Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()a. τοὶ παρὰ καλλιχόρῳ: οἵτινες οἱ κάλαμοι οἰκοῦσιν εἰς τὴν τῶν Χαρίτων πόλιν, τουτέστι τὴν Ὀρχομενὸν, ἐν τῷ τεμένει τοῦ Κηφισσοῦ, τῶν χορευτῶν πιστοὶ καὶ ἀληθεῖς ὄντες μάρτυρες.
b. τὸ δὲ ναίουσι κάλαμοι σκληρῶς καὶ διθυραμβωδῶς προήγαγεν· ἔδει γὰρ εἰπεῖν φύονται.
c. πόλιν δὲ Χαρίτων τὴν Ὀρχομενόν.
[*]()εἰ δέ τις ὄλβος: συνυπακουστέον· τοιοῦτόν ἐστιν ἢ ὑπάρχει. ὁ γὰρ λόγος· εἰ δέ τις ὄλβος ἐν ἀνθρώποις ἐστὶν, ἄνευ καμάτου οὐδὲ γίνεται.
[*]()ἐκ δὲ τελευτάσει νιν: ἐκτελευτήσει δὲ, φησὶ, τὸν ὄλβον ὁ δαίμων, τουτέστιν ἐπὶ τέλος ἄξει, ἤτοι σήμερον ἢ ὕστερον· τοῦτο γὰρ ἔδει ἐπενεγκεῖν, ὃ δὴ παρέλιπεν.
[*]()ἤ τοι σάμερον: ἤ τοι σήμερον δαίμων ἢ ὕστερον· τουτέστιν, ἐὰν μὴ παραχρῆμά τις εὐτυχήσῃ, μὴ ἀδημονείτω· ὁ γὰρ θεὸς τὸ εἱμαρμένον ἢ σήμερον τελέσει ἢ αὔριον. τοῦτο δέ φησιν, ἐπεὶ ἀπροσδοκήτως ἐνίκησε κλασθέντος τοῦ καλάμου.
[*]()οὐ παρφυκτόν: τὸ εἱμαρμένον οὐ φευκτόν· τὸ γὰρ φευκτὸν οὐχ εἱμαρμένον.
[*]()a. ἀλλ᾿ ἔσται χρόνος: ὁ λόγος τοιοῦτος· ὁ πονήσας, κἂν μὴ παραχρῆμα τύχῃ πλούτου, μὴ καμνέτω. θεὸς γὰρ ἢ σήμερον ἢ ὕστερον ποιήσει καὶ ἐπὶ τέλος ἄξει. πῶς δὲ ἐπὶ τέλος ἄξει; σὺν τῇ εἱμαρμένῃ. διό φησι· τὸ δὲ μόρσιμον.
b. ἢ οὕτως· ἀλλ᾿ ἔσται οὗτος ὁ χρόνος, ὅστις καὶ τὰ ἐν ἀνελπιστίᾳ καταστήσας τὸ ἀνάπαλιν τῆς γνώμης καὶ ἐλπίδος, τὸ μὲν δώσει ὅπερ οὐκ ἤλπιζε, τὸ δὲ οὐ δώσει ὅπερ προσεδόκησε. τοῦτο δέ φησιν, ἐπεὶ ἀπροσδοκήτως ἐνίκησεν ὁ Μίδας κλασθέντος τοῦ καλάμου.