Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()αἴσιον δ᾿ ἐπί οἱ Κρονίων: αἴσιον δὲ τῇ δόσει βροντήσας ἐπεκτύπησεν ὁ Ζεύς (42 B), ὅτε τὴν ἄγκυραν τὴν χαλκᾶς ἔχουσαν γένυς πρὸς τῇ νηὶ ἀνελκυσάντων τῶν Ἀργοναυτῶν καὶ κρημνάντων ἐπέτυχεν ὁ Εὐρύπυλος. σημαίνει δὲ διὰ τούτου τὸν ἀπόπλουν· ὅτε γὰρ πλεῖν μέλλουσιν, ἀνάγουσι τὰς ἀγκύρας.[*]()

[*]()a. ἁνίκ᾿ ἄγκυραν: τὸν Τρίτωνά φησιν αὐτοῖς συντετυχηκέναι ἀναγομένοις ἤδη. τότε γὰρ τὰς ἀγκύρας τοῦ βυθοῦ ἀνασπάσαντες ἐκκρεμῶσι τῆς νεώς.

b. Ἀργοῦς δὲ χαλινὸν τὴν ἄγκυραν λέγει, διὰ τὸ ἐπέχειν τὰς ναῦς δίκην χαλινοῦ· πρὸς τῇ νηῒ γὰρ κρημνάντων ἐπεκύρησε, τουτέστιν ἀναγομένων. τίς δὲ ἐπεκύρησεν; ὁ ἀνδρὶ εἰκασμένος Τρίτων.[*]()

[*]()ἐπέτοσσεν: ἐπέτυχεν.

[*]()a. Ἀργοῦς χαλινόν: χαλινὸν νῦν τὴν ἄγκυραν λέγει ἀπὸ μεταφορᾶς τῶν ἵππων.

[*]()b. τοῦτο προσειληφέναι φησὶ Δίδυμος Πίνδαρον τερατείας χάριν τῆς πρὸς ἡμᾶς, ἐπεὶ οὐδὲ πρέπον τὸ πρὸς εἰδότας λέγειν. ὁ δὲ Ἀμμώνιος περὶ τούτων οὕτω γράφει· καὶ ἑαυτὴν συμπεριλαμβάνει διὰ τὸ ταῖς αὐτῆς βουλαῖς τὴν ἔξω φυγὴν ποιήσασθαι· ἐκβιβάσαι γὰρ συνεβούλευσε καὶ διὰ τοῦ Ἀδρίου ποιῆσαι τὸν πλοῦν. τοῦτο δὲ ἐναντίον τῷ ἐκ τοῦ Ὠκεανοῦ ὑπὲρ τὴν Λιβύην κομίσαι τὴν ναῦν εἰς τὴν Τριτωνίδα· ἀλλὰ μᾶλλον ὡς διὰ τοῦ Φάσιδος εἰς τὸν Ὠκεανὸν ἐκπεπτωκότων.

c. δώδεκα δέ: οἱ λόγοι παρὰ τῆς Μηδείας· ἐν δώδεκα ἡμέραις τοπρότερον ἔξω τοῦ Ὠκεανοῦ ἐφέρομεν κατὰ τῶν νώτων τῆς ἐρήμου καὶ ὁμαλῆς γῆς τὸ θαλάττιον δόρυ. τουτέστι τὴν ναῦν, τοῖς ἡμετέροις βουλεύμασιν ἀνασπάσαντες.

[*]()νώτων ἐρήμων: ὑπὲρ τῶν ἐρήμων νώτων τῆς γῆς. παρὰ γὰρ τὸν Λιβυκὸν Ὠκεανὸν ἐλθόντες, καὶ μὴ δυνάμενοι διεξελθεῖν διὰ τὸ εἶναι τεναγώδη, συμβουλαῖς τῆς Μηδείας βαστάσαντες τὴν ναῦν διεκόμισαν εἰς τὴν Τριτωνίδα λίμνην.

[*]()μήδεσσιν ἀνσπάσαντες ἀμοῖς: τὸ πρόσωπον τῆς Μηδείας μιμεῖται ὁ ποιητής.

[*]()τουτάκι δ᾿ οἰοπόλος: τὸ τηνικαῦτα δὲ ὁ μόνος ἀναστρεφόμενος θεὸς παρεγένετο ἀνδρὸς αἰδεσίμου καὶ ἀξιοπρεποῦς φαιδρὰν καὶ εὐπρεπῆ ὄψιν ὁμοιωθείς.

[*]()ἀνδρὸς αἰδοίου: ὁ Τρίτων Εὐρυπύλῳ ὁμοιούμενος Κυρήνης βασιλεῖ.

[*]()φιλίων δ᾿ ἐπέων: λόγων δὲ προσφιλῶν καὶ φιλοφρονητικῶν κατήρχετο, ὥσπερ τοῖς ξένοις παραγεγονόσιν οἱ ξενισταὶ τὰ δεῖπνα καὶ τὴν φιλοφροσύνην πρῶτον ἐπαγγέλλονται.

[*]()ἅτ᾿ ἐλθόντεσσιν: ἅ τε τοῖς ἐλθοῦσι ξένοις οἱ εὐεργέται ἐπαγγέλλονται δεῖπνα, ταῦτα ἐπηγγέλλετο. τοῦτο γὰρ δεῖ συνυπακοῦσαι.

[*]()ἀλλὰ γὰρ νόστου: ἀλλὰ γὰρ ἡ τῆς γλυκείας ἀνακομιδῆς πρόφασις ἐκώλυεν αὐτοὺς παραμένειν καὶ τῆς θεοῦ δεξιώσεως ἀπολαύειν.

[*]()Φάτο δ᾿ Εὐρύπυλος: ἔλεγε δὲ ὁ Εὐρύπυλος τοῦ ἀφθάρτου Ποσειδῶνος εἶναι παῖς. τοῦτον Ἀπολλώνιος (4, 1552. 1561) ποτὲ μὲν Εὐρύπυλον προσαγορεύει, ποτὲ δὲ Τρίτωνα. Ἀκέσανδρος δέ φησιν ἀδελφὸν εἶναι τὸν Εὐρύπυλον Τρίτωνος, γράφων οὕτως· Εὐρύπυλος Ποσειδῶνος καὶ Κελαινοῦς τῆς Ἄτλαντος, Τρίτωνος ἀδελφός. οὗτος γαμεῖ Στερόπην τὴν Ἡλίου, Πασιφάης ἀδελφὴν, καὶ γίνονται παῖδες δύο, Λυκάων καὶ Λεύκιππος.

[*]()γίνωσκε δ᾿ ἐπειγομένους: συνεώρα δὲ καὶ αὐτὸς ἡμᾶς ἐπειγομένους, καὶ ἀναρπάσας εὐθέως ἐκ τῆς γῆς τῇ δεξιᾷ χειρὶ τὸ παρατυχὸν ξένιον ἐζήτει παρασχεῖν.

[*]() Δεξιτερᾷ προτυχόν: Χαῖρίς φησι δεῖν γράφειν προτυχόν, ἵν᾿ ᾖ· ἀναρπάσας δὲ εὐθὺς ἐκ τῆς ἀρούρης τὸ παρατυχόν ξένιον ἔδωκεν· ὅπερ ἦν ἡ βῶλος. |[*]() διατί δὲ Εὔφημος ἐδέξατο, πολλῶν ὄντων, ζητεῖται. καὶ οἱ μέν φασι διὰ τὸ ἐγγύς· πρωρεὺς γὰρ ἦν· | διό |φησι Πίνδαρος πρῴραθεν. |[*]() οἱ δὲ διὰ συγγένειαν· οἱ δὲ ὅτι ὁ δοὺς τὴν βῶλον, εἴτε Τρίτων ἦν εἰκασμένος Εὐρυπύλῳ εἴτε ἦν Εὐρύπυλος, οὗτος ἦν Ποσειδῶνος υἱός· ἄλλως δὲ καὶ ὅλη ἡ Λιβύη ἱερὰ Ποσειδῶνος διὰ τὸ μεμίχθαι Λιβύῃ τὸν Ποσειδῶνα· ταύτῃ οὖν καὶ ὁ Εὔφημος διὰ τὴν οἰκειότητα ἐδέξατο. προσθείη δ᾿ ἄν τις, ὅτι καὶ Ταιναρίου ἐβασίλευεν, Ποσειδῶνος δὲ αὕτη ἱερά. |[*]() Ἀσκληπιάδης δέ φησιν ὅτι καὶ Περικλύμενος καὶ Ἐργῖνος καὶ Ἀγκαῖος· τί οὖν οὐδεὶς εἰλήφει τούτων; φησὶ γοῦν αὐτὸς δῶρον ἔχειν τὸν Εὔφημον παρὰ Ποσειδῶνος τὴν θάλασσαν ἀπημάντως διαπορεύεσθαι ὡς διὰ γῆς. πρὸς δὲ τοὺς λέγοντας ὅτι Εὔφημος κυβερνήτης ἦν καὶ μὴ πρωρεὺς, τοῦτο γὰρ ἱστορεῖν Θεότιμον, λεκτέον ὅτι καὶ πάνυ λόγον ἔχει τὸν κυβερνήτην ὡς ἡγούμενον τῆς νεὼς τὴν βῶλον παρὰ Τρίτωνος λαβεῖν.

[*]()a. οὐδ᾿ ἀπίθησέ νιν: παθητικῶς· οὐκ ἀπειθῆ αὐτὸν πεποίηκε πρὸς τὴν ὑποδοχήν.

[*]()b. ἀλλ᾿ ἥρως: ὁ δὲ ἥρως Εὔφημος ἐπιθορὼν ταῖς ἀκταῖς τῇ αὐτοῦ χειρὶ τὴν αὑτοῦ ἀνθαρμόσας καὶ ἐπεκτείνας χεῖρα ἐδέξατο τὴν θείαν βῶλον.

[*]()ἀντερείσας: συνάψας.

[*]()βώλακα δαιμονίαν: τὴν θείαν· καὶ ἤτοι ὅτι ἐξ αὐτῆς ἀποικίαι καὶ χρησμοὶ Ἀπόλλωνος, ἢ ὅτι θεὸς ὁ δωρησάμενος.

[*]()a. πεύθομαι δ᾿ αὐτάν: ἔτι περὶ τῆς βώλου τὸν λόγον ποιεῖται ἡ Μήδεια, ὅτι πέπυσται χθὲς αὐτὴν διατετηκυῖαν, καίπερ παρακελευομένη φυλάξαι.

b. ἄλλως· μετέπεσεν ἐπὶ τὸ ποιητικὸν πρόσωπον, καὶ οὐκέτι τὸ τῆς Μηδείας ἐφύλαξε διαπαντός.

c. ὁ δὲ νοῦς· κατακούω δὲ αὐτὴν, τὴν βῶλον, κατακλυσθεῖσαν ἐκ τῆς νεὼς σὺν τῇ θαλάσσῃ τῆς δύσεως διενηνέχθαι καὶ διαλυθῆναι συμφερομένην τοῖς κύμασι.[*]()

[*]()d. ἐναλίᾳ βᾶμεν: συμβεβηκέναι καὶ εἰς ταὐτὸ γεγενῆσθαι τῇ θαλασσίᾳ ἅλμῃ, ὅ ἐστι κατὰ περίφρασιν τῇ θαλάσσῃ.[*]()

e. τὴν σύν οὖν πρόθεσιν συντακτέον τῷ βᾶμεν, ἵν᾿ ᾖ συμβῆναι καὶ συνελθεῖν εἰς ταὐτό.[*]()

[*]()ἐκ δούρατος: ἐκ τῆς νηός.

[*]()a. ἑσπέρας ὑγρῷ πελάγει: ἤτοι κατὰ τὸν καιρὸν τῆς ἑσπέρας, ἢ τῆς δυτικῆς θαλάσσης.

b. ἀκολουθήσασαν.