Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. πῦρ δέ νιν οὐκ αἰόλει: πῶς τὸ πῦρ οὐκ ἐτάρασσε τὸν Ἰάσονα, ὁ μὲν Πίνδαρος οὐκ ἐξέθετο· ἡ δὲ ἱστορία οὕτως. ἐκέλευσεν ἡ Μήδεια τῷ Ἰάσονι μὴ ἐλαύνειν πρὸς τὸν ἀντιφυσῶντα ἄνεμον τοὺς βόας, ἴνα μὴ τὸ πῦρ ἀντικειμένης τῆς πνοῆς [βλάψῃ τοῦτον, ἀλλ᾿] ὄπισθεν φερομένης ὥσπερ συντρεχούσης καὶ ὀξυνούσης εἰς τοὔμπροσθεν τὴν τῆς φλογὸς ἀποφύσησιν· ἐκέλευσε δὲ καὶ συμπεράσαντα τὴν αὔλακα ἀπὸ τοῦ ἐκείνης τέλους μὴ ἄρχεσθαι, ὅπερ ἔθος τοῖς ἀροτριῶσιν, ἀλλ᾿ ἀναποδίσαντα οὕτω πάλιν ἄρχεσθαι διὰ τὰ πνεύματα τὰ ἀντικείμενα, ὡς ἔφαμεν.[*]()

b. ὁ δὲ νοῦς· τὸ δὲ πῦρ αὐτὸν οὐκ ἐτάρασσε ταῖς ἐντολαῖς τῆς Μηδείας πεισθέντα. αἰόλλειν δὲ τὸ ταράσσειν. αἰόλησις γὰρ ἡ κινήσις. ὡς καὶ Ὅμηρος (υ 27)· αἰόλλει, μάλα δ᾿ ὦκα λιλαίεται ὀπτηθῆναι.[*]()

[*]()ξείνας ἐφετμαῖς: ταῖς μαγείαις, ἃς ἐπετείλατο τῷ πυρὶ. ἢ ὅτι ἐνετείλατο αὐτῷ τούτοις τοῖς φαρμάκοις ἀλειψάμενον οὕτως ἔρχεσθαι, καὶ ἐσῴζετο αὐτῆς ταῖς ἐντολαῖς.[*]()

[*]()σπασάμενος δ᾿ ἄροτρον: ὁ νοῦς· σπασάμενος δὲ ὁ Ἰάσων τὸ ἄροτρον καὶ δήσας τοῖς βοείοις λώροις καὶ ταῖς τοῦ ζυγοῦ ἀνάγκαις τοὺς αὐχένας αὐτῶν ἐμβαλὼν ἤλαυνεν.[*]()

[*]()a. βοείοις δήσας: τοῖς ἐκ βοείων δερμάτων λώροις.

b. ἤτοι ἀνάγκας ἔντεσιν, ἵν᾿ ᾖ περιφραστικῶς τῇ ἀνάγκῃ· ἢ ἀνάγκῃ, ἵνα λείπῃ τῇ ἑαυτοῦ, τῇ ἐκ τῆς ἑαυτοῦ ἰσχύος ἀνάγκῃ. ὀρθῶς δὲ τὸ ἀνάγκας· οὐ γὰρ ἑκουσίως ταῦτα τὰ ζῷα ἀροῖ καὶ πονεῖ, ἀλλὰ μετὰ τῆς ἐξ ἡμῶν ἀνάγκης ἐπιτιθεμένης αὐτοῖς.[*]()

[*]()ἐριπλεύρῳ φυᾷ: τῇ μεγαλοπλεύρῳ φύσει τῶν ταύρων.[*]()

κέντρον αἰανές: ἤτοι ὀδυνηρὸν παρὰ τὸν αἰαγμόν· αἰάζειν γὰρ τὸ θρηνεῖν· ἢ παρὰ τὴν αἶαν, τὸ μέγα· τὰ γὰρ μεγάλα τῇ γῇ εἰκάζομεν.[*]()

[*]()a. ἴυξε δ᾿ ἀφωνήτῳ: ἀνεστέναξεν. ὁ δὲ νοῦς· ἐστέναξε δὲ λαθραίως κατὰ τὴν ψυχὴν ὁ Αἰήτης τὴν τοῦ Ἰάσονος δύναμιν θαυμάσας.[*]()

[*]()b. ἀφωνήτῳ περ ἔμπας: καίπερ τοιούτῳ ἄχει πληγεὶς [ἀφώνῳ], καθ᾿ ὃ οὐκ ἄν τις φωνὴν ἀφείη, ἀλλ᾿ ἐκσταίη, ὅμως ἀνεβόησε θαυμάσας.[*]()

[*]()a. ποίας ἔρεπτον: κυρίως τὸ ἐρέπτειν ἐπὶ τῶν ἀλόγων ζῴων τάττεται, ὅτι ἐπὶ τῇ ἔρᾳ, τουτέστι τῇ γῇ ἐσθίουσιν. ὡς Ὅμηρος (Θ 560)· ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. νῦν δὲ ἀντὶ τοῦ ἔρεφον ἔλαβε, τουτέστιν ἐστέγουν, ἐστεφάνουν.[*]()

b. ἄλλως· τὸ παλαιὸν ἐφυλλοβόλουν τοὺς νικηφόρους τοῖς τῆς γῆς χλωροῖς.[*]()

[*]()αὐτίκα δ᾿ Ἀελίου: εὐθέως δὲ ὁ τοῦ Ἡλίου παῖς Αἰήτης τὸ χρυσόμαλλον κῶας ὑπεδείκνυε τῷ Ἰάσονι, ἔνθα αὐτὸ ἐξέτειναν αἱ τοῦ Φρίξου μάχαιραι.

[*]()Φρίξου μάχαιραι: τουτέστιν ἡ περὶ τὸ ἐκδέρειν τοῦ Φρίξου ἐνέργεια· Φυξίῳ γὰρ Διῒ τὸ δέρος ἀνιέρωσεν. τὸ δὲ χ΄ ὅτι ὑπὸ τοῦ Φρίξου φησὶν ἀνατεθῆναι τῷ Ἄρει τὸ τοῦ χρυσομάλλου κριοῦ δέρος.

[*]()a. κεῖτο γὰρ λόχμᾳ: τῷ δασεῖ τῆς ὕλης· λόχμη γὰρ τὸ δάσος. καὶ παρ᾿ Ὁμήρῳ (τ 439)· ἔνθα δ᾿ ἄρ᾿ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς.

b. λείπει δὲ ἡ ὑπό.[*]()

[*]()c. δράκοντος δ᾿ εἴχετο: κατείχετο δὲ, φησὶ, τὸ κῶας ὑπὸ τῶν δεινοτάτων τοῦ δράκοντος γενύων, ὃς καὶ τῷ πάχει καὶ τῷ μήκει τοῦ σώματος πεντηκόντερον ναῦν κατεῖχεν· ἔνιοι δὲ, ἐμβληθεὶς ἐπλήρου ναῦν πεντηκόντερον.[*]()

[*]()a. πάχει μάκει τε πεντηκόντερον: τουτέστιν ὑπερεῖχεν. ὁ δράκων πεντηκόντερον ναῦν ἐνίκα τῷ μεγέθει, μείζων ἦν αὐτῆς.

b. ἢ οὕτως· εἰ ἐνέβαλες αὐτὸν εἰς τὴν πενηκόντερον ναῦν, πλήρωμα ἂν αὐτῆς ἐγένετο, ὥστε περιττεύειν τινὰ μέρη αὐτοῦ καὶ ὑπερκεῖσθαι.[*]()

[*]()ἃν πλαγαὶ σιδάρου: ἥντινα τὴν ναῦν συνεπέρανον αἱ τοῦ σιδήρου πληγαί. πάλιν δὲ τῷ συνήθει σχήματι κέχρηται τὸ ἑνικὸν τῷ πληθυντικῷ συζεύξας, καίτοι παρὸν εἰπεῖν τέλεσσαν. |[*]() γράφεται δὲ καὶ τέλεσσαν.

[*]()a. κατ᾿ ἀμαξιτόν: ἀντὶ τοῦ μακρῶς λέγω τὰ ποιήματα καὶ ἐπεκτείνω.

[*]()b. κατ᾿ ἀμαξιτόν: κατὰ τὴν ὁδὸν ταύτην τὴν τῶν ἐγκωμίων τοῦ Ἰάσονος πορεύεσθαι καὶ λέγειν.

[*]()c. ὥρα γὰρ συνάπτει: καιρός με ἐπείγει, ὥστε πρὸς τὸν Ἀρκεσίλαον ἀναδραμεῖν.