Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()a. ὁ δὲ χαμηλὰ πνέων: ὁ δὲ ταπεινὰ καὶ οἰκτρὰ πνέων, τουτέστιν ὁ εὐτελὴς καὶ πένης ἀφώνως ἠχεῖ, οἷον ζῇ· διὰ γὰρ τὴν πενίαν εὐτελής τις ὢν καὶ ἀφανής ἐστιν.
[*]()b. ἄλλως· ὁ δὲ ταπεινὸς οὐκ ἐν φανερῷ βρέμει.
[*]()c. τὸ δὲ χ΄ ὅτι χαμηλὰ τὰ ταπεινὰ εἴρηκεν.
[*]()a. θάνε μὲν αὐτὸς ἥρως: ἀπέθανε μὲν οὖν αὐτὸς ὁ Ἀγαμέμνων χρόνῳ πολλῷ παραγεγονώς ποτε ἐν Λακεδαίμονι, καὶ τὴν μάντιν ἀπολέσθαι πεποίηκε κόρην Κασάνδραν· αἴτιος γὰρ αὐτὸς τοῦ ὑπὸ Κλυταιμνήστρας ἀποθανεῖν αὐτὴν γέγονεν.
b. ἄλλως· παραγεγονὼς δὲ εἰς Λακεδαίμονα ὁ Ἀγαμέμνων ἀποτέθνηκεν, ἐπειδὴ περὶ τῇ Ἑλένῃ μαχόμενος συμφλεχθείσης τῆς Τροίας καὶ τῶν ἐνοικούντων Τρώων, διέλυσε τοὺς οἰκους τῆς εὐδαιμονίας, ἀντὶ τοῦ τοὺς πλουσίους οἴκους κατεστρέψατο.
[*]()Ἀμύκλαις; κατὰ μέν τινας πόλις, κατὰ δέ τινας δῆμος Λακωνικῆς.
[*]()ἁβρότατος: τῆς εὐδαιμονίας, τῆς τρυφῆς. (49.) ἀπὸ δὲ κοινοῦ τὸ ἵκων.
[*]()νέᾳ κεφαλᾷ: ἀντὶ τοῦ νέος ὢν ἔτι. ὁ δὲ Ὀρέστης, φησὶν, ἔτι νεώτερος ὢν τὰς τῆς μητρὸς ἀποφεύγων χεῖρας πρὸς Στρόφιον τὸν Πυλάδου πατέρα παρεγένετο, οἰκοῦντα πρὸς τὸ ἔσχατον τοῦ Παρνασοῦ.
[*]()ἀλλὰ χρόνῳ σὺν Ἄρει: ἀλλὰ χρόνῳ ποτὲ ἡβήσας ὁ Ὀρέστης καὶ ἐν τῇ πατρίδι παραγεγονὼς τῷ ξίφει ἀνεῖλε τὴν μητέρα, καὶ τὸν Αἴγισθον ἔθηκεν ἐν φοναῖς. φοναὶ δὲ οἱ τόποι εἰς οὓς φονεύονται καλοῦνται. Ὅμηρος (Κ 521)· ἐν ἀργαλέῃσι φονῇσιν.
[*]()a. ἦ ῥ᾿, ὦ φίλοι, κατ᾿ ἀμευσίπορον: συνῄσθηται καὶ αὐτὸς ἀκαίρῳ παρεκβάσει κεχρημένος καί φησι γοῦν· ἆρα, ὦ φίλοι, ἐπλανήθην τῆς ὁδοῦ τὸ πρότερον ὀρθὴν πορευόμενος [ὁδὸν], ἢ ἄνεμός με τοῦ πλοῦ παρέσφηλεν; ἀμευσίπορον δὲ, ἣν ἀμειβόμεθα καὶ ἀνύομεν καὶ μὴ κατὰ πλάνην παρεκτρεπόμενοι πορευόμεθα. διὸ ἀπέστρεψε τὸν λόγον πρὸς τὴν Μοῦσαν καί φησιν· εἰ συνέθου καὶ μισθὸν ἔλαβες, ἵν᾿ ἐγκωμιάσῃς τὸν νικηφόρον, δέον ἐστὶ τὸν ὕμνον ἄλλοτε ἄλλῃ μετάγειν, ἢ περὶ τοῦ Θρασυδαίου τι λέγοντας ἢ περὶ τοῦ πατρὸς αὐτοῦ τοῦ Πυθιονίκου. ὑπάργυρος γάρ ἐστιν ἡ φωνὴ καὶ ἔμμισθος, ὥστε οὐ δεῖ παρεκβαίνειν καὶ περὶ ἄλλων λέγειν, μισθὸν εἰληφότα.
[*]()b. ἄλλως· ὥσπερ ἐπιπλήττει ἑαυτῷ ὁ Πίνδαρος ἀκαίρῳ παρεκβάσει χρησάμενος.[*]()
[*]()c. ὁ δὲ νοῦς· ναὶ δὴ, ὦ φίλοι, κατ᾿ ἀμευσίπορον ὁδὸν ἐπλανήθην εὐθεῖαν τὸ πρότερον πορευόμενος· |[*]() ἀντὶ τοῦ ἐσφάλην τοῦ δέοντος παρεκβάσει χρησάμενος.[*]()
[*]()d. κατὰ τρίοδον δὲ πεπλανῆσθαι, ἐπειδὴ δοκεῖ ὁ ἀπ᾿ εὐθείας ἐν τριόδῳ παραγενόμενος ἀπορεῖν, ὁποίαν ὀφείλει βαδίσαι.[*]()
[*]()ἤ μέ τις ἄνεμος: ναὶ δὴ ἄνεμός μέ τις ἐξέρριψε τοῦ δέοντος πλοῦ καὶ ἐκπεσεῖν ἐποίησεν ὡς θαλαττίαν ναῦν.
[*]()εἰ μισθῷ συνέθευ: εἰ δὲ ἀληθῶς, ὦ ἡμετέρα Μοῦσα, μισθοῦ καὶ ἀργυρίου τὴν σὴν φωνὴν ὑπέσχου παρασχεῖν, ἄλλοτε ἄλλα ὀφείλεις ἀνακινεῖν ἐγκώμια· ὀφείλεις δὲ ἐπὶ τοῦ παρόντος ἀνακινεῖν τὸ ἐγκώμιον ἢ αὐτῷ τῷ πατρὶ τοῦ Πυθιονίκου ἢ αὐτῷ τῷ Θρασυδαίῳ, ὧν ἡ δόξα τῆς νίκης καὶ ἡ εὐφροσύνη πανταχοῦ διαλάμπει.
[*]()τὰ μὲν ἅρμασι: τὰ μὲν γὰρ ἅρμασι καὶ τεθρίππῳ σὺν τοῖς ἵπποις τὸ παλαιὸν καλλίνικοι γενόμενοι τῶν πολυθρυλλήτων ἀγώνων ἔσχον τὴν ταχεῖαν ἀκτῖνα καὶ λαμπηδόνα ἐν Ὀλυμπίᾳ· καὶ ἀπὸ κοινοῦ νικήσαντες ἀκτῖνα ἔσχον· καὶ τῇ Πυθοῖ δὲ κατελθόντες ἐπὶ τὸ γυμνὸν στάδιον ἀγωνίσασθαι, ἤλεγξαν τῇ τῶν ποδῶν ταχυτῆτι τὸν τῶν Ἑλλήνων ὄχλον, παρὰ πάντας εὐδοκιμήσαντες μόνοι.
[*]()πολυφάτων ἔσχον θοὰν ἀκτῖνα: οἱ μὲν πρόγονοι, φησὶν, αὐτοῦ ἔσχον Ὀλυμπικὰς νίκας, αὐτὸς δὲ ὁ Θρασυδαῖος ἐν τῇ Πυθοῖ στάδιον ἐνίκησε. τὸ δὲ τῷ Θρασυδαίῳ πεπραγμένον συλληπτικῶς ἐπὶ πάντων τέταχεν.
[*]()θεόθεν ἐραίμαν: θεῶν δὲ βουλήσει ἔρωτα ἔχοιμι τῶν καλῶν, τὰ δυνατὰ ἐπιθυμῶν |[*]() ἐν τῇ παρούσῃ μοι ἀεὶ ἡλικίᾳ, τουτέστιν ἑκάστοτε.
[*]()τῶν γὰρ ἀνὰ πόλιν: τῶν γὰρ κατὰ πόλιν, φησὶν, εὑρίσκων τὰ τοιαῦτα τῶν πραγμάτων ἐπὶ πλεῖστον χρόνον θάλλοντα, ὅσα τὸ ἄκρον οὐκ ἔχει τῆς εὐδαιμονίας, μέμφομαι τὰς τυραννίδας, μέμφομαι τοὺς τῆς ὑψηλῆς καὶ τυραννικῆς ἐπιθυμοῦντας τύχης.
[*]()a. ξυναῖσιν: ἀντὶ τοῦ μέσαις, κοιναῖς καὶ συμμέτροις.
b. τέταμαι· ἀντὶ τοῦ ἔγκειμαι, τεταμένην ἔχω τὴν ἐπιθυμίαν.
[*]()c. ὅ ἐστι· περὶ ταῖς κοιναῖς καὶ συμμέτροις ἀρεταῖς καὶ εὐτυχίαις τὴν ἐπιθυμίαν τεταμένην ἔχω.[*]()
[*]()a. φθονεροὶ δ᾿ ἀμύνονται ἄτᾳ: οἱ δὲ φθονεροὶ τῇ ἑαυτῶν ἄτῃ καὶ βασκανίᾳ ἀμύνονται καὶ βλάπτονται, βασκαίνοντες εἴ τις τὸ τέλειον τῆς εὐδαιμονίας καὶ εὐτυχίας λαβὼν καὶ ἐν ἡσυχίᾳ καὶ εἰρήνῃ διάγων τὴν χαλεπὴν στάσιν καὶ ὕβριν ἀπέφυγε κατὰ τὴν τελευτὴν τοῦ θανάτου, ἀντὶ τοῦ μέχρι καὶ θανάτου δικαίως ἔζησε, καλλίονα καὶ ἐντιμότερον τὴν ἑαυτοῦ ἀθάνατον τῶν ἑαυτοῦ κτημάτων χάριν τῇ ἰδίᾳ αὐτοῦ γενεᾷ παρεσχηκὼς καὶ καταλιπὼν, ἔξωθεν δόξαν καὶ τὴν μετὰ θάνατον ἑαυτοῦ εὐφημίαν.[*]()
[*]()b. ἢ οὕτως· ἐπειδὴ ἐπὶ τοῖς ἀλλοτρίοις καλοῖς λυπούμενοι διαφθείρονται τηκόμενοι. (84 fin. B)
c. ἢ οὕτω· τὸν δὲ ἄκρως εὐτυχοῦντα, κἂν μετὰ ἡσυχίας ζῇ μηδὲν παρασχὼν πρᾶγμα, ὅμως οἱ φθονεροὶ βασκαίνοντες βλάπτουσιν.[*]()
[*]()εἴ τις ἄκρον ἑλών: εἴ τις, φησὶν, ἄκρον καὶ τὸ πρωτεῖον ἔχει, οἱ φθονεροὶ τῇ ἄτῃ αὐτὸν ἀμύνονται, τουτέστι βλάπτουσιν (83 B)· διὸ βέλτιόν ἐστι τὴν μεσότητα σῴζειν ἐπὶ πάντων.[*]()
[*]()a. μέλανος δ᾿ ἂν ἐσχατιάν: τοῦ θανάτου ἢ τοῦ ᾅδου. εἴ τις οὖν, φησὶν, οὐκ ἔστιν ὑβριστὴς καὶ τὸ ἄκρον ἔχει, καλλίονα τὸν θάνατον ἑαυτῷ περιποιησάμενος πάντων κτημάτων ἀπολείπει τῇ γενεᾷ αὐτοῦ τὴν εὐφημίαν. ταύτην γὰρ εἶπε κρατίστην κτημάτων χάριν· παντὸς γὰρ κτήματος κρείσσων ἐστὶν ἡ εὐφημία.
[*]()b. τὴν ἐν τοῖς κτήμασι κρατιστεύουσαν εὐφημίαν· ταύτην γὰρ λέγει χάριν.[*]()
[*]()ἄ τε τὸν Ἰφικλείδαν: ἥτις εὐδοξία ἔνδοξον ὄντα καὶ τὸν Ἰφικλέους παῖδα Ἰόλαον πανταχοῦ διάγει καὶ ἐπίσημον ποιεῖ, καὶ τὸν Κάστορα καὶ σὲ, ὧ δέσποτα Πολύδευκες, υἱοὶ θεῶν, καὶ ἀπὸ κοινοῦ τὸ διάγει ἡ εὐφημία, ποτὲ μὲν παρ᾿ ἡμέραν ἐν ταῖς Λακωνικαῖς ὄντας καθέδραις, ποτὲ δὲ ἐν τοῖς τοῦ Διὸς οἰκοῦντας. (fin. sch. E)