Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν: ἐπὶ παντὸς πράγματος δεῖ τῷ θεῷ τὴν αἰτίαν ἀνάπτειν καὶ ὑπερτιθεῖν, καὶ φιλεῖν· οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ φίλει· καὶ σὲ τοίνυν πρὸ μὲν πάντων τῷ θεῷ προσήκει . . . . . ., προσήκει δὲ φιλεῖν παρὰ τοὺς ἄλλους ἑταίρους |[*]() Κάρρωτον. ἔστι δὲ ἡνίοχος, ἐπιχώριον δὲ Κυρηναίοις τὸ ὄνομα. εἰσὶ δὲ οἳ καὶ τῆς Ἀρκεσιλάου γυναικὸς πατέρα εἶναι ἔφασαν τὸν Κάρρωτον.

[*]()φιλεῖν δὲ Κάρρωτον: Κάρρωτος ὄνομα κύριον, περὶ οὗ μέμνηται πρὸς τὸν Ἀρκεσίλαον· οἱ δὲ τὸν ἡνίοχον τούτου, ὅν φησιν ὁ Δίδυμος τῆς Πυθικῆς νίκης αἴτιον γενέθαι τῷ Ἀρκεσιλάῳ, κατάγειν δὲ αὐτῷ καὶ στρατιωτικὸν ἀπὸ τῆς Ἑλλάδος ἀθροίσαντα. ταῦτα δὲ πιστοῦται παρατιθέμενος τὰ Θεοτίμου (FHG IV p. 517) ἐκ τοῦ πρώτου περὶ Κυρήνης ἔχοντα οὕτως· διαπίπτουσαν δὲ τὴν πρᾶξιν αἰσθόμενος Ἀρκεσίλαος καὶ βουλόμενος δι᾿ αὐτοῦ τὰς Ἑσπερίδας οἰκίσαι πέμπει μὲν εἰς τὰς πανηγύρεις ἵππους ἀθλήσοντας Εὔφημον ἄγοντα, νικήσας δὲ τὰ Πύθια καὶ τὴν ἑαυτοῦ πατρίδα ἐστεφάνωσε καὶ ἐποίκους εἰς τὰς Ἑσπερίδας συνέλεγεν. Εὔφημος μὲν οὖν ἐτελεύτα· Κάρρωτος δὲ τῆς Ἀρκεσιλάου γυναικὸς ἀδελφὸς διεδέξατο τὴν τῶν ἐποίκων ἡγεμονίαν. ὁ τοίνυν Πίνδαρος τοὺς ἑταίρους καθομιλῶν τὸ καταπραχθὲν τῷ Εὐφήμῳ τῷ Καρρώτῳ προσῆψε· μόνον γὰρ κατορθῶσαί φησιν αὐτὸν ἀγαγόντα τὸ στρατιωτικόν. δόξειε δ᾿ ἂν τούτοις συνᾴδειν καὶ τὸ μείζοσιν ἢ καθ᾿ ἡνίοχον τοῖς περὶ αὐτοῦ λόγοις τὸν Πίνδαρον κεχρῆσθαι· ἑταῖρον γάρ φησι καὶ εὐεργέτην τοῦ βασιλέως, ὅπερ ἂν εἰκότως ἐπὶ κηδεστοῦ λέγοιτο ἢ ἐπὶ ἡνιόχου· φησὶ γάρ, ἑκόντι τοίνυν πρέπει νόῳ τὸν εὐεργέτην ἀντιάσαι . . . . . . αὐτουργόν τινα τὸν Κάρρωτον γενόμενον ἡνιοχῆσαι τὸ ἅρμα, διὰ τὸ ἐπιεικῶς τοὺς Κυρηναίους ἁρματηλάτας εἶναι καὶ ἱππικοὺς, ὥστε ἀμφότερα τῷ Ἀρκεσιλάῳ αὐτὸν κατειργάσθαι, ἡνιοχῆσαί τε καὶ στρατολογῆσαι.[*]()

[*]()a. ὃς οὑ τὰν Ἐπιμηθέος: Ἐπιμηθέως λέγουσιν ὡς ἐπίπαν θυγατέρα τὴν Μεταμέλειαν καὶ τὰ παραπλήσια, καθάπερ καὶ Προμηθέως τὴν Προμήθειαν. νῦν δὲ ὁ Πίνδαρος τὴν Πρόφασιν αὐτὴν Ἐπιμηθέως εἶπε θυγατέρα.

b. οὐκ ἐκόμισεν οὖν σοι, ὦ Ἀρκεσίλαε, Κάρρωτος λόγους καὶ προφάσεις, ἀλλὰ τὴν νίκην. εἰώθασι γὰρ οἱ ἡττηθέντες σκήπτεσθαι ποριζόμενοι προφάσεις τῆς ἤττης.

[*]()c. τὸν δὲ στέφανον εἶπεν ἀρισθάρματον γέρας τὸν ἐπὶ τῇ τῶν ἵππων ἀριστείᾳ δοθέντα. διὰ δὲ τῆς Κασταλίας ἐκ μέρους τὴν Πυθὼ δεδήλωκεν.

[*]()d. ἄλλως· ὅτι Ἐπιμηθέως θυγατέρα τὴν πρόφασιν εἴρηκε. παρεισῆκται δὲ ὁ Ἐπιμηθεὺς ἀνόητος καὶ ἀπὸ τῶν ἀποβαινόντων συμπτωμάτων καὶ παθῶν διδασκόμενος τὰ ἀσύμφορα καὶ μεταμελόμενος, ὁ δὲ τούτου ἀδελφὸς Προμηθεὺς καὶ σοφὸς καὶ προορώμενος· διὸ καὶ τοὔνομα ἀπὸ τοῦ προμαθεῖν ἐσχε. καὶ Σοφοκλῆς (?) δὲ ἐν τῷ Προμηθεῖ· τοῦ Προμηθέως, θέλων λέγειν τῆς φρονήσεως ἀντέχεσθαι καὶ μὴ τῆς μεταμελείας.

e. ὀψίνοον δὲ τὴν Πρόφασιν εἶπε, διὰ τὸ ὀψέ ποτε καὶ βραδέως τὰ συμφέροντα καὶ ἀσύμφορα καταλαμβάνειν.[*]()

[*]()f. ὅστις ὁ Κάρρωτος οὐ τὴν τοῦ βραδέως βουλευσαμένου Ἐπιμηθέως θυγατέρα Πρόφασιν ἄγων εἰς τοὺς οἴκους τῶν Βαττιαδῶν, τουτέστι τῶν Κυρηναίων, παρεγένετο.

g. ὁ δὲ νοῦς τῷ λόγῳ, ὅτι οὐχ ἡττηθεὶς καὶ προφασισάμενος αἰτίαν τῆς ἥττης ἦλθεν εἰς Κυρήνην, ἀλλὰ νικήσας.[*]()

[*]()ἀλλ᾿ ἀρισθάρματον: ὁ νοῦς· ἀλλ᾿ ἐξοχώτατον ἐκ τῶν ἁρμάτων γέρας ἐν Πυθῶνι παραγεγονὼς περιέβαλεν ὁ Κάρρωτος ταῖς σαῖς κόμαις, ἀφθάρτοις ἡνίαις κατὰ τὸ τέμενος τῶν δυωδεκαδρόμων ἐπαρκῶν· φησὶ δὲ τῶν ἁρμάτων· ὅτι δώδεκα δρόμους ἀνύει τὸ τέλειον ἅρμα, τὸ δὲ πωλικὸν ὀκτώ. μαρτυρήσει δὲ καὶ ὁ Καλλίμαχος.

[*]()a. ὕδατι Κασταλίας ξενωθείς: ἐν Πυθῶνι παραγεγονώς· ἀπὸ δὲ τῆς πηγῆς τὸ χωρίον ἀκουστέον.

b. ὁ δὲ νοῦς τοιοῦτος· ἀλλ᾿ ἄριστον γέρας ὁ Κάρρωτος ταῖς σαῖς κόμαις περιέβαλεν, ἀφθάρτοις ἡνίαις κατὰ τὸ τέμενος τῶν δυωδεκαδρόμων ἁρμάτων, τουτέστι τὸ στάδιον, τοῖς ποσὶν ἐπαρκέσας καὶ τὴν νίκην ἀπενεγκάμενος.

[*]()ἀκηράτους τὰς ἡνίας ἔφη ἀντὶ τοῦ ἀδιαφθόρους· οὐ γὰρ διεφθάρησαν κατὰ τὸν δρόμον. ἀλλὰ διέμειναν ὑγιεῖς· ἔξωθεν δὲ προσληπτέον τὴν κατά, ἵν' ᾖ κατὰ τὸ τέμενος.

[*]()a. ποδαρκέων δωδεκαδρόμων τέμενος: τέμενος τὸ πεδίον ἐν ᾧ ὁ ἀγὼν ἄγεται.

[*]()b. ὅτι δὲ δωδεκάκις τρέχουσι, μαρτυρεῖ καὶ Καλλίμαχος (fr. 468)· δωδεκάκις περὶ †δίφρον ἐπήγαγεν ἴθματα δίφρου.

[*]()a. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν: οὐδὲν γὰρ τῶν αὐτοῦ ἁρμάτων ὁ Κάρρωτος κατέκλασεν. ἐν γὰρ τοῖς ἑξῆς αὐτὸς ἱστορεῖ μ΄ δίφρους τοὺς συναγωνιζομένους τῷ τοῦ Ἀρκεσιλάου ἅρματι κατεάχθαι κατὰ τὸν δρόμον, μόνον δὲ τὸ τοῦ Καρρώτου ὄχημα ἀπήμαντον ἀνύσαι τὸ στάδιον, καὶ διὰ τοῦτο ἀνατεθεῖσθαι τῷ Ἀπόλλωνι.

b. ὁ δὲ νοῦς· οὐδαμῶς δὲ συνέτριψε τῆς τοῦ ἅρματος σκευῆς οὐδὲν, ἀλλὰ κρέμαται καὶ ἀνιέρωται τῷ Ἀπόλλωνι, ὁπόσα τῶν ταῖς χερσὶν ἁρμοζόντων τεκτόνων ποικίλματα ἄγων τὸν Κρισαῖον λόφον . . . . . κατὰ τὸ κοιλόπεδον πεδίον [ἔδραμε] τοῦ Ἀπόλλωνος.

[*]()χεριαρᾶν: τῶν χερὶ ἀρεσκόντων καὶ κατασκευαζόντων τὰ τεκταινόμενα.

[*]()Κρισαῖον λόφον: ἀνατεθεικέναι φησὶν αὐτὸν ἀπὸ τῆς νίκης ἐν Δελφοῖς τῷ Ἀπόλλωνι τὸν δίφρον τοῦ ἅρματος.

[*]()ἄμειψεν ἐν κοιλόπεδον: ὅτι ὁ ἀγὼν ἐν τῷ πεδίῳ τελεῖται. κατὰ σύγκρισιν δὲ τὴν πρὸς τὸ Παρνάσσιον ὄρος κοιλόπεδον εἶπε τὸ χωρίον.

[*]()a. νάπος τὸ πεδίον ἐν ᾧ ὁ ἀγὼν ἄγεται, κατὰ σύγκρισιν τὴν πρὸς τὸν Παρνασόν. ὄρος γὰρ ἐκεῖνο δικόρυφον. καὶ ἑτέρωθι (P. VI 9) Ἀπολλωνίαν νάπην καλεῖ τὸν τόπον τοῦτον.

[*]()b. τό σφ᾿ ἔχει: ὅπερ τὸ ὄχημα ἔχει τις οἶκος ἐστεγασμένος κυπαρισσίνοις δοκοῖς πλησίον τοῦ ἀνδριάντος, ὅντινα μονόβολον ὄντα οἱ Κρῆτες παρὰ τῷ Παρνασίῳ ὄρει καθίδρυσαν, τουτέστιν ἐν τῇ Πυθοῖ.

[*]()c. ὡς ἀνδριάντος μονοξύλου ἀνακειμένου ἐν Δελφοῖς Κρητῶν ἀναθέντων.

[*]()μονόδροπον: μονόβολον. μονόξυλον. παρὰ τὸ μόνον αὐτὸ εἰλῆφθαι· δρέπεσθαι γὰρ τὸ λαμβάνειν.

[*]()ἑκόντι τοίνυν πρέπει: ὁ λόγος πρὸς τὸν Ἀρκεσίλαον. προσήκει σε, φησὶν, ἑκοντὶ τὸν εὐεργέτην Κάρρωτον ἀμείψασθαι ἀνθ᾿ ὧν εἰς σὲ διεπράξατο.

[*]()Ἀλεξιβιάδα, σὲ δ᾿ ἠΰκομοι: ὦ Ἀλεξιβίου υἱὲ Κάρρωτε, σὲ δὲ αἱ εὔκομοι ἐκ τῆς μνήμης καταλαμβάνουσι Χάριτες.

[*]()μακάριος, ὃς ἔχεις: μακάριος δὲ καὶ εὐδαίμων τυγχάνεις, ὅστις καὶ μετὰ τὸν μέγαν κάματον διὰ τῶν ἐμῶν φερτάτων λόγων, τουτέστι τῶν ὕμνων, ἔχεις μνημεῖα τῶν καμάτων. ταῦτα δὲ ἤτοι πρὸς τὸν Ἀρκεσίλαον λέγει διὰ τὸ στάσεσι κεχρῆσθαι πρὸς τοὺς ὑπηκόους, ἢ πρὸς τὸν Κάρρωτον, διότι περὶ τὴν τῶν ἐποίκων συλλογὴν πολλὰ ἐταλαιπώρησεν.

[*]()ἐν τεσσαράκοντα: ὁ νοῦς· ἐν γὰρ τεσσαράκοντα καταπεσοῦσιν ἡνιόχοις ἄθραυστον καὶ ὑγιᾶ τὸν δίφρον ἤγαγες ἀταράχῳ διανοίᾳ, καὶ παρεγένου εἰς τὸ Λιβύης πεδίον ἐκ τῶν ἐνδοξοτάτων ἀγωνισμάτων καὶ εἰς τὴν ἐπίδοξον πόλιν Κυρήνην.

[*]()ὅλον δίφρον: ὁλόκληρον καὶ ὑγιᾶ. προείρηται δὲ ὅτι τὰ συνηγωνισμένα αὐτῷ μ΄ ἅρματα συνεθραύσθη.

[*]()a. πόνων δ᾿ οὔ τις: καθολικῶς φησι, παραμυθούμενος αὐτόν.

b. τὸ ὅλον· οὐδεὶς δὲ ἀνθρώπων ἄμοιρός ἐστι πόνων καὶ καμάτων, οὔτε ἔσται ποτέ. ἴσος δὲ τοῦτο, ὡς τοῦ Καρρώτου κεκμηκότος ἀβλαβὲς διασῶσαι τὸ ἅρμα.

[*]()a. τὰ καὶ τὰ νέμων: τουτέστι τὰ ἀγαθὰ καὶ τὰ κακά. ἀμήχανον γὰρ, φησὶν, ἄνθρωπον ὄντα πάντα ἀγαθὰ λαχεῖν. Ὅμηρος (Ω 527)· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει. καὶ αὐτὸς ὁ Πίνδαρος (P. III 81)· ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς.

[*]()b. χρῶνται δὲ τῷ ἔμπαν ἀντὶ περισπωμένου τοῦ ὁμῶς, ὅ ἐστιν ἴσον τῷ ὁμοίως· καὶ γὰρ τὸ ἔμπης ἀντὶ περισπωμένου τοῦ ὁμῶς τάσσει Ὅμηρος (σ 354)· ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι καὶ κεφαλῆς. καὶ πάλιν (Ξ 174)· ἔμπης ἐς γαῖάν τε καὶ οὐρανόν.

[*]()c. καὶ ἐπὶ τῶν ὁμοίων.[*]()