Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()σὺν ἑορταῖς ὑμαῖς: ταῖς σαῖς, καὶ πλεονάζει τούτῳ ὁ Πίνδαρος. τιμᾶται δὲ σφόδρα ἐν Αἰγίνῃ Ἀπόλλων καὶ Ἄρτεμις.

a. ἑκόντι δ᾿ εὔχομαι νόῳ: σοὶ δὲ, ὦ Ἄπολλον, εὔχομαι ἐφορᾶν σε ἕκαστον τῶν ποιημάτων, ὅσα κατά τινα ἁρμονίαν ἐπέρχομαι καὶ γράφω.

[*]()b. ἄλλως· ἤτοι διαβεβαιοῦμαι, ἢ εὔχομαί σοι, ὦ Ἄπολλον, καθ᾿ ἁρ|μονίαν πρὸς πάντα ἔρχεσθαι πράγματα, οἷον πρὸς μηδὲν πλημμελῶς ἔρχεσθαι.

[*]()a. κώμῳ μὲν ἁδυμελεῖ: τῷ μὲν χορῷ ἡμῶν δικαιοσύνη παρέστηκε, τουτέστιν οὐ ψευδόμεθα οἷς λέγομεν περὶ τοῦ Ἀριστομένους.

b. ἢ οὕτως· δικαίως κωμάζεται ὁ Ἀριστομένης καὶ ἐπιτηδείως· ἀγαθὸς γάρ ἐστι. τὴν δὲ τῶν μετὰ ταῦτα ἐπιστροφὴν παρὰ τῶν θεῶν εὔχομαι ἀνεπίφθονον ἐπὶ ταῖς ὑμετέραις τύχαις γενέσθαι. ὁ δὲ Ξενάρκης πατὴρ τοῦ νικηφόρου.

[*]()a. εἰ γάρ τις ἐσλὰ πέπαται: εἰ γάρ τις, φησὶν, ἀγαθὰ κέκτηται μὴ σὺν πολλῷ πόνῳ ἀλλὰ ῥᾳδίως, τοῖς πολλοῖς τῶν ἀνθρώπων δοκεῖ σοφὸς ὢν ἐν ἄφροσι τὸν ἑαυτοῦ βίον κορύσσειν, τουτέστιν αὔξειν, ταῖς ὀρθοβούλοις ἑαυτοῦ ἐπιτεχνήσεσιν.

b. ἢ οὕτως· εἴ τις ἄνευ πόνου ἀγαθόν τι περιεκτήσατο, τοῦτον οἱ πολλοὶ τῶν ἀφρόνων δοκοῦσι σοφὸν εἶναι, |[*]() καὶ τοῦτο ἐκ τῆς σοφίας δοκεῖ οὕτω περιπεποιῆσθαι. ἐγὼ δέ φημι τοῦτο ἐν θεῷ εἶναι, καὶ ἔστι τὸ δαιμόνιον αἴτιον τῆς κτήσεως.

c. πέπαται δέ, ἀντὶ τοῦ κέκτηται. καὶ Ὅμηρος (Δ 433)· πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ, ἀντὶ τοῦ πλουσίου.

[*]()τὰ δ᾿ οὐκ ἐπ᾿ ἀνδράσι κεῖται: ταῦτα δὲ οὐκ ἔστιν ἐν ἀνθρώποις, τὸ ἐκ περινοίας κτήσασθαι· τὸ δαιμόνιον δὲ ἑκάστῳ παρέχει.

[*]()δαίμων δὲ παρίσχει: ἐπεὶ προεῖπεν ὅτι ὁ δαίμων πάντα παρέχει, ἐπήγαγεν ὅτι ποτὲ μὲν ἄλλοτε ἄλλον ὑψηλὸν ποιῶν, ἄλλοτε δὲ ὑποχείριον ποιῶν καὶ οἰκτρὸν καὶ ταπεινόν.

[*]()ἄλλον δ᾿ ὑπὸ χειρῶν: ὑπὸ χειρῶν μέτρον περιφραστικῶς περὶ τὰς χεῖρας ποιεῖ, |[*]() ἀντὶ τοῦ τῇ χειρὶ αὐτοῦ καὶ τῇ ἐξουσίᾳ.

[*]()a. μέτρον καταβαίνει: ἀντὶ τοῦ καταβαίνειν ποιεῖ.

b. μεμετρημένα ἑκάστῳ τὰ κακὰ καὶ τὰ ἀγαθὰ παρέχεται, οὔποτε τῶν ἐν μονίμῳ τύχῃ κρατῶν.

[*]()a. μυχῷ τ᾿ ἐν Μαραθῶνος: ἀντὶ τοῦ ἔχεις γέρας, ἀπὸ κοινοῦ.

b. τουτέστι τὰ Παναθήναια.

[*]()c. Ἥρας τ᾿ ἀγῶν᾿ ἐπιχώριον: ὡς καὶ ἐν Αἰγίνῃ Ἡραίων ἀγομένων κατὰ μίμησιν τοῦ ἐν Ἄργει ἀγῶνος· ἄποικοι γὰρ Ἀργείων. Δίδυμος δέ φησι τὰ Ἑκατόμβαια αὐτὸν νῦν λέγειν ἐπιχώριον ἀγῶνα Αἰγινητῶν διὰ τὴν συγγένειαν.

[*]()νίκαις τρισσαῖς: σὺν ταῖς τρισὶ ταύταις νίκαις καὶ τὰ Πύθια νικήσας τέτρασι σώμασι τῶν ἀνταγωνιστῶν ἄνωθεν ἐνέπεσας, ἧττον αὐτῶν φροντίζων.

[*]()δάμασσας ἔργῳ: μετ᾿ ἔργου καὶ ἐνεργείας πολλῆς καθυπέταξας σαυτῷ.

[*]()τέτρασι δ᾿ ἔμπετες: ὡς ἄνευ κλήρου τέσσαρας παῖδας προκαλεσαμένου καὶ νικήσαντος.

[*]()τοῖς οὔτε νόστος ὁμῶς: οἷστισι τοῖς ἡττηθεῖσιν ἐκ τῆς Πυθίας ἡ ἀνακομιδὴ οὔτε ἡδεῖα οὔτε προσηνὴς ἐγένετο, οὔτε ἐλθόντων αὐτῶν ἐπὶ τὴν πατρίδα περὶ τὴν μητέρα καὶ τοὺς γονεῖς γέλως γλυκὺς χάριν ἐκίνησε τὴν ἐκ τῆς νίκης· ἐκ δὲ τοῦ ἐναντίου λύπη καὶ συμφορὰ περὶ τὸν οἶκον τῶν ἡττηθέντων γέγονεν.

[*]()a. ἐχθρῶν ἀπάοροι πτώσσοντι: ἀφωρισμένοι, κεχωρισμένοι.

[*]()b. οἷον εὐλαβοῦνται καὶ φεύγουσι τοὺς ἐχθροὺς τῇ τῆς ἥττης συμφορᾷ δακνόμενοι.[*]()

[*]()a. ὁ δὲ καλόν τι νέον: ὁ δὲ καλὸν πράξας ὑπὸ τῶν ἐλπίδων μετέωρος φέρεται.[*]()

b. ἄλλως· ὁ δὲ νεωστὶ καλὸν καταπραξάμενος καὶ νικήσας, ἀπὸ μεγάλης ἁβρότητος καὶ εὐδαιμονίας ἐκ τῶν εὐτυχηθεισῶν ἐλπίδων ὑψοῦται, ταῖς ταχείαις αὐτοῦ ἐπαιρόμενος ἀνδρείαις, ἔχων καὶ κρείττονα πλούτου τὴν φροντίδα, τουτέστι τὴν νίκην.[*]()

[*]()a. ἐν δ᾿ ὀλίγῳ βροτῶν τὸ τερπνὸν αὔξεται: λείπει τὸ χρόνῳ.

[*]()b. τουτέστι χρόνον μικρὸν αὔξει τοὺς ἀνθρώπους καὶ καταβάλλει ἡ τυχοῦσα πρόφασις. ἔξωθεν οὖν προσληπτέον τὸ χρόνῳ.

[*]()c. ἐν ὀλίγῳ δὲ χρόνῳ τὸ τῶν ἀνθρώπων ἡδὺ καὶ καλὸν εἶναι δοκοῦν αὔξεται καὶ παραμένει· οὕτω δὲ πάλιν ταχέως αὐξηθὲν τὸ ἀγαθὸν ἀφανίζεται ἀηδεῖ τινι γνώμῃ καὶ πείρᾳ σεσεισμένον καὶ νικηθέν.

[*]()ἀποτρόπῳ: τῇ παρὰ τρόπον καὶ παρὰ τὸ δέον ἐχθρᾷ γνώμῃ. [καὶ πείρᾳ σεσεισμένον καὶ νικηθὲν καὶ] οὐ κατὰ τὴν ἡμῶν δόκησιν.

[*]()a. ἐπάμεροι, τί δέ τις; τῶν ἐφημέρων ἀνθρώπων τί ἄν τις εἴποι ὅτι ἔστι τις, ἢ πάλιν ὅτι οὐκ ἔστι; ταχέως μὲν γὰρ ἔστιν εἰπεῖν, ὅτι ἐστί τις οὗτος, ταχέως δὲ ὅτι οὐδεὶς, διὰ τὴν μετάπτωσιν τῶν πραγμάτων. διὰ τοῦτο δὲ καὶ ἐπιφέρει, ὅτι σκιᾶς ὄναρ ἄνθρωποι, εὖ τῇ ἐμφάσει χρώμενος, ὡς ἄν τις εἰποι τοῦ ἀσθενοῦς τὸ ἀσθενέστερον. οὐ γὰρ οἷον ἀνθρώπου ὄναρ ἐστὶν, ἀλλὰ σκιᾶς ἀνθρώπου.

b. ἢ οὕτως· ἐπάμεροι· ὦ ἄνθρωποι, τίς ἐστιν ὁ δοκῶν εἶναι καὶ μέγας καὶ πλούσιος; τίς δὲ ὁ νομιζόμενος οὐδεὶς καὶ εὐτελής; ὀνείρατα σκιᾶς ἐσμεν οἱ ἄνθρωποι.

[*]()a. ἀλλ᾿ ὅταν αἴγλα διόσδοτος ἔλθῃ: ἀλλ᾿ ὅταν ἐκ Διὸς δεδομένη αἴγλη ἐπέλθῃ, τουτέστιν ὅταν ὁ Ζεὺς ἐπιλαμπρύνῃ, ἡδὺς ὁ βίος γίνεται τοῖς ἀνθρώποις.

[*]()b. ἀλλ᾿ ὅταν αἴγλα Διός: ἀλλ᾿ ὅταν αἴγλη τις καὶ φῶς ἐκ θεοῦ παραγένηται, λαμπρὸν φέγγος ἔπεστι κατὰ τῶν ἀνθρώπων καὶ προσηνὴς ὁ βίος καὶ ἡ ζωή.

c. ἐπιμέμφονταί τινες τῷ Πινδάρῳ, ὅτι ἐγκώμιον γράφων θρηνεῖ τὸν ἀνθρώπινον βίον.

[*]()a. Αἴγινα, φίλα μᾶτερ: τὸν λόγον πρὸς τὴν ἡρωίδα ἀπέστρεψεν, ἀφ᾿ ἧς καὶ ἡ νῆσος.

b. ὁ δὲ νοῦς· ὦ προσφιλεστάτη μῆτερ Αἴγινα, τὴν ὁμώνυμόν σοι πόλιν φύλασσε καὶ περίεπε σὺν ἐλευθερίᾳ, φύλασσε δὲ σὺν τῷ Διῒ καὶ τῷ βασιλεῖ Αἰακῷ καὶ τοῖς ἐξ αὐτοῦ ἥρωσιν.

c. ἢ οὕτω· τοῦτο ἐκ τοῦ χοροῦ λέγοιτο ἂν, ὥστε τὴν Αἴγιναν μητέρα τῶν χορευόντων λέγεσθαι.

d. ἐλευθέρῳ δὲ στόλῳ ἀντὶ τοῦ ἐλευθέρᾳ στάλσει ἢ στάσει καὶ σχήματι, μὴ ταττομένη ὑπ᾿ ἄλλοις.

[*]()e. Αἴγινα φίλα μᾶτερ: προσφωνεῖ τῇ ἡρωίδι.