Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()οἷοι Λιβύσσας: ὁποῖοι ἦσαν μνηστῆρες οἱ τοῦ νικηφόρου πρόγονοι, οἳ fπερὶ τῆς Λιβυκῆς γυναικὸς ἦλθον εἰς τὴν Ἴρασσαν τὴν τοῦ Ἀνταίου πόλιν πρὸς τὴν ἔνδοξον κόρην.[*]()

[*]()a. Ἴρασσαν πρὸς πόλιν Ἀνταίου: ὅτι ὁ ὑπὸ Ἡρακλέους καταγωνισθεὶς Ἀνταῖος Ἰρασσεὺς ἦν ἀπὸ Ἰρασσῶν τῶν ἐν τῇ Τριτωνίδι λίμνῃ, ὡς Φερεκύδης φησί (FHG I p. 80). ὁ δὲ Πίνδαρος ὑπὲρ τοῦ χαρίσασθαι τῷ ἐπαινουμένῳ παρατρέψας τὴν ἱστορίαν φησὶν Ἀλεξίδαμον πρόγονον τοῦ ἐπαινουμένου γενέσθαι μνηστῆρα τῆς Ἀνταίου θυγατρός· ὄνομα δὲ αὐτῇ Ἀλκηῒς, ὥς φησι Πείσανδρος ὁ Καμιρεύς (fr. 6 Ki.)· ἕτεροι δὲ Βάρκην.[*]()

b. ἄλλως· Ἴρασσα, πόλις Λιβύης, ἣν ᾤκησεν Ἀνταῖος, οὐχ ὁ παλαίσας Ἡρακλεῖ· ἐκεῖνος γὰρ διαλλάσσει τοῖς χρόνοις· ἀλλ᾿ ἕτερος, ὃς τὴν θυγατέρα τοῖς μνηστευομένοις προὔθηκεν ἆθλον δρόμου τῷ φθάσαντι λαβεῖν κελεύσας. ὅμοιον δὲ ἐποίησε Δαναῷ· καὶ γὰρ ἐκεῖνος τὰς θυγατέρας δρόμῳ προὔθηκε. τὴν δὲ κόρην ταύτην τῶν Τελεσικράτους τις προγόνων Ἀλεξίδαμος μνηστευσάμενος καὶ νικήσας τὸν δρόμον ἔγημεν.

[*]()c. ἢ ὅτι Ἀνταῖος ὁ παράνομος, ὃν ἀνεῖλεν Ἡρακλῆς, οὗτός φησι, παραγενόμενον τὸν Ἀλεξίδαμον δρόμῳ νικήσαντα τοὺς σὺν αὐτῷ μνηστῆρας, λαβεῖν γυναῖκα τὴν θυγατέρα τοῦ Λιβύων βασιλέως.[*]()

[*]()d. Ἀνταίου: οὐ τοῦ ξενοκτόνου, ἀλλὰ ἑτέρου· ἐκεῖνον γὰρ ἀνεῖλεν Ἡρακλῆς, ᾧ συνήκμασεν Εὔφημος, οὗ ἀπόγονοι μετῴκησαν εἰς Κυρήνην.

[*]()τὰν μάλα πολλοί: ἥντινα τὴν Ἀνταίου θυγατέρα πολλοὶ τῶν ἀρίστων ἀνδρῶν ᾔτουν· ᾔτουν δὲ πολλοὶ μὲν συγγενεῖς αὐτῆς, πολλοὶ δὲ καὶ ἐκτὸς ὄντες γένους, ἐπειδὴ ἐκπρεπὲς αὐτῆς ἐθρυλλεῖτο καὶ ἐθαυμάζετο εἶναι τὸ κάλλος. τῆς γὰρ ἐντίμου αὐτῆς νεότητος καρπὸν δρέψασθαι ἐβούλοντο· ἐκ δὲ τούτου, τὴν παρθενίαν αὐτῆς ἐβούλοντο λαβεῖν.

[*]()πατὴρ δὲ θυγατρί: ὁ δὲ πατὴρ Ἀνταῖος ἐνδοξότερον τῇ ἑαυτοῦ θυγατρὶ κατασκευάζων τὸν γάμον, πεποίηκεν ὅπερ ἤκουσέ ποτε ἐν Ἄργει τὸν Δαναὸν ταῖς τεσσαρακονταοκτὼ θυγατράσιν ἑαυτοῦ πεποιηκέναι, κἀκεῖνον ἐμιμήσατο.