Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()πτερόεντι τροχῷ: δεδεμένος, φησὶ, τῷ τροχῷ ὁ Ἰξίων τοῦτο βοᾷ καὶ λέγει, ὅτι δεῖ τοὺς εὐεργέτας ἀντευεργετεῖν.

[*]()a. ἔμαθε δὲ σαφῶς ὁ Ἰξίων, ὅτι δεῖ τὸν εὐεργέτην ἀνταμείβεσθαι. παρὰ γὰρ τοῖς Κρόνου παισὶν εὐμενῶς διατεθεῖσιν αὐτῷ ἡδὺν δεξάμενος βίον τὴν ἐν θεοῖς διαγωγὴν, τὸν μακρὸν καὶ ὑπεραίροντα τὴν αὐτοῦ φύσιν ὄλβον ἐνεγκεῖν οὐκ ἴσχυσεν, ὅτε τῆς Ἥρας ταῖς μεμηνυίαις φρεσὶν ἐπεθύμησεν, ἥντινα Ἥραν μόναι αἱ τοῦ Διὸς κοῖται ἔλαχον.

[*]()b. ἄλλως· μαθὼν τὸ σαφὲς ἔγνω. εὐμενῶς διατεθεῖσιν.

[*]()a. ἀλλά νιν ὕβρις ἐς αὐτάταν: εἰς ἄτην καὶ βλάβην. τὸ δὲ αὐάταν Αἰολικῶς προήγαγεν· ἐκεῖνοι γὰρ, ἐὰν ᾖ δύο φωνήεντα, ἐντιθέασι τὸ -υ-, ὡς ἐπὶ τοῦ ἀήρ αὐήρ, καὶ ἄως αὔως. ὅτε δὲ σύμφωνόν ἐστι μεταξὺ, οὐκέτι. πῶς οὖν τὸ ἄτη τοῦ -τ- ὄντος μεταξὺ ἀνεδέξατο τὸ -υ-; καὶ φαμεν, ὅτι ἀπὸ συναιρέσεως γέγονεν· ἦν γὰρ ἀάτη· καὶ Ὅμηρος (Τ 91)· πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται. καὶ οὕτως ἀναλόγως, εἰ καὶ κατ᾿ ἔκθλιψιν γέγονε, διὰ τὸ ὑπάρχειν τὸ ἕτερον -α-, ἀνεδέξατο τὸ -υ-.

[*]()b. ἄλλως· ἀλλά νιν: ὁ νοῦς· ἀλλά νιν καὶ αὐτὸν τὸν Ἰξίονα ἡ ὕβρις εἰς ἄτην μεγάλην ἐνέβαλεν.

[*]()c. ἄλλως· αὐάταν ὑπεράφανον: μεγάλην ἄτῃν. Αἰολικῶς δὲ προήγαγε τὴν λέξιν. ἐκεῖνοι γὰρ, ἐὰν ὦσι δύο φωνήεντα, ἐπεντιθέασι τὸ -υ- ὡς ἐπὶ τοῦ ἄως αὔως. ἐπεὶ οὖν ἐστιν ἀάτη, αὐάτη παρ᾿ αὐτῷ εἴρηται.[*]()

[*]()a. ἐξαίρετον ἔσχε μόχθον: τὸν ἐξηλλαγμένον. ἤτοι δὲ ὅτι μέγας, ἢ ὃν οὐδεὶς ἄλλος ἔσχεν. οὐδεὶς γὰρ ἄλλος παραδέδοται ἐπὶ τροχοῦ κολαζόμενος. (53) Ὁμηρικῶς ἀντὶ τοῦ ταχέως. ταχέως δὲ παθὼν καὶ τιμωρηθεὶς τὸν πρέποντα αὐτῷ καὶ ἁρμόζοντα ἐδέξατο μισθόν.[*]()

[*]()b. αἱ δύο δ᾿ ἀμπλακίαι: τοῦτό φησιν, ὅτι τὸ μὲν τοῦ φόνου ἁμάρτημα συνέγνων οἱ θεοὶ, τὸ δὲ δεύτερον οὐκέτι. καί φησιν, ὅτι αἱ δύο ἁμαρτίαι εἰσὶ φερέπονοι, οἱονεὶ πόνον καὶ τιμωρίαν τοῖς ἁμαρτάνουσιν ἐπιφέρουσαι.[*]()

[*](). ἄλλως· δύο ἀμπλακίας φησὶ τόν τε ἐμφύλιον φόνον καὶ τὴν ἐπιθυμίαν τῆς Ἥρας.

[*]()ὅτι τ᾿ ἐμφύλιον αἷμα: τῶν δύο ἁμαρτημάτων διαίρεσιν ποιεῖται καί φησιν· Ἰξίων ἐμφύλιον φόνον ἐνέμιξεν ἀνθρώποις· οἷον πρῶτος κατειργάσατο ἐν ἀνθρώποις τὸν ἐμφύλιον φόνον· δεύτερον δὲ, ὅτι τοῖς μεγάλοις καὶ εὐκατασκευάστοις θαλάμοις τοῦ Διὸς τὴν γαμετὴν Ἥραν ἐπείρα τε καὶ ἐνήδρευε. |[*]() τὸ γὰρ ἐπειρᾶτο παθητικὸν ὂν ἀντὶ τοῦ ἐνεργητικοῦ ἐστι, σημαίνει δὲ τὸ ἐνήδρευεν. |[*]() οὕτω γὰρ καὶ πειρατὰς τοὺς κατὰ πέλαγος [λῃστὰς] λέγομεν, κυρίως δὲ τοὺς ἐν ὁδῷ κακουργοῦντας, |[*]() παρ᾿ ὃ δὴ καὶ ὁδουροὺς αὐτοὺς λέγουσιν. Εὐριπίδης ἐν Ἀρχελάῳ (fr. 260)· ἔπαυσ᾿ ὁδουροὺς λυμεῶνας. καὶ Σοφοκλῆς ἐν Αἰγεῖ (fr. 21)· πῶς δῆθ᾿ ὁδουρῶν ὅμοιος ἐξέβης λαθών;[*]()

[*]()οὐκ ἄτερ τέχνας: οὐ χωρὶς δόλου. τοῦτο δὲ λέγει διὰ τὸν βόθρον. σημειωτέον δὲ, ὅτι καὶ τοὺς δόλους καὶ τὰς πανουργίας τέχνας τινὲς ἐκάλουν.

[*]()χρὴ δὲ καθ᾿ αὑτὸν αἰεί: προσῆκον δέ ἐστι, φησὶ, τῶν κατὰ τὴν ἑαυτοῦ δύναμιν τὸ μέτρον σκοπεῖν καὶ τούτων ἐπιθυμεῖν, καὶ μὴ τῶν ὑπὲρ δύναμιν ὀρέγεσθαι. ὅμοιον δὲ τοῦτο τῷ ὑπὸ Χίλωνος ἐν Δελφοῖς ἐγγραφέντι [γνῶθι σαυτόν], ὅ τινές φασι Σωδάμου εἶναι.

[*]()παράτροποι: αἱ μοιχίδιοι καὶ τοῦ δέοντος παρατετραμμέναι εἰς κακότητα καὶ βλάβην ἐνέβαλον. ἔνιοι δὲ γράφουσιν, εἰς κακότητα ὀρθὴν, καὶ οὐχὶ ἀθρόαν, ἵν᾿ ᾖ εὐθεῖαν, ἀπὸ μεταφορᾶς τῶν ὁδῶν.

[*]()εἶδος γάρ: τὸ γὰρ εἶδος ἡ νεφέλη ὁμοία ἦν τῇ ὑπερεχούσῃ τοῦ οὐρανίου Κρόνου θυγατρί.

ἅν τε δόλον: ἥντινα νεφέλην δόλον Ἰξίονι κατεσκεύασαν [*]() αἱ τοῦ Διὸς τέχναι καλὸν καὶ ἄξιον βλάβος. πῆμα δὲ τὴν νεφέλην εἶπε ὡς πρὸς τὸ ἀποτέλεσμα, τὸ ἐξ αὐτῆς βλάβος.[*]()

[*]()καλὸν πῆμα: ὡς καὶ Ἡσίοδος (Theog. 585)· καλὸν κακόν· καλὸν μὲν διὰ τὸ ὡμοιῶσθαι τῇ Ἥρᾳ, πῆμα δὲ ὡς πρὸς τὸ ἀποτέλεσμα. 75 EF

[*]()a. τὸν δὲ τετράκναμον: τὸν δὲ τετράραβδον δεσμὸν ἤνυσε καὶ κατειργάσατο ἑὸν ὄντα δεσμὸν καὶ ὄλεθρον ὁ Ἰξίων, ἶσον ταῖς χερσὶ καὶ τοῖς ποσὶ πρὸς τὸ τῇ δέσει τῶν χειρῶν καὶ τῶν ποδῶν ἐξαρκεῖν.[*]()

[*]()b. τὸν δὲ τετράκναμον: κνήμη τοῦ τροχοῦ ῥάβδος ἡ ἀπὸ τῆς χοινικίδος ἐπὶ τὸν κύκλον διήκουσα. οἱ δὲ ἁρμάτειοι τροχοὶ τῶν ἀνθρώπων ἑξάκνημοί εἰσιν, οἱ δὲ τῶν θεῶν δι᾿ ὑπερβολὴν τοῦ κόσμου παρὰ τῷ Ὁμήρῳ (Ε 723) ὀκτάκνημοι εἶναι λέγονται. οἰκείως δὲ ὁ Πίνδαρος τὸν τοῦ Ἰξίονος τροχὸν τετράκνημον εἶπεν, ἵνα τοῖς μὲν δυσὶ ποσὶ τὰς δύο, ταῖς δὲ χερσὶ τὰς δύο προσάψῃ κνήμας.[*]()

[*]()ἐν δ᾿ ἀφύκτοισι: ὁ νοῦς· ἐν δὲ τοῖς ἀφύκτοις δεσμοῖς πεσὼν τὴν πᾶσιν ἐγνωσμένην ἀνεδέξατο ἀγγελίαν καὶ φήμην.

[*]()a. τὰν πολύκοινον ἀγγελίαν: τὴν πᾶσιν ἐγνωσμένην. φησὶ δὲ ταύτην ὅτι χρὴ τοὺς εὐεργέτας καλοῖς ἀμείβεσθαι.

[*]()b. ἄλλως· τὴν πᾶσιν ἐγνωσμένην· κοινὰ γὰρ τὰ Ἰξίονος· ἢ τὴν ὠφέλιμον. τίς δέ ἐστιν αὕτη; ἣν δεδεμένος ὁ Ἰξίων ἐν τῷ τροχῷ ἔλεγε, τὸν εὐεργέτην ἀγαναῖς ἀμοιβαῖς ἀμείβεσθαι.

[*]()a. ἄνευ οἱ χαρίτων: ἀντὶ τοῦ ἔξω συνουσίας. χαρίζεσθαι γὰρ κυρίως λέγεται τὸ συνουσιάζειν, ὥσπερ Θεόπομπος ἐν Μήδῳ (fr. 29, I p. 740 K.) εἰσάγει τὸν Λυκαβηττὸν λέγοντα· παρ᾿ ἐμοὶ τὰ λίαν μειράκια χαρίζεται τοῖς ἡλικιώταις. καὶ Ἀριστοφάνης ἐν Ἱππεῦσιν (517) ἐκ μεταφορᾶς· πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι. καὶ Σαπφώ (fr. 34)· σμικρά μοι πάϊς ἔμμεναι φαίνεο κἄχαρις. ἡ μήπω δυναμένη χαρίζεσθαι.

b. ἄλλως· Ἀρίσταρχος ἀφ᾿ ἑτέρας ἀρχῆς νῦν ἐπὶ τῆς νεφέλης ὑφίσταται τὸν λόγον τῆς τῷ Ἰξίονι συνευνασθείσης.

c. ἄνευ δέ οἱ Χαρίτων, οἷον τὸν ἄχαριν γόνον. ἄχαρις γὰρ ἦν τις καὶ ἄγριος ὁ Νεφέλης καὶ Ἰξίονος Κένταυρος.

[*]()d. συνίστησιν ὁ Πίνδαρος ἐξ Ἰξίονος καὶ Νεφέλης τοὺς δισωμάτους Κενταύρους· ἐκείνην μὲν γάρ φησι τεκεῖν τὸν τοιοῦτον γόνον, ὃς οὔτε ἐν ἀνθρώποις οὔτε ἐν θεοῖς τιμὴν εἶχεν· ὄνομα δέ φησιν αὐτῷ εἶναι Κένταυρον. τοῦτον δὲ ἐν Μαγνησίᾳ ἵπποις μιγνύμενον γεννῆσαι τοὺς διφυεῖς Κενταύρους, ὥστε ἐκείνους κατὰ τὸ γενικὸν ὄνομα ὀνομασθῆναι Κενταύρους ἀπὸ τῆς τοῦ πατρὸς ὀνομασίας. εἰσί γε μὴν οἳ τὸν ὅλον μῦθον παρεγκεχειρήκασιν ὡς οὐ γεγονότων διφυῶν. Λέλεγας γάρ φασιν αὐτοὺς προσαγορευομένους διὰ τὸ ἀποκεντῆσαι τοὺς ταύρους προσαγορευθῆναι Ἱπποκενταύρους· οἱ δὲ ὅτι ἵπποις κέλησιν ἐποχηθέντες πρῶτοι πάντων τοῦτο διεπράξαντο.

[*]()a. μόνα καὶ μόνον: ἀντὶ τοῦ μονόμετρον καὶ ξένον τὴν φύσιν.

b. οἱ δὲ μόνον καὶ οὐκέτι ἕτερον· οὐδεὶς γὰρ ἄλλος Νεφέλης ἐγένετο υἱός· καὶ παρὰ τὰς ἄλλας νεφέλας μόνη ἔτεκε Κένταυρον.

[*]()a. οὔτ᾿ ἐν θεῶν νόμοις: ἐγέννησε, φησὶν, ἡ νεφέλη τῷ Ἰξίονι παῖδα οὔτε ἐν ἀνθρώποις γέρας ἀποφερόμενον, ἀντὶ τοῦ τῆς τῶν ἀνθρώπων φύσεως ξένον ὄντα, οὔτε ἐν τοῖς τῶν θεῶν νόμοις τιμώμενον. ἐκ δὲ τούτου πάλιν οὐδὲ θεοῖς ὅμοιον.[*]()

[*]()b. ἢ τὸν οὔτε τῆς τῶν ἀνθρώπων μετέχοντα φύσεως οὔτε τῆς τῶν θεῶν.

[*]()a. ὃς ἵπποισιν: ὅστις ὁ ἐξ Ἰξίονος καὶ νεφέλης Κένταυρος ταῖς ἵπποις ταῖς Θεσσαλικαῖς ἐμίγνυτο κατὰ τὰς ὑπωρείας τοῦ Πηλίου ὄρους.

[*]()b. ἄλλως· Κένταυρόν φησι γεννηθῆναι ἄνδρα ἐκ τοῦ Ἰξίονος καὶ τῆς νεφέλης· ὃν πλησιάζοντα ταῖς ἐν τῷ Πηλίῳ ἵπποις γεννῆσαι τοὺς διφυεῖς Κενταύρους. τὰ μὲν κάτω τῇ μητρὶ παραπλήσια ἔχοντας, τὰ δὲ ἄνω τῷ πατρί.

[*]()a. ἐκ δ᾿ ἐγένοντο στρατός: ἐξεγένοντο δὲ στρατὸς θαυμαστὸς Κενταύρων ἀμφοτέροις τοῖς γεγεννηκόσιν ὅμοιοι. ἔσχον δὲ εἰς ἓν συμβεβλημένας τὰς δύο φύσεις, καὶ τὰ μὲν κάτω ἐμφερεῖς ἦσαν ταῖς μητράσι, τὰ δὲ ἄνω τῷ πατρί.

[*]()b. ἐκ δ᾿ ἐγένοντο στρατός: ἡ φράσις κατὰ σχῆμα· ἀπὸ πληθυντικοῦ γὰρ ἑνικὸν ἐπήγαγε. καὶ ἔστι τὸ ἐναντίον παρ᾿ Ὁμήρῳ (Ο 305)· ἡ πληθὺς ἐπὶ νῆας ἀπὸ στρατοῦ ἀπονέοντο. καὶ τὸ ἶσον (Σ 496)· αἱ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.[*]()

[*]()c. ζητεῖται διατί, εἰ ἐν Μαγνησίᾳ τῆς Θεσσαλίας οἱ Κένταυροι ἐτράφησαν, πῶς ἐν Φολόῃ τῇ Ἀρκαδικῇ Ἡρακλεῖ ἀντιτάσσονται. καὶ ῥητέον, ὅτι Πειρίθους ὁ Ἰξίονος παῖς καὶ Δίας τῆς Δηϊονέως ὡς ἂν οἰκειότατα ἔχων πρὸς τοὺς Κενταύρους τὴν τῶν γάμων ἑστίασιν ἐπιτελῶν κέκληκεν αὐτοὺς, ἐπιλαθόμενος δὲ τῷ Ἄρει θῦσαι ἔσχε μηνίοντα τὸν θεόν· καὶ οὕτως οἱ Κένταυροι κερασθέντες τῆς τῶν κρατήρων κατὰ τὴν εὐωχίαν ἀποπνοίας αἰσθόμενοι οὐ κατέσχον ἑαυτοὺς τῆς ἐμφύτου μανίας· ἐμφορησάμενοι γὰρ οἴνου ἀκράτου ἀκολάστως ἐφώρμησαν ταῖς τῶν Λαπιθῶν γυναιξὶ, πολλῶν δὲ ἀναιρεθέντων ἐκ τῶν Κενταύρων οἱ περιλειφθέντες εἰς Φολόην ἀπέφυγον τὴν οὕτω κληθεῖσαν ἀπὸ ἑνὸς τῶν Κενταύρων.[*]()

[*]()ἐπὶ ἐλπίδεσσιν: ἐλπίδας νῦν τὰς φρένας φησὶ καὶ διανοίας. |[*]() λέγει δὲ, ὅτι θεὸς ὃ ἂν διανοηθῇ, τοῦτο καὶ ἀνύει. τοῦτο δὲ γνωμολογεῖ διὰ τὸν Ἰξίονα, ἐπεὶ ὁ Ζεὺς τὴν νεφέλην τῇ Ἥρᾳ ἴσχυσεν ἀπεικάσαι.