Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. οὐδ᾿ ἔλαθε σκοπόν: τὸν νοῦν λέγει τοῦ Ἀπόλλωνος. Ἡσίοδος (fr. 123) δὲ τὸν κόρακα, ὅπερ ἐστὶν ἀπίθανον.[*]()

[*]()b. ἐν δ᾿ ἄρα μηλοδόκῳ Πυθῶνι: ὁ νοῦς· ἐν δὲ Πυθῶνι ὢν ὁ Ἀπόλλων ἐπῄσθετο τῷ ἱερῷ νόῳ τὸ ἁμάρτημα, ὅντινα τὸν νοῦν αὐτοῦ φησιν εἶναι κοινωνὸν ὁ Πίνδαρος διὰ τὴν μαντικήν.[*]()

[*]()μηλοδόκῳ: τῇ πολλὰ ὑποδεχομένῃ θύματα.[*]()

a. τόσσαις: ἀντὶ τοῦ τυχών. ὁ Απόλλων.[*]()

[*]()b. τὸ δὲ ἄιεν, ἀντὶ τοῦ ᾔσθετο. Ὅμηρος (Λ 532)· οἱ δὲ πληγῆς ἀίοντες.[*]()

[*]()c. ἡνίκα οὖν ἡ Κορωνὶς τῷ Ἴσχυϊ συνῆλθεν, ἐν Πυθῶνι τυχὼν ὁ Ἀπόλλων ᾔσθετο.

[*]()d. καλῶς δὲ ὁ Πίνδαρος τὴν περὶ τὸν κόρακα παρακρουσάμενος ἱστορίαν δι᾿ ἑαυτοῦ φησι τὸν Ἀπόλλωνα κατειληφέναι τὴν Κορωνίδα.[*]()"

[*]()τὸ δὲ ναοῦ πρὸς τὸ Πυθῶνι, ἵν᾿ ᾖ· τοῦ ἐν Πυθῶνι ναοῦ.[*]()

[*]()κοινᾶνι: κοινωνὸς τοῦ Ἀπόλλωνος ὁ νοῦς ἐστιν. διατί; ὅτι οὐχ ὥσπερ ἡμεῖς παρ᾿ ἑτέρου πυθόμενοι παρακολουθοῦμεν τοῖς οὖσιν, οὕτω καὶ ὁ Ἀπόλλων, ἀλλὰ δι᾿ ἑαυτοῦ οἶδεν.[*]()

[*]()a. γνώμαν: τὴν πρόγνωσιν τὴν περὶ τῆς Κορωνίδος.

b. πεπιθών: ἀντὶ τοῦ πεισθεὶς ὑπὸ τοῦ κοινωνοῦ. τούτῳ γὰρ ἀνακοινοῦται καὶ συνδιακρίνει τὰ ὄντα πάντα.[*]()

[*]()a. πάντα ἴσαντι νόῳ: ὅτι οὐ παρ᾿ ἑτέρου ἤκουσεν. ἀλλ᾿ αὐτὸς δι᾿ ἑαυτοῦ ἔγνω.

[*]()b. ὁ δὲ Ἀρτέμων (FHG IV p. 342) τὸν Πίνδαρον ἐπαινεῖ, ὅτι παρακρουσάμενος τὴν περὶ τὸν κόρακα ἱστορίαν [αὐτὸν δι᾿ ἑαυτοῦ ἐγνωκέναι φησὶ τὸν Ἀπόλλωνα]· ἱστορεῖται γὰρ, ὅτι τὴν Ἴσχυος μίξιν ἐδήλωσεν αὐτῷ ὁ κόραξ, παρὸ καὶ δυσχεράναντα ἐπὶ τῇ ἀγγελίᾳ ἀντὶ λευκοῦ μέλανα αὐτὸν ποιῆσαι· τοῦτον δὴ τὸν μῦθον διωσάμενόν φησι τὸν Πίνδαρον τῷ ἑαυτοῦ νῷ καταλαβεῖν τὸν Ἀπόλλωνα τὰ πεπραγμένα τῇ Κορωνίδι· παράλογον γὰρ τὸν ἄλλοις μαντευόμενον αὐτὸν μὴ συμβαλεῖν τὰ κατ᾿ αὐτοῦ δρώμενα. χαίρειν οὖν φράσας τῷ μύθῳ τέλεον ὄντι ληρώδει αὐτόν φησι τὸν Ἀπόλλωνα παρὰ τοῦ νοῦ πυθόμενον ἐπιπέμψαι τὴν Ἄρτεμιν τῇ Κορωνίδι. τὸν δὲ περὶ τὸν κόρακα μῦθόν φησι καὶ Ἡσίοδον μνημονεύοντα λέγειν οὕτως (fr. 123)· τῆμος ἄρ᾿ ἄγγελος ἦλθε κόραξ ἱερῆς ἀπὸ δαιτός Πυθὼ ἐς ἠγαθέην, καί ῥ᾿ ἔφρασεν ἔργ᾿ ἀΐδηλα Φοίβῳ ἀκερσεκόμῃ, ὅτι Ἴσχυς γῆμε Κόρωνιν Εἰλατίδης, Φλεγύαο Διογνήτοιο θύγατρα.

[*]()a. ψευδέων δ᾿ οὐχ ἅπτεται: [ψευδῶν δ᾿ οὐχ ἅπτεται] ὁ τοῦ Ἀπόλλωνος νοῦς.

[*]()b. ὅ ἐστιν οὐδέποτε ψευδῶν ἐφάπτεται λόγων.

[*]()c. κλέπτει τέ μιν οὐ θεός: τὸν νοῦν τοῦ Ἀπόλλωνος, ὃν οὐδεὶς παραλογίζεται οὔτε θεὸς οὔτε ἄνθρωπος οὔτε ἔργοις οὔτε βουλαῖς. οὐκ ἄρα κόραξ εἶπεν ἀλλ᾿ ὁ νοῦς, καθὸ μαντικὸς καὶ ἀπαραλόγιστος.

[*]()καὶ τότε γνοὺς Ἴσχυος: τότε μαθὼν ὁ Ἀπόλλων τοῦ Ἴσχους τοῦ Ἐλάτου παιδὸς τὴν ξένην κοίτην καὶ τὴν ἄδικον κακουργίαν, ἔπεμψε τὴν ἀδελφὴν Ἄρτεμιν τὴν ἀκαταμαχήτῳ δυνάμει ὁρμῶσαν, εἰς τὴν Λακέρειαν. ἡ δὲ Λακέρεια πόλις Θεσσαλίας.[*]()

[*]()ξενίαν κοίταν· ἢ τὴν μετὰ φιλίας γενομένην ἢ τὴν λαθραίαν, ἀπὸ τοῦ ξένου.

[*]()ἐς Λακέρειαν: ὅτι ἐν Λακερείᾳ ᾤκει Κορωνὶς, Φερεκύδης ἐν α΄ (FHG I p. 71) ἱστορεῖ, πρὸς ταῖς πηγαῖς τοῦ Ἀμύρου· καὶ περὶ τοῦ κόρακος διηγεῖται, καὶ ὅτι Ἄρτεμιν ἔπεμψεν ὁ Ἀπόλλων, ἣ πολλὰς ἅμα γυναῖκας ἀπέκτεινεν, Ἴσχυν δὲ Ἀπόλλων ἀποκτείνει, τὸν δὲ Ἀσκληπιὸν δίδωσι Χείρωνι. ἡ δὲ Βοιβιὰς καὶ Νεσσωνὶς ἐλέγετο, ὥσπερ Ἀρχῖνος (FHG IV p. 317) ἐν Θεσσαλικοῖς· Βοιβιὰς δὲ ἐκλήθη ἀπὸ μιᾶς τῶν νυμφῶν Βοιβηΐδος.[*]()

[*]()a. κρημνοῖσι: ταῖς ὄχθαις.

b. ἐπειδὴ ἡ παρθένος ᾤκει [Κορωνὶς] παρὰ ταῖς ὄχθαις τῆς Βοιβιάδος λίμνης. |[*]() αὕτη δὲ παράκειται τῇ Λακερείᾳ.[*]()

[*]()a. δαίμων δ᾿ ἕτερος: ὁ κακοποιὸς, ὡς πρὸς τὸν ἀγαθόν.

b. ὁ δὲ κακοποιὸς δαίμων εἰς τὴν τῆς μοιχείας κακουργίαν τρέψας τὴν Κορωνίδα, καὶ ἀναιρεθῆναι αὐτὴν παρεσκεύασε. Καλλίμαχός φησιν (fr. 91)· οὐ πάντες, ἀλλ᾿ οὓς ἔσχεν ὥτερος δαίμων.

[*]()a. καὶ γειτόνων πολλοί: τῆς τοῦ Ἀπόλλωνος . . . .

b. πολλοὶ. φησὶ, τῶν γειτόνων ἀπήλαυσαν τοῦ κακοῦ τοῦ περὶ τὴν Κορωνίδα· λοιμὸς γὰρ ἐγένετο, αἴτιοι δὲ τῶν λοιμῶν Ἀπόλλων καὶ Ἄρτεμις. |[*]() λοιμοῦ οὖν γενομένου συναπήλαυσαν οἱ μηδὲν αἴτιοι. Ἡσίοδος (O. D. 240)· πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα.

[*]()ἁμᾶ: Ἡρωδιανὸς ἐν τῷ ιθ΄ οὕτω φησί· Δωριεῖς περισπῶσι τὸ παντᾶ, ὥσπερ καὶ τὸ κρυφᾶ παρὰ Πινδάρῳ (O. I 47). τοιοῦτον δέ ἐστι καὶ τὸ ἁμᾶ περισπώμενον [ἐκ τοῦ ἁμῆ γενόμενον]. ζητεῖται δὲ εἰ τῷ περισπωμένῳ τῷ ἁμᾶ προστεθήσεται τὸ ι.

[*]()a. πολλὰν δ᾿ ἐν ὄρει πῦρ ἐξ ἑνός: τὸ ὥς λείπει, καὶ περιττεύει ὁ τέ. ἔστι γάρ· ὥσπερ δὲ πῦρ ἐμπεσὸν ὕλην πολλὴν φθείρει, οὕτω τὸ ἁμάρτημα τῆς Κορωνίδος πολλοὺς ἔφθειρεν.

[*]()b. ἄλλως· ὥσπερ ἐάν τις εἰς ὕλην πολλὴν σπινθῆρα βάλῃ, οὐ μόνον ἐκεῖνο τὸ μέρος εἰς ὃ βέβληται κατακαίεται, ἀλλὰ καὶ πᾶσα ἡ ὕλη συγκαίεται, οὕτω θανάτου βληθέντος εἰς τὴν Κορωνίδα ἀπ᾿ Ἀρτέμιδος καὶ λοιμικοῦ πάθους κατασκήψαντος, πολλοὶ τῶν γειτόνων ἀπώλοντο. |[*]() καὶ Εὐριπίδης (fr. 411)· μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας πρήσειεν ἄν τις.

[*]()τείχει ξυλίνῳ: τῇ πυρκαϊᾷ, ἐφ᾿ ἧς ἐτέθη τὸ σῶμα τῆς Κορωνίδος εἰς ἀφανισμόν.

[*]()τότε εἶπεν Ἀπόλλων: ἐπεὶ δὲ ἐξήφθη ἡ πυρὰ, εἶπεν Ἀπόλλων· οὐκέτι ὑπομενῶ τὸ ἐμὸν σπέρμα ἰδεῖν συναπολλύμενον τῇ Κορωνίδι.

[*]()βάματι δ᾿ ἐν πρώτῳ: ἐὰν μὲν γράφηται ἐν πρώτῳ, ὡς νῦν γέγραπται, ἔσται ἑνὶ βήματι ὁ Ἀπόλλων ἀπὸ τῆς Πυθῶνος ἐληλυθὼς εἰς τὴν Θεσσαλίαν· ἐὰν δὲ, ὡς ἔν τισι, βάματι δ᾿ ἐν τριτάτῳ, ἔσται παραφράζων τὸ τρὶς μὲν ὀρέξατ᾿ ἰών (Ν 20). ἔστι δὲ σεμνότερον καὶ πρέπον τῷ θεῷ τὸ ἅμα τῷ πρώτῳ βήματι ῥύσασθαι τὸν παῖδα, ἔστι δὲ καὶ πρὸς τὴν ἀντίστροφον σύμφωνον. ὁ μέντοι Ἀρίσταρχος γράφει τριτάτῳ.

[*]()διέφαινεν: οὐ λέγει, ὅτι διαφανὴς ἐγένετο καὶ λαμπρὰ, ἀλλ᾿ ὅτι ἡ φύσις τοῦ πυρὸς οἷον διεσχίσθη· οἷον διάστημα τοῦ πυρὸς ἐγενήθη, ἕως ἂν ἐπιβὰς ὁ Ἀπόλλων ἀνέληται τὸν παῖδα.