐστιν ἄφοβον· ὁ γὰρ ἐξ αὐτοῦ γεννηθεὶς ἦν ἄφοβος Ἡρακλῆς.

οὗ κατ᾿ Ὄλυμπον ἄλοχος: οὗτινος Ἡρακλέους ἡ γαμετὴ κατὰ τὸν Ὄλυμπον Ἥβη παρὰ τῇ τελείᾳ ἑαυτῆς μητρὶ προϊοῦσα πορεύεται τῶν θεῶν ἐκπρεπεστάτη. λέγει δὲ μητέρα τελείαν τὴν Ἥραν. καὶ Αἰσχύλος (fr. 383)· Ἥρα τελεία, Ζηνὸς εὐναία δάμαρ. ἔστι γὰρ αὐτὴ γαμηλία καὶ ζυγία. ἔστι δὲ ὁ γάμος τέλος διὰ τὸ τελειότητα βίου κατασκευάζειν.

βραχύ μοι στόμα πάντ᾿ ἀναγήσασθαι: ἥττηταί μοι, φησί, τῶν Ἀργείων ἀνδραγαθημάτων ὁ λόγος, καὶ ἀδυνάτως ἔχει πάντα διηγήσασθαι τὰ τοῦ Ἄργους καλά. διατί δὲ εἰς ταῦτα παρεκβέβηκεν; ὅτι ὁ ἀγὼν, ὃν ἐνίκα ὁ Θειαῖος, τὰ Ἑκατόμβαια, οὐκ ἦν ἐπίσημος οὐδ᾿ ἐκτροπὰς ἔχων. ἵν᾿ οὖν ἔχῃ μῆκος περιποιῆσαι τῇ ᾠδῇ, ἐπὶ τὴν κοινότητα τῶν ἐπαίνων τῆς πατρίδος αὐτοῦ κατήντησεν.

a. ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς |[*]() ἀντιάσαι: ἔστι μὲν γὰρ ὁ τῶν ἀνθρώπων φθόνος βαρὺς πρὸς ἐναντίωσιν· οὐχ ἡδέως γὰρ ἀκούουσιν ἀλλοτρίων θαυμάτων οἱ ἄνθρωποι, ἀλλ᾿ εὐθὺς κόρον ἴσχουσι τῶν ἐπαίνων διὰ βασκανίαν.

b. ἄλλως. ὁ κόρος βαρύς ἐστιν ὁ ἀπὸ τῶν ἀνθρώπων |[*]() ἀντιάσαι καὶ συναντῆσαι, τουτέστιν ἀντίος γενηθεὶς ὁ κόρος τῶν ἀνθρώπων βαρύς ἐστι καὶ δυσβάστακτος· διὸ τὸν ὕμνον τῶν Ἀργείων καταλείψας τὸν κόρον φεύξομαι, ὅ ἐστι τὸν φθόνον.

ἀλλ᾿ ὅμως εὔχορδον ἔγειρε λύραν: πρὸς ἑαυτόν φησι ταῦτα ὁ Πίνδαρος· ὅμως μέντοι τὴν εὐάρμοστον λύραν λάμβανε καὶ τὴν φροντίδα τῶν παλαισμάτων δέξαι, τουτέστιν ἐπαίνει τὸν παλαιστήν. χάλκεον δέ φησι τὸν ἀγῶνα, ἤτοι ὅτι ἰσχυρός ἐστιν, ἢ ὅτι χαλκοῦν ὅπλον τὸ ἔπαθλον. ὁ τοίνυν ἀγὼν ὁ στερρότατος τὸν δῆμον παρορμᾷ εἰς τὴν τῆς θεοῦ θυσίαν, εἴς τε τὴν τῶν ἄθλων κρίσιν τὸν δῆμον ὁ τοῦ Οὐλίου παῖς Θειαῖος παρορμᾷ. τὸ παρορμᾷ δὲ ἀπὸ κοινοῦ. δὶς δὲ αὐτόν φησι νενικηκέναι τὰ Ἑκατόμβαια καὶ ἐσχηκέναι εὐφόρων λήθην πόνων. ἐπιλανθάνονται γὰρ οἱ ἄνθρωποι τῶν κατὰ τὴν ἄθλησιν πόνων, ὅταν νικήσωσι. γράφεται δὲ καὶ εὐφρόνων· εὐφόρων μὲν, ἐπεὶ εὔφοροί εἰσιν οἱ τοιοῦτοι πόνοι τῷ ἄριστα ἆθλα ἐνηνοχέναι· εὐφρόνων δὲ, τῶν εὐφραντικῶν.

a. ἐκράτησε δὲ καί ποθ᾿ Ἕλλανα στρατόν: κοινῶς τὸ πλῆθος στρατὸν εἶπεν, ὡς καὶ Πύθια νενικηκότος αὐτοῦ καὶ Ἴσθμια καὶ Νέμεα.

b. ἢ οὕτω· παραγέγονε δὲ καὶ ἐκράτησε πάντων τῶν ἀνταγωνιστῶν ἐν τοῖς Πυθίοις.

c. ὁ δὲ νοῦς· σὺν εὐτυχίᾳ δὲ παραγενόμενος ἐκράτησε πάλιν καὶ τοὺς ἐν Ἰσθμῷ καὶ Νεμέᾳ στεφάνους.