Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()κτεῖνε μὲν γλαυκῶπα: ἐπισυνάπτει τῆς ἱστορίας τὸ συμπέρασμα· ὁ μὲν Ἰάσων ἀνεῖλε ταῖς τῆς Μηδείας τέχναις τὸν γλαυκόφθαλμον καὶ πεποικιλμένον ἔχοντα νῶτον ὄφιν, ὦ Ἀρκεσίλαε.

[*]()a. κλέψε τε Μήδειαν: ἔκλεψε δὲ καὶ τὴν Μήδειαν ἑκοῦσαν, τὴν τὸν Πελίαν φονεύσασαν.

[*]()b. ὁ δὲ νοῦς· κατεργασάμενος μὲν τὸν ἆθλον ὁ Ἰάσων λάθρα τοῦ Αἰήτου καὶ τῶν Κόλχων ἀπέκλεψε τὴν Μήδειαν ἑκοῦσαν καὶ αὐτὴν. τὴν τῷ Πελίᾳ φόνον γενομένην· εἶτα ναυτιλλόμενοι ἐνεμίγησαν τῷ τε τοῦ Ὠκεανοῦ πελάγει καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ |[*]() καὶ τῶν Λημνίων γυναικῶν τῶν ἀνδροφόνων τῷ ἔθνει· ἀπὸ κοινοῦ τὸ ἐμίγησαν.

[*]()c. σὺν αὐτῇ, σὺν τῇ Μηδείᾳ θελούσῃ καὶ ἐνεργούσῃ· ὅπερ ἔνιοι μὴ νοοῦντες μεταγράφουσι σὺν αὐτῷ, τῷ δέρει. γίνεται δὲ παρέλκον. δεῖ οὖν· σὺν αὐτῇ βουλομένῃ ἔκλεψε, καὶ τὸν ἀδελφὸν Ἄψυρτον ὑπέμεινε διασπάσαι διὰ τὸν ἀπὸ τῆς ἴυγγος ἔρωτα Ἰάσονος.[*]()

[*]()Πελιαοφόνον: ὁ Χαῖρις οὐ βούλεται συνθέτως ἀναγινώσκειν Πελιαοφόνον· ἐκ γὰρ δυοῖν τελείων ἐστὶ τοῦ Πελίαο καὶ τοῦ φόνου. γίνεται δὲ τοιαύτη σύνθεσις, ὡς μεταβάλλεσθαι τὸν τόνον· ἤτοι οὖν, φησὶν ὁ Δίδυμος, προενεκτέον τὰν Πελιαοφονόν ὀξυτόνως, ἵν᾿ ᾖ φονευτικήν· ἢ παροξυτόνως, ἥτις ἦν τοῦ Πελίου φόνος.[*]()

[*]()a. ὁ δὲ νοῦς· προσεπέλασαν δὲ καὶ τῷ Ὠκεανῷ καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ. καινῶς δὲ ὁ Πίνδαρος ταῦτα τὰ πελάγη ἱστορεῖ πεπλανῆσθαι τοὺς Ἀργοναύτας.

b. ἄλλως· ἐν τ᾿ Ὠκεανοῦ: ἡ πρόθεσις περιττεύει τοῦ λόγου. εἴληφε δὲ ὁ Πίνδαρος τὸ πάντων πρῶτον γενόμενον, καὶ ἀντεστραμμένως ἔσχατον ἔθηκεν. εἰς μὲν γὰρ τὸν Ὠκεανὸν καὶ τὴν Ἐρυθρὰν εἰσέβαλον φεύγοντες ἐκ Κόλχων· ταῖς δὲ Λημνίαις ἐμίγησαν, πρὶν εἰς τὸν πόντον ἐπιπλεῦσαι. ἀλλ᾿ ἵνα ἐπὶ τὴν τοῦ γένους ἀρχὴν ἐπανέλθῃ, τὸ πρότερον ἀντεστραμμένως ὕστερον ἔθηκεν.

[*]()Λημνιᾶν τ᾿ ἔθνει γυναικῶν: οὐκ ἀκολούθως. οὐ γὰρ ὑποστρέφοντες προσέβαλον τῇ Λήμνῳ, ἀλλ᾿ ἀπιόντες.

[*]()ἀνδροφόνων: ἐξ ἐκείνης τῆς ἱστορίας. αἱ τῶν Λημνίων γυναῖκες ἀσεβήσασαι ἀεὶ εἰς τὴν Ἀφροδίτην διηνεκῶς ἔσχον μηνιῶσαν τὴν θεόν· μῖσος γὰρ αὐταῖς πρὸς τοὺς ἄνδρας προσετρίψατο, καὶ οὕτως ἐκεῖνοι πρὸς τοὺς Θρᾷκας πολεμοῦντες κἀκ τοῦ πολέμου τὰς αἰχμαλωτίδας λαβόντες παρεκοιμῶντο· ἐφ᾿ ᾧ ζηλοτυπήσασαι αἱ γυναῖκες ἐψηφίσαντο ἐκ Θρᾴκης ὑποστρέφοντας τοὺς ἄνδρας ἀνελεῖν, ὅπερ καὶ πεποιήκασιν.

[*]()a. ἔνθα καὶ γυίων ἀέθλοις: οἱ μὲν τῶν ἱστορικῶν βούλονται τοὺς Ἀργοναύτας ἀγωνίζεσθαι ἐπὶ τοῖς ἀναιρεθεῖσιν ἀνδράσιν, οί δὲ ἐπὶ τῷ Θόαντος . . . . .

b. τὸ δὲ ἔνθα, ἐν τῇ Λήμνῳ· ἐν τοῖς ἀγῶσιν ἐπεδείξαντο τῶν μελῶν τὴν ἀνδρείαν καὶ τὴν κρίσιν, ἀγωνιζόμενοι περὶ ἐσθῆτος.

[*]()τὸ ἐσθᾶτος ἀμφὶς ἀμφίβολον, πότερον τῆς ἐσθῆτος χωρὶς ἠγωνίσαντο, τουτέστι γυμνοὶ, ἢ τὸ ἀμφίς ἀντὶ τῆς περί δεκτέον· χρῶνται γὰρ τῇ λέξει καὶ ἐπὶ τούτου· ἵν᾿ ᾖ τὸ ἔπαθλον ἐσθὴς, ὥστε περὶ ἐσθῆτος αὐτοὺς ἠγωνίσθαι, ὃ καὶ ὑγιές ἐστι. καὶ γὰρ καὶ παρὰ Σιμωνίδῃ (fr. 205) ἐστὶν ἡ ἱστορία, ὅτι περὶ ἐσθῆτος ἠγωνίσαντο. καὶ Πίνδαρος ἐν Ὀλυμπιονίκαις (IV 20? IX 97?).[*]()

[*]()a. ἀκτῖνας: τὸ σπέρμα. λείπει δὲ ἡ σύν ἢ ἡ ἔν, ἵν᾿ ᾖ σὺν ὄλβῳ ἢ ἐν ὄλβῳ.

[*]()b. τουτάκις ὑμετέρας ἀκτῖνας: τηνικαῦτα δὲ τοῦ σοῦ γένους τὰς λαμπηδόνας καὶ καταβολὰς σὺν εὐδαιμονίᾳ διεδέξατο μεμοιραμένον ἦμαρ ἢ νύκτες.

c. ὁ δὲ νοῦς· τὸ τηνικαῦτα τοῦ σοῦ γένους ἡ καταβολὴ γέγονεν ἐν ἡμέρᾳ ἢ ἐν νυκτί.

[*]()a. ἆμαρ ἢ νυκτός: τοῦτο λέγει ὅτι ἢ νυκτὸς ἢ ἡμέρας συνελθόντες ταῖς Λημνιάσι γυναιξὶν οἱ ἥρωες ἔσχον ὑμᾶς.

[*]()b. τόθι γὰρ γένος Εὐφάμου: ἀποστρέφει τὸν λόγον πρὸς τὸν Ἀρκεσίλαον, ἐπεὶ Ἀριστοτέλης ὁ πρόγονος αὐτοῦ ἀπὸ τῶν Λημνίων γυναικῶν ἦν. οἱ γὰρ Ἀργοναῦται ἐν τῇ Λήμνῳ ταῖς Λημνιάσιν ἐπλησίασαν, ἐν οἷς καὶ Εὔφημος Λαμάχῃ συνελθὼν Λευκοφάνην ἐποίησεν· ἀφ᾿ ὧν Ἀριστοτέλης ὁ πρόγονος Ἀρκεσιλάου.

[*]()c. ἄλλως· τόθι γένος: διὰ τούτων τὴν ἐν ἀρχῇ πρόθεσιν συγκεφαλαιοῖ, καθ᾿ ἣν εἶπε (vs. 67 sqq.) τὸν Ἀρκεσίλαον ταῖς Μούσαις ἀποδώσειν καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μινυῶν θεόπομποί σφισι τιμαὶ |[*]() φύτευθεν· τοῦ Εὐφήμου γεννήσαντος ἐκ τῆς Λημνίας τὸν τούτων ἀρχηγὸν τοῦ γένους. οἱ γὰρ ἀπὸ τούτων ἐκπεσόντες ἐκ Λήμνου εἰς Λακεδαίμονα παρεγένοντο, ἐκεῖθεν δὲ ἀπῴκησαν τὴν καλουμένην Καλλίστην νῆσον, Θήρα τὴν ἀποικίαν ἀγαγόντος, ἀφ᾿ οὗ Θήρα μετωνομάσθη.

d. διαποροῦσι δὲ, διατί μόνου Εὐφήμου μνημονεύει, πολλῶν ταῖς Λημνίαις πλησιασάντων· ἐπιλύεται δὲ ὁ Δίδυμος φάσκων, ὅτι ἀπὸ Εὐφήμου τούτου ἐγένετό τις καὶ ἕτερος Εὔφημος ὁ σὺν Βάττῳ τὴν Κυρήνην κτίσας, ὃν διὰ τὴν ὁμωνυμίαν ἀπ᾿ ἐκείνου τις ὑποτοπάσει εἶναι.

[*]()e. ἐγένοντο δὲ καὶ πλείους Εὔφημοι· πρῶτος ὁ Μηκιονίκης καὶ Ποσειδῶνος, δεύτερος ὁ Σάμου παῖς ἀπόγονος τοῦ πρώτου Εὐφήμου, τρίτος ὁ σὺν Βάττῳ. τέταρτος ὁ κατὰ τὸν Ἀρκεσίλαον, ὃν ξενολογήσοντα ἔπεμψεν ὁ βασιλεὺς καὶ τὸν Πυθικὸν ἀγῶνα ἀγνιούμενον.[*]()

[*]()a. ἄν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ νᾶσον: Χαῖρις βούλεται γράφειν ἔν ποτε ἀντὶ τοῦ ἄν ποτε, κατὰ τὴν τοῦ Πινδάρου συνήθειαν.

[*]()b. τὸ δὲ ἑξῆς· οἱ δὲ ἀπὸ τῶν ἡρώων γεγενημένοι παῖδες καὶ τοῖς Λακεδαιμονίοις μιχθέντες κατὰ τὴν ζήτησιν τῶν πατέρων παρέβαλον εἰς τὴν Ἑλλάδα. καὶ εἰς τὴν Καλλίστην ποτὲ χρόνῳ ἀπῴκησαν.[*]()

[*]()c. Καλλίσταν: τὴν Θήραν. φησὶ Καλλίμαχος (fr. 112)· Καλλίστη τοπάροιθε, τὸ δ᾿ ὕστερον οὔνομα Θήρη.

[*]()ἔνθεν δ᾿ ὔμμι: ἐντεῦθεν δὲ, ἐκ τῆς Θήρας, τῷ Ἀρκεσιλάῳ ὁ Ἀπόλλων χρησμοῖς καὶ μαντείαις δέδωκε σὺν θεῷ τὸ τῆς Λιβύης πεδίον τιμαῖς αὔξειν τὸ θεῖον πόλισμα καὶ διοικεῖν τῆς τίμιον ἐχούσης θρόνον Κυρήνης· ἵνα ἐπὶ τὴν νύμφην τὸν λόγον ἀνάγωμεν.

[*]()a. ἄστυ: ἐλλείπει ὁ τέ. ἵν᾿ ᾖ· ἄστυ τε χρυσοθρόνου.

[*]()b. τὸ ἑξῆς· διανέμειν δέδωκεν ὑμῖν τὴν Κυρήνην καὶ διοικεῖν συνετὴν γνῶσιν εὑροῦσιν.

[*]()γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν: προτρέπεται τὸν Ἀρκεσίλαον ὁ Πίνδαρος συνορᾶν αὐτοῦ τὸ αἴνιγμα. τὸ γὰρ Οἰδιπόδα σοφίαν τοῦτο βούλεται, ὅτι κἀκεῖνος τὸ τῆς Σφιγγὸς αἴνιγμα ἔλυσεν. ὃ δὲ αἰνίττεται, ἔστι τοιοῦτον. ἐστασίασάν τινες ἐν τῇ Κυρήνῃ κατὰ τοῦ Ἀρκεσιλάου, βουλόμενοι αὐτὸν μεταστῆσαι τῆς ἀρχῆς· ὁ δὲ ἐπικρατέστερος αὐτῶν γενόμενος ἐφυγάδευσεν αὐτοὺς τῆς πατρίδος. ἐν τοῖς οὖν στασιώταις ἦν καὶ ὁ Δημόφιλος, ὃς καὶ αὐτὸς ἀνάστατος γέγονε τῆς πατρίδος, καὶ φυγαδευθεὶς ἔρχεται εἰς Θήβας καὶ ἀξιοῖ τὸν Πίνδαρον (τινὲς δὲ, ὅτι καὶ τὸν μισθὸν τοῦ ἐπινίκου δίδωσι τῷ Πινδάρῳ αὐτός), ὥστε τῇ τοῦ ἐπινίκου γραφῇ διαλλάξαι αὐτὸν πρὸς τὸν Ἀρκεσίλαον. ἦν δὲ αὐτῷ καὶ πρὸς γένους.

[*]()a. εἰ γάρ τις ὄζους: περὶ Δημοφίλου ἀπολογεῖται τὸ αἴνιγμα. εἰ γάρ τις, φησὶ, περικόψει δρῦν, ὅμως δὲ καὶ τὸν καρπὸν ἀποβεβληκυῖα φέρει περὶ ἑαυτῆς ψῆφον γενομένη ἢ οὐδὸς ἤ τι ἄλλο τοιοῦτον· ὡς καὶ Ὅμηρος (φ 43)· οὐδόν τε δρύϊνον προσεβήσετο· ἢ τὸ πανέσχατον, εἴ ποτε πυρὸς χειμερίου χρεία γένηται, πρὸς ἀλέαν χρήσιμός ἐστιν.

[*]()b. ὁ δὲ νοῦς· εἰ γάρ τις μεγάλης δρυὸς ἐκκόψει κλάδους καὶ καταισχύνῃ αὐτῆς τὸ θαυμαστὸν εἶδος τῇ τῶν ἀκρεμόνων περικοπῇ, ὅμως καὶ φθινόκαρπος οὖσα ψῆφον περὶ αὑτῆς δίδωσιν, ὅτι δύναται εἴς τι χρησιμεύειν καὶ ἄκαρπος οὖσα, ὅταν αὐτῇ κατὰ τὸν χειμῶνα πῦρ λοίσθιον ἐπιγένηται.

[*]()μόχθον ἄλλοις: ἀλλὰ τοῖς βαστάζουσιν ἢ τοῖς λῃστεύειν βουλομένοις, διὰ τὸ μηκέτι δύνασθαι ἐστεγασμένης τῆς οἰκίας.

[*]()a. ἐσσὶ δ᾿ ἰατήρ: οὐχ ὅτι ἰατρὸς ἦν ὁ Ἀρκεσίλαος, ἀλλ᾿ ὅτι ἐνόσει τὴν φυγὴν ὁ Δημόφιλος. φησὶ γοῦν· δεῖ αὐτὸν πρὸς σοῦ θεραπεύεσθαι.

[*]()b. ἄλλως· ἐσσὶ δ᾿ ἰατήρ: θεραπευτικὸς τῆς παρούσης καταστάσεως. |[*]() τοῦτο γὰρ δηλοῖ τὸ ἐπικαιρότατος.

[*]()a. Παιάν τέ σοι: ὁ δὲ Ἀπόλλων σοι τετίμηκε τὴν ζωήν. τῇ μέντοι τροπῇ ἐπιμένει διόλου· ἰατρικῆς γὰρ προστάτης ὁ θεός.

b. ἄλλως· Παιάν τέ σοι: καὶ αὐτός σοι ὁ Παιὰν τὴν εἰς τοῦτο δύναμιν παρέχεται. ποιεῖται δὲ τὸν λόγον ὑποψίας ἐνεστώσης τοῖς Κυρηναίοις πρὸς τὸν Ἀρκεσίλαον καὶ ταραττομένων αὐτῶν ὑπ᾿ ἐκείνου ἢ ἐλαττουμένων παραιτούμενος καταστῆσαι τὴν πόλιν ἐπὶ τὸ ἀρχαῖον.

[*]()a. χρὴ μαλακάν: προσήκει σε πραεῖαν ἐπιφέροντα τὴν χεῖρα θεραπεύειν τὴν τοῦ ἕλκους τρῶσιν, καὶ μὴ τὰς ἀλγηδόνας τρίβειν.

[*]()b. καὶ ταῦτα μεταφορικῶς ἀκουστέον. δεῖ, φησὶν, μαλακὴν προσφέροντα τὴν χεῖρα τὴν τοῦἕλκους τρῶσιν θεραπεύειν.

[*]()ῥᾴδιον μὲν γάρ: τὸ μὲν γὰρ διασεῖσαι πόλιν καὶ τοῖς ἀσθενεστέροις ῥᾴδιόν ἐστι, μή τοί γε δὴ τοῖς ἐν δυνάμει κειμένοις· οἷον εἰώθαμεν λέγειν, τὸ κακὸν ῥᾴδιον ποιῆσαι· ἀλλὰ διασεισθεῖσαν πόλιν ἐπὶ χώρας καταστῆσαι δυσχερές ἐστιν, ἐὰν μὴ θεὸς ἡγῆται τοῖς δυναστεύουσιν εἰς τὸ αὐτὸ πειρωμένοις ἀγαγεῖν κατάστημα.