Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. πέποιθα ξενίᾳ προσανεῖ Θώρακος: Θώραξ εἷς τῶν Ἀλευαδῶν, ἑταῖρος τοῦ νικηφόρου, ὃς καὶ ἠξίωσε τὸν ποιητὴν ἐπὶ τῇ νίκῃ τοῦ ἑταίρου συντάξαι τὸν ἐπίνικον.

b. ὁ δὲ νοῦς· πεπίστευκα δὲ τῇ προσηνεῖ φιλίᾳ τοῦ Θώρακος, ὅστις τὴν ἐξ ἐμοῦ χάριν ἐπιθυμῶν τοῦτο τὸ τῶν Μουσῶν τέθριππον ἅρμα ἔζευξε· λέγει δὲ τὸν ὕμνον· ὅτι αὐτὸς ἔπεισε γράψαι τῷ νικηφόρῳ τὸν ἐπίνικον.[*]()

[*]()τόδ᾿ ἔζευξεν ἅρμα: ἀντὶ τοῦ ζευχθῆναι ἐποίησεν. ἀλληγορικῶς δὲ τὸ ποίημα ἅρμα Πιερίδων.

[*]()a. ἄγοντα προφ|ρόνως: ἀντὶ τοῦ ἀγόμενον· ἵν᾿ ᾖ· καὶ ἐμὲ αὐτὸν βουλόμενον καὶ ἑκουσίως ἀγόμενον.[*]()

b. ἄλλως· ἤτοι ἐπαγόμενός με πρὸς τὴν φιλίαν τοῦ ἀθλητοῦ ἐποίησέ με γράφειν τὸ ποίημα· ἢ τὸν ἀθλητὴν ἐπαγόμενος πρὸς τὴν φιλίαν μου ἐποίησέ με εἰς αὐτὸν γράφειν.[*]()

[*]()a. πειρῶντι δέ: τῷ δὲ ἀποπειρωμένῳ καὶ δοκιμάζοντι ὁ χρυσὸς ἐν τῇ βασάνῳ διαπρέπει καὶ τὸ ἑαυτοῦ δείκνυσιν ἀνθηρὸν τῆς ὕλης.[*]()

[*]()b. πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει: ὥσπερ, φησὶ, τῷ πειράζοντι τῇ βασάνῳ ὁ χρυσὸς πρεπτός ἐστι, τουτέστιν ἐκπρεπὴς πότερον καλὸς ἢ κίβδηλός ἐστιν, οὕτω καὶ ὁ ὀρθὸς νοῦς ἐκ τῆς πείρας δοκιμάζεται. καὶ οὗτος οὖν κράτιστος ἐξήτασται ἐν φιλίᾳ.

[*]()c. ἄλλως· [πειρῶντι δὲ καὶ χρυσός:] ἔξωθεν τὸ πείρᾳ δείκνυται.[*]()

[*]()d. βάσανος δὲ λίθος ἐστὶ Λυδία, πρὸς ἣν ὁ χρυσὸς ἀκονώμενος διαπρέπει.

e. ὁ δὲ νοῦς ὅλος· ὥσπερ ὁ χρυσὸς διὰ τῆς Λυδίας λίθου δοκιμάζεται, πείρᾳ καὶ ἔργῳ ὁ τῶν φίλων τρόπος.[*]()

[*]()ἀδελφεούς τ᾿ ἐπαινήσομεν: τοὺς δὲ τοῦ Θώρακος ἀδελφοὺς ἀγαθοὺς ὄντας ἐγκωμιάσομεν, ὅτι τοὺς τῶν Θεσσαλῶν νόμους αὔξοντες εἰς ὕψος ἐπαίρουσιν, οἱονεὶ δικαίως ἄρχοντες ἐπαίρουσι τοὺς νόμους τῇ δικαιοσύνῃ.

[*]()a. ἐν δ᾿ ἀγαθοῖσι κεῖνται: ἔνθα, ἐν τῇ Θεσσαλίᾳ, ἀγαθοῖς οὖσι τοῖς Ἀλευάδαις αἱ πατρικαὶ καὶ ἔνδοξοι κυβερνήσεις καὶ διοικήσεις ἀπόκεινται. ἐκ δὲ τούτου, καὶ οἱ νόμοι τῶν πατέρων αὐτῶν ἐν Θεσσαλίᾳ ἀπόκεινται.

[*]()b. τῷ γὰρ κεῖται ἀντὶ τοῦ κεῖνται συνήθως τῷ σχήματι κέχρηται.

[*]()c. ἢ οὕτως· οἱ ἀγαθοὶ κυβερνῶσι τὰς ἑαυτῶν πατρίδας.

[*]()τέλος Ἱπποκλέους.

Scholia in Pythionicarum carmen XI.

[*]()Θρασυδαίῳ Θηβαίῳ παιδὶ σταδιεῖ.

[*]()Τῆς ἑνδεκάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα. τὸ α΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ β΄ Ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ γ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ δ΄ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον. τὸ ε΄ τροχαϊκὸν δίμετρον βραχὺ λελυμένον. τὸ ς΄ ἑφθημιμερὲς δακτυλικόν. τὸ ζ΄ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ η΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ θ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.

[*]()ἡ ἐπῳδὸς κώλων ἕξ. τὸ α΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ β΄ Φερεκράτειον ἀπὸ βραχειῶν ἀρξάμενον. τὸ γ΄ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον. τὸ δ΄ περίοδος ἐξ ἰάμβων καὶ τροχαίων. τὸ ε΄ τὸ αὐτό. τὸ ς΄ ἰαμβικὸν δίμετρον καταληκτικόν.

[*]() Inscr.a. Γέγραπται ἡ ᾠδὴ Θρασυδαίῳ παιδὶ νικήσαντι κη΄ Πυθιάδα, καὶ λγ΄ δίαυλον ἢ στάδιον ἄνδρας.[*]() τὸ δὲ ἀγυιᾶτις ἀντὶ τοῦ ὦ ἀγυιᾶτις, ὡς καὶ παρ᾿ Ὁμήρῳ (Γ 277)· Ἠέλιος ὃς πάντ᾿ ἐφορᾷς· καὶ (ρ 415)· δὸς φίλος. ἀγυιᾶτις οὖν ἀντὶ τοῦ σύνοικε.[*]()

[*]()Inscr.b. ἄλλως· Θρασυδαίῳ Θηβαίῳ σταδιεῖ: γέγραπται μὲν ἡ ᾠδὴ τῷ προκειμένῳ νικήσαντι τὴν λγ΄ Πυθιάδα διαύλῳ. |[*]() οὐκ εἰς τὴν τοῦ διαύλου δὲ νίκην γράφει, ἀλλ᾿ εἰς τὴν τοῦ σταδίου. [*]() τῷ δὲ εἶναι Θηβαῖον τὸν Θρασυδαῖον τὰς ἀπαθανατισθείσας ἐν Θήβαις ἡρωΐδας ἐπικαλεῖται. προοιμιάζεται δὲ κατὰ τὸν προσαγορευτικὸν λόγον καὶ οὐχὶ κατὰ τὸν διηγηματικόν· πρὸς γὰρ αὐτὰς ἀποτείνεται, οὐχὶ δὲ περὶ αὐτῶν λέγει.[*]()

[*]()Κάδμου κόραι: ὦ Κάδμου κόραι, Σεμέλη μὲν τῶν Ὀλυμπίων θεῶν σύνοικε, Ἰνὼ δὲ Νηρεΐδων, παραγίνεσθε σὺν τῇ μητρὶ τοῦ ἀριστογόνου Ἡρακλέους, φησὶ δὲ τῇ Ἀλκμήνῃ· παραγίνεσθε, ὦ ἡρωΐδες, εἰς τὴν Μελίαν καὶ τῶν τιμίων τριπόδων εἰς τὸν ἄδυτον ἀνθρώποις θησαυρόν, τὴν Μελίαν ἀκούομεν. τὸ δὲ ἄδυτον πρὸς τὸ ἄγαν σεπτόν.

[*]()ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ: ἴτε εἰς τὸν ἄδυτον, ὅς ἐστι χρυσέων τριπόδων θησαυρός. πυκνῶς δὲ τίθησιν ὁ Πίνδαρος κατὰ τὸ ἀρσενικὸν τὸν ἄδυτον. προσκαλεῖται δὲ τὰς Θήβησιν ἡρωΐδας εἰς τὸ Ἰσμήνιον ἥκειν, ἐν ᾧ τὸ τοῦ Τηνέρου ἱερόν ἐστι χρηστήριον. τριπόδων δὲ εἶπε θησαυρὸν τὸ Ισμήνιον διὰ τὸ αὐτόθι πολλοὺς ἀνακεῖσθαι τρίποδας· οἱ γὰρ Θηβαγενεῖς ἐτριποδοφόρουν ἐκεῖσε. ἡ δὲ Μελία Ἰσμηνοῦ ἀδελφὴ ὑπὸ Ἀπόλλωνος φθαρεῖσα καὶ γεννήσασα Τήνερον, ἀφ᾿ οὗ ἐν Θήβαις Τηνερικὸν πεδίον.

[*]()πὰρ Μελίαν χρυσέων: Μελία Ὠκεανοῦ θυγάτηρ, ἐξ ἦς καὶ Ἀπόλλωνος Τήνερος ὁ μάντις, ὃς παρ᾿ Ἰσμηνῷ τῷ ποταμῷ ἐμαντεύετο. καὶ αὐτόθι μαντεῖόν ἐστιν, ὃ Ἰσμήνιον καλεῖται, ἔστι δὲ καὶ πηγὴ ὁμώνυμος τῇ ἡρωΐδι.

[*]()ὃν περίαλλ᾿ ἐτίμασεν: ὅντινα τὸν ἄδυτον θησαυρὸν ὁ Ἀπόλλων ἐξόχως ἐτίμησε καὶ ὠνόμασεν αὐτὸν Ἰσμήνιον μαντεῖον, καὶ ἀληθέστατον θῶκον ὄντα τὸν ἄδυτον θησαυρὸν, τουτέστι τὸ Ἰσμήνιον μαντεῖον, ἀληθῆ τῶν μαντευμάτων καθέδραν.

[*]()a. ὦ παῖδες Ἁρμονίας: Σεμέλη καὶ Ἰνὼ, ἃς κατὰ τὸ προοίμιον ἐκάλεσεν.

[*]()b. ἔνθα καὶ νῦν ἐπίνομον: εἰς τὸ Ἰσμήνιον καλεῖ συνέρχεσθαι τὸν ἐπίνομον τῶν ἡρωΐδων στρατόν.

c. ἐπίνομον δὲ στρατὸν εἶπε τὰς ἐπινεμομένας καὶ ἐποπτευούσας τὰς Θήβας.

d. ἢ ἐπίνομον τὸν σύννομον ταῖς Θήβαις, τὸν ἐπὶ τοῦ αὐτοῦ νομοῦ καὶ τῆς αὐτῆς ἐπινομῆς.

e. τίς δὲ καλεῖ; ἤτοι ὁ Ἀπόλλων καλεῖ διὰ τὴν νίκην, ἢ καὶ ἡ Μελία, ὅπερ καὶ βέλτιον· θήλεια γὰρ θηλείας εὐλόγως συγκαλεῖ.

f. ὁ δὲ νοῦς· καὶ νῦν ἐνταῦθα, ἐπὶ τοῦ παρόντος, τῶν ἐντοπίων ἡρωΐδων συνηθροισμένων τὸ πλῆθος προσκαλεῖται προσελθεῖν ἤτοι ὁ νικηφόρος ἢ ὁ Ἀπόλλων, ἢ ἡ Μελία, ὃ καὶ βέλτιον· |[*]() θήλεια γὰρ οὖσα εἰκότως τὰς ἡρωΐδας προσκαλεῖται.

[*]()a. ὄφρα Θέμιν ἱεράν: εἰς τοῦτο συγκαλεῖται, ἵνα ὑμνήσωσι τὴν Θέμιν καὶ τὴν Πυθώ.

[*]()b. Θέμιδος ἦν τὸ χρηστήριον, ὅθεν καὶ τὸ θεμιστεύειν.

c. ἄλλως· ὅπως ἂν τὴν ἱερὰν Θέμιν καὶ τὴν Πυθῶνα καὶ τὸν ὄντα ὀμφαλὸν τῆς γῆς ὑμνήσητε σὺν παννυχίσι, χάριν κατατιθέμεναι ταῖς ἑπταπύλοις Θήβαις καὶ τῷ τῆς Κίρρας ἀγῶνι.

[*]()a. ἐν τῷ Θρασυδαῖος ἔμνασεν: ἐν ᾧ, τῷ τῆς Κιρρας ἀγῶνι, φησὶ δὲ τῷ Πυθικῷ, ἐπιβαλὼν τρίτον στέφανον τὴν πατρικὴν μνήμην ἤγαγε τῶν πατρικῶν κατορθωμάτων, νικῶν ἐν τῇ χώρᾳ τοῦ Πυλάδου τοῦ φίλου τοῦ Λάκωνος Ὀρέστου.

[*]()b. ἄλλως· ἐν τῷ προκειμένῳ ἀγῶνι τῆς Κίρρας, ἐν τοῖς Πυθίοις, ἀνέμνησε τὴν πατρῴαν ἑστίαν τῶν νικῶν, ἐπιβάλλων αὐτῇ τὸν στέφανον.

c. τρίτον δὲ εἶπεν ὡς ἢ πατρὸς ἢ προγόνου τινὸς αὐτοῦ νενικηκότος· αὐτὸς γὰρ ἅπαξ ἀναγράφεται Πύθια νικήσας.

[*]()τρίτον ἐπὶ στέφανον πατρῴαν βαλὼν ἐν ἀφνεαῖς ἀρούραις: ὅτι τὴν Φωκίδα χώραν ἀφνεὰν ἄρουραν Πυλάδου εἴρηκε· τῆς γὰρ Φωκίδος ἡ Πυθὼν, ἧς Στρόφιος ὁ πατὴρ Πυλάδου ἐβασίλευσε· καὶ ὅτι τὸ ξένου Λάκωνος Ὀρέστα τοιοῦτον· ἐν τῇ χώρᾳ τοῦ Πυλάδου, ὅστις ἦν τοῦ Λάκωνος Ὀρέστου ξένος. τὸ δὲ τρίτον ἐπὶ στέφανον, οὐχ ὅτι αὐτὸς ὁ νικηφόρος τρεῖς ἔσχε νίκας, ἀλλ᾿ ἀναγέγραπται ὁ πατὴρ αὐτοῦ Ὀλυμπιονίκης γεγονὼς, καὶ αὐτὸς εὐτυχήσας ὅτι τὰς πάσας τρεῖς ὑπέδειξεν αὐτῷ γεγονέναι καὶ τῷ πατρί.

[*]()a. ἐν ἀφνεαῖς ἀρούραις: ταῖς τῆς Φωκίδος· ἧς ἡ Πυθώ· ἧς Στρόφιος ὁ πατὴρ Πυλάδου ἐβασίλευσεν.

[*]()b. ἄριστα ὁ Πίνδαρος τὸ ἐγκώμιον εἰργάσατο· ἐν δὲ τοῖς ἑξῆς σφόδρα ἀκαίρῳ παρεκβάσει ἐχρήσατο.

[*]()a. τὸν δὴ φονευομένου πατρός: ἀνείλετο ἡ τροφὸς Ἀρσινόη τὸν Ὀρέστην φονευομένου τοῦ πατρὸς ὑπὸ τῆς Κλυταιμνήστρας.

b. ἰδίως δέ φησιν ὁ Πίνδαρος Ἀρσινόην εἶναι τὴν Ὀρέστου τροφόν· Φερεκύδης (FHG I p. 94) δὲ Λαοδάμειαν λέγων αὐτὴν τὸν ταύτης παῖδά φησιν ἀνῃρῆσθαι ὑπὸ Αἰγίσθου νομιζόμενον Ὀρέστην εἶναι· τὸν δὲ Ὀρέστην ἐκκλαπέντα εἶναι τριῶν ἐτῶν, ὡς Ἡρόδωρος ἐν Πελοπείᾳ (FHG II p. 41).

c. ἄλλως· ὅντινα τὸν Ὀρέστην φονευομένου τοῦ πατρὸς αὐτοῦ Ἀρσινόη ἡ τροφὸς ἐκ τῶν Κλυταιμνήστρας χειρῶν καὶ τοῦ κατ᾿ αὐτοῦ δόλου σκευωρουμένου ὑπεξέκλεψεν, ὅτε ἡ ἀνηλεὴς γυνὴ τὴν τοῦ Δαρδάνου παιδὸς Πριάμου θυγατέρα Κασάνδραν τῷ πολιῷ ξίφει σὺν τῇ τοῦ Ἀγαμέμνονος ψυχῇ ἔπεμπε παρὰ τὴν εὔσκιον τοῦ Ἀχέροντος ἀκτήν. μετέπεσε δὲ εἰς τὸν περὶ αὐτοῦ λόγον.

[*]()πότερόν νιν: ἐπιζητεῖ δύο αἰτίας, δι᾿ ἃς τὸν Ἀγαμέμνονα ἀνεῖλε, καί φησι· πότερον ἄρα ἡ Ἰφιγένεια ἡ παῖς αὐτῆς μακρὰν τῆς πατρίδος ἐν τῷ Εὐρίπῳ σφαγεῖσα ἐλύπησεν αὐτὴν καὶ ἐκίνησεν, ὥστε τὴν ὀργὴν ταύτην ἔχουσαν βαρύτατον τὸ ἐπιχείρημα ἄρασθαι, καὶ τολμῆσαι τοσοῦτον, ὡς πρὸς τὴν τοῦ Ἀγαμέμνονος ὁρμῆσαι σφαγήν· ἢ ἑτέρῳ αὐτὴν ἀνδρὶ μισγομένην αἱ νυκτεριναὶ τῆς μοιχείας συνουσίαι παρήγαγον κατὰ τοῦ Ἀγαμέμνονος, ὥστε αὐτὸν φονεῦσαι σὺν δόλῳ;[*]()

[*]()a. τὸ δὴ νέαις ἀλόχοις: ὅπερ, τὸ τῆς μοιχείας ἁμάρτημα, ἐπικαλύψαι ταῖς ἀλλοτρίαις γλώσσαις ἀδύνατόν ἐστιν· λαθεῖν τοὺς ἔξω, ἢ μαθόντας τοὺς ἔξωθεν ἀποσιωπῆσαι ἀδύνατόν ἐστι πρᾶγμα. οἱ γὰρ ἀλλότριοι λαλοῦσι· |[*]() κατὰ φύσιν γὰρ λοίδοροί εἰσιν οἱ πολῖται.[*]()

[*]()b. ἄλλως· ὅπερ, τὸ ὑπὸ ἄλλῳ ἀνδρὶ μοιχεύεσθαι, ταῖς νέαις γυναιξὶν ἐχθρότατον ἁμάρτημά ἐστιν.[*]()

[*]()a. ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον: ἤδη καὶ τῶν ὑπερεχόντων μᾶλλον ἰδίως ἅπτονται γὰρ οὗτοι. τοῦτο δὲ πρὸς τὸν Ἀγαμέμνονα, ὅτι ἐπιφανὴς ὢν ἐφθονήθη.

b. ἢ οὕτως· ἔχει γὰρ ἡ εὐτυχία οὐ μικρὸν φθόνον, ὅτι ἀεὶ τοῖς εὐτυχοῦσι βασκαίνουσιν οἱ ἔξωθεν.

[*]()a. ὁ δὲ χαμηλὰ πνέων: ὁ δὲ ταπεινὰ καὶ οἰκτρὰ πνέων, τουτέστιν ὁ εὐτελὴς καὶ πένης ἀφώνως ἠχεῖ, οἷον ζῇ· διὰ γὰρ τὴν πενίαν εὐτελής τις ὢν καὶ ἀφανής ἐστιν.

[*]()b. ἄλλως· ὁ δὲ ταπεινὸς οὐκ ἐν φανερῷ βρέμει.

[*]()c. τὸ δὲ χ΄ ὅτι χαμηλὰ τὰ ταπεινὰ εἴρηκεν.