Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ἴυξε δ᾿ ἀφωνήτῳ: ἀνεστέναξεν. ὁ δὲ νοῦς· ἐστέναξε δὲ λαθραίως κατὰ τὴν ψυχὴν ὁ Αἰήτης τὴν τοῦ Ἰάσονος δύναμιν θαυμάσας.[*]()

[*]()b. ἀφωνήτῳ περ ἔμπας: καίπερ τοιούτῳ ἄχει πληγεὶς [ἀφώνῳ], καθ᾿ ὃ οὐκ ἄν τις φωνὴν ἀφείη, ἀλλ᾿ ἐκσταίη, ὅμως ἀνεβόησε θαυμάσας.[*]()

[*]()a. ποίας ἔρεπτον: κυρίως τὸ ἐρέπτειν ἐπὶ τῶν ἀλόγων ζῴων τάττεται, ὅτι ἐπὶ τῇ ἔρᾳ, τουτέστι τῇ γῇ ἐσθίουσιν. ὡς Ὅμηρος (Θ 560)· ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. νῦν δὲ ἀντὶ τοῦ ἔρεφον ἔλαβε, τουτέστιν ἐστέγουν, ἐστεφάνουν.[*]()

b. ἄλλως· τὸ παλαιὸν ἐφυλλοβόλουν τοὺς νικηφόρους τοῖς τῆς γῆς χλωροῖς.[*]()

[*]()αὐτίκα δ᾿ Ἀελίου: εὐθέως δὲ ὁ τοῦ Ἡλίου παῖς Αἰήτης τὸ χρυσόμαλλον κῶας ὑπεδείκνυε τῷ Ἰάσονι, ἔνθα αὐτὸ ἐξέτειναν αἱ τοῦ Φρίξου μάχαιραι.

[*]()Φρίξου μάχαιραι: τουτέστιν ἡ περὶ τὸ ἐκδέρειν τοῦ Φρίξου ἐνέργεια· Φυξίῳ γὰρ Διῒ τὸ δέρος ἀνιέρωσεν. τὸ δὲ χ΄ ὅτι ὑπὸ τοῦ Φρίξου φησὶν ἀνατεθῆναι τῷ Ἄρει τὸ τοῦ χρυσομάλλου κριοῦ δέρος.

[*]()a. κεῖτο γὰρ λόχμᾳ: τῷ δασεῖ τῆς ὕλης· λόχμη γὰρ τὸ δάσος. καὶ παρ᾿ Ὁμήρῳ (τ 439)· ἔνθα δ᾿ ἄρ᾿ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς.

b. λείπει δὲ ἡ ὑπό.[*]()

[*]()c. δράκοντος δ᾿ εἴχετο: κατείχετο δὲ, φησὶ, τὸ κῶας ὑπὸ τῶν δεινοτάτων τοῦ δράκοντος γενύων, ὃς καὶ τῷ πάχει καὶ τῷ μήκει τοῦ σώματος πεντηκόντερον ναῦν κατεῖχεν· ἔνιοι δὲ, ἐμβληθεὶς ἐπλήρου ναῦν πεντηκόντερον.[*]()

[*]()a. πάχει μάκει τε πεντηκόντερον: τουτέστιν ὑπερεῖχεν. ὁ δράκων πεντηκόντερον ναῦν ἐνίκα τῷ μεγέθει, μείζων ἦν αὐτῆς.

b. ἢ οὕτως· εἰ ἐνέβαλες αὐτὸν εἰς τὴν πενηκόντερον ναῦν, πλήρωμα ἂν αὐτῆς ἐγένετο, ὥστε περιττεύειν τινὰ μέρη αὐτοῦ καὶ ὑπερκεῖσθαι.[*]()

[*]()ἃν πλαγαὶ σιδάρου: ἥντινα τὴν ναῦν συνεπέρανον αἱ τοῦ σιδήρου πληγαί. πάλιν δὲ τῷ συνήθει σχήματι κέχρηται τὸ ἑνικὸν τῷ πληθυντικῷ συζεύξας, καίτοι παρὸν εἰπεῖν τέλεσσαν. |[*]() γράφεται δὲ καὶ τέλεσσαν.

[*]()a. κατ᾿ ἀμαξιτόν: ἀντὶ τοῦ μακρῶς λέγω τὰ ποιήματα καὶ ἐπεκτείνω.

[*]()b. κατ᾿ ἀμαξιτόν: κατὰ τὴν ὁδὸν ταύτην τὴν τῶν ἐγκωμίων τοῦ Ἰάσονος πορεύεσθαι καὶ λέγειν.

[*]()c. ὥρα γὰρ συνάπτει: καιρός με ἐπείγει, ὥστε πρὸς τὸν Ἀρκεσίλαον ἀναδραμεῖν.

καί τινα οἶμον ἴσαμι: καί τινα οἶδα ὁδὸν βραχεῖαν, τουτέστιν οἶδα κατὰ τὰς ἐξηγήσεις καὶ βραχέα λέγειν.

[*]()σοφίας ἑτέροις: ἤτοι ταύτης τῆς σοφίας, τῆς περὶ τὸ συντόμως λέγειν, καὶ ἄλλων γέγονα καθηγητὴς, ὅ ἐστι διδάσκαλος· ἢ πολλοῖς προσέσχον ἄλλοις, ὡς ἐν συντομίᾳ, ὥστε ταχέως αὐτὰ ἐξειπεῖν.

[*]()κτεῖνε μὲν γλαυκῶπα: ἐπισυνάπτει τῆς ἱστορίας τὸ συμπέρασμα· ὁ μὲν Ἰάσων ἀνεῖλε ταῖς τῆς Μηδείας τέχναις τὸν γλαυκόφθαλμον καὶ πεποικιλμένον ἔχοντα νῶτον ὄφιν, ὦ Ἀρκεσίλαε.

[*]()a. κλέψε τε Μήδειαν: ἔκλεψε δὲ καὶ τὴν Μήδειαν ἑκοῦσαν, τὴν τὸν Πελίαν φονεύσασαν.

[*]()b. ὁ δὲ νοῦς· κατεργασάμενος μὲν τὸν ἆθλον ὁ Ἰάσων λάθρα τοῦ Αἰήτου καὶ τῶν Κόλχων ἀπέκλεψε τὴν Μήδειαν ἑκοῦσαν καὶ αὐτὴν. τὴν τῷ Πελίᾳ φόνον γενομένην· εἶτα ναυτιλλόμενοι ἐνεμίγησαν τῷ τε τοῦ Ὠκεανοῦ πελάγει καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ |[*]() καὶ τῶν Λημνίων γυναικῶν τῶν ἀνδροφόνων τῷ ἔθνει· ἀπὸ κοινοῦ τὸ ἐμίγησαν.

[*]()c. σὺν αὐτῇ, σὺν τῇ Μηδείᾳ θελούσῃ καὶ ἐνεργούσῃ· ὅπερ ἔνιοι μὴ νοοῦντες μεταγράφουσι σὺν αὐτῷ, τῷ δέρει. γίνεται δὲ παρέλκον. δεῖ οὖν· σὺν αὐτῇ βουλομένῃ ἔκλεψε, καὶ τὸν ἀδελφὸν Ἄψυρτον ὑπέμεινε διασπάσαι διὰ τὸν ἀπὸ τῆς ἴυγγος ἔρωτα Ἰάσονος.[*]()

[*]()Πελιαοφόνον: ὁ Χαῖρις οὐ βούλεται συνθέτως ἀναγινώσκειν Πελιαοφόνον· ἐκ γὰρ δυοῖν τελείων ἐστὶ τοῦ Πελίαο καὶ τοῦ φόνου. γίνεται δὲ τοιαύτη σύνθεσις, ὡς μεταβάλλεσθαι τὸν τόνον· ἤτοι οὖν, φησὶν ὁ Δίδυμος, προενεκτέον τὰν Πελιαοφονόν ὀξυτόνως, ἵν᾿ ᾖ φονευτικήν· ἢ παροξυτόνως, ἥτις ἦν τοῦ Πελίου φόνος.[*]()

[*]()a. ὁ δὲ νοῦς· προσεπέλασαν δὲ καὶ τῷ Ὠκεανῷ καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ. καινῶς δὲ ὁ Πίνδαρος ταῦτα τὰ πελάγη ἱστορεῖ πεπλανῆσθαι τοὺς Ἀργοναύτας.

b. ἄλλως· ἐν τ᾿ Ὠκεανοῦ: ἡ πρόθεσις περιττεύει τοῦ λόγου. εἴληφε δὲ ὁ Πίνδαρος τὸ πάντων πρῶτον γενόμενον, καὶ ἀντεστραμμένως ἔσχατον ἔθηκεν. εἰς μὲν γὰρ τὸν Ὠκεανὸν καὶ τὴν Ἐρυθρὰν εἰσέβαλον φεύγοντες ἐκ Κόλχων· ταῖς δὲ Λημνίαις ἐμίγησαν, πρὶν εἰς τὸν πόντον ἐπιπλεῦσαι. ἀλλ᾿ ἵνα ἐπὶ τὴν τοῦ γένους ἀρχὴν ἐπανέλθῃ, τὸ πρότερον ἀντεστραμμένως ὕστερον ἔθηκεν.

[*]()Λημνιᾶν τ᾿ ἔθνει γυναικῶν: οὐκ ἀκολούθως. οὐ γὰρ ὑποστρέφοντες προσέβαλον τῇ Λήμνῳ, ἀλλ᾿ ἀπιόντες.

[*]()ἀνδροφόνων: ἐξ ἐκείνης τῆς ἱστορίας. αἱ τῶν Λημνίων γυναῖκες ἀσεβήσασαι ἀεὶ εἰς τὴν Ἀφροδίτην διηνεκῶς ἔσχον μηνιῶσαν τὴν θεόν· μῖσος γὰρ αὐταῖς πρὸς τοὺς ἄνδρας προσετρίψατο, καὶ οὕτως ἐκεῖνοι πρὸς τοὺς Θρᾷκας πολεμοῦντες κἀκ τοῦ πολέμου τὰς αἰχμαλωτίδας λαβόντες παρεκοιμῶντο· ἐφ᾿ ᾧ ζηλοτυπήσασαι αἱ γυναῖκες ἐψηφίσαντο ἐκ Θρᾴκης ὑποστρέφοντας τοὺς ἄνδρας ἀνελεῖν, ὅπερ καὶ πεποιήκασιν.

[*]()a. ἔνθα καὶ γυίων ἀέθλοις: οἱ μὲν τῶν ἱστορικῶν βούλονται τοὺς Ἀργοναύτας ἀγωνίζεσθαι ἐπὶ τοῖς ἀναιρεθεῖσιν ἀνδράσιν, οί δὲ ἐπὶ τῷ Θόαντος . . . . .

b. τὸ δὲ ἔνθα, ἐν τῇ Λήμνῳ· ἐν τοῖς ἀγῶσιν ἐπεδείξαντο τῶν μελῶν τὴν ἀνδρείαν καὶ τὴν κρίσιν, ἀγωνιζόμενοι περὶ ἐσθῆτος.

[*]()τὸ ἐσθᾶτος ἀμφὶς ἀμφίβολον, πότερον τῆς ἐσθῆτος χωρὶς ἠγωνίσαντο, τουτέστι γυμνοὶ, ἢ τὸ ἀμφίς ἀντὶ τῆς περί δεκτέον· χρῶνται γὰρ τῇ λέξει καὶ ἐπὶ τούτου· ἵν᾿ ᾖ τὸ ἔπαθλον ἐσθὴς, ὥστε περὶ ἐσθῆτος αὐτοὺς ἠγωνίσθαι, ὃ καὶ ὑγιές ἐστι. καὶ γὰρ καὶ παρὰ Σιμωνίδῃ (fr. 205) ἐστὶν ἡ ἱστορία, ὅτι περὶ ἐσθῆτος ἠγωνίσαντο. καὶ Πίνδαρος ἐν Ὀλυμπιονίκαις (IV 20? IX 97?).[*]()

[*]()a. ἀκτῖνας: τὸ σπέρμα. λείπει δὲ ἡ σύν ἢ ἡ ἔν, ἵν᾿ ᾖ σὺν ὄλβῳ ἢ ἐν ὄλβῳ.

[*]()b. τουτάκις ὑμετέρας ἀκτῖνας: τηνικαῦτα δὲ τοῦ σοῦ γένους τὰς λαμπηδόνας καὶ καταβολὰς σὺν εὐδαιμονίᾳ διεδέξατο μεμοιραμένον ἦμαρ ἢ νύκτες.

c. ὁ δὲ νοῦς· τὸ τηνικαῦτα τοῦ σοῦ γένους ἡ καταβολὴ γέγονεν ἐν ἡμέρᾳ ἢ ἐν νυκτί.

[*]()a. ἆμαρ ἢ νυκτός: τοῦτο λέγει ὅτι ἢ νυκτὸς ἢ ἡμέρας συνελθόντες ταῖς Λημνιάσι γυναιξὶν οἱ ἥρωες ἔσχον ὑμᾶς.

[*]()b. τόθι γὰρ γένος Εὐφάμου: ἀποστρέφει τὸν λόγον πρὸς τὸν Ἀρκεσίλαον, ἐπεὶ Ἀριστοτέλης ὁ πρόγονος αὐτοῦ ἀπὸ τῶν Λημνίων γυναικῶν ἦν. οἱ γὰρ Ἀργοναῦται ἐν τῇ Λήμνῳ ταῖς Λημνιάσιν ἐπλησίασαν, ἐν οἷς καὶ Εὔφημος Λαμάχῃ συνελθὼν Λευκοφάνην ἐποίησεν· ἀφ᾿ ὧν Ἀριστοτέλης ὁ πρόγονος Ἀρκεσιλάου.

[*]()c. ἄλλως· τόθι γένος: διὰ τούτων τὴν ἐν ἀρχῇ πρόθεσιν συγκεφαλαιοῖ, καθ᾿ ἣν εἶπε (vs. 67 sqq.) τὸν Ἀρκεσίλαον ταῖς Μούσαις ἀποδώσειν καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μινυῶν θεόπομποί σφισι τιμαὶ |[*]() φύτευθεν· τοῦ Εὐφήμου γεννήσαντος ἐκ τῆς Λημνίας τὸν τούτων ἀρχηγὸν τοῦ γένους. οἱ γὰρ ἀπὸ τούτων ἐκπεσόντες ἐκ Λήμνου εἰς Λακεδαίμονα παρεγένοντο, ἐκεῖθεν δὲ ἀπῴκησαν τὴν καλουμένην Καλλίστην νῆσον, Θήρα τὴν ἀποικίαν ἀγαγόντος, ἀφ᾿ οὗ Θήρα μετωνομάσθη.

d. διαποροῦσι δὲ, διατί μόνου Εὐφήμου μνημονεύει, πολλῶν ταῖς Λημνίαις πλησιασάντων· ἐπιλύεται δὲ ὁ Δίδυμος φάσκων, ὅτι ἀπὸ Εὐφήμου τούτου ἐγένετό τις καὶ ἕτερος Εὔφημος ὁ σὺν Βάττῳ τὴν Κυρήνην κτίσας, ὃν διὰ τὴν ὁμωνυμίαν ἀπ᾿ ἐκείνου τις ὑποτοπάσει εἶναι.

[*]()e. ἐγένοντο δὲ καὶ πλείους Εὔφημοι· πρῶτος ὁ Μηκιονίκης καὶ Ποσειδῶνος, δεύτερος ὁ Σάμου παῖς ἀπόγονος τοῦ πρώτου Εὐφήμου, τρίτος ὁ σὺν Βάττῳ. τέταρτος ὁ κατὰ τὸν Ἀρκεσίλαον, ὃν ξενολογήσοντα ἔπεμψεν ὁ βασιλεὺς καὶ τὸν Πυθικὸν ἀγῶνα ἀγνιούμενον.[*]()