Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. κοῦροι κουρᾶν: πληθυντικῶς εἶπεν· ἐχρῆν γὰρ ἑνικῶς εἰπεῖν· κοῦροι γὰρ κούρης τῆς Πρωτογενείας [*]()λέγει.[*]()
b. κοῦροι: ὦ Ὀπούντιοι.
[*]()c. καὶ φερτάτων Κρονιδᾶν: τὸ ἑνικὸν ἀντὶ πληθυντικοῦ ἐξενήνοχεν.
d. ἀντὶ τοῦ φερτάτου Κρονίδου· Διὸς γὰρ Λοκρὸς ὁ πρόγονος αὐτῶν. κουρᾶν δὲ πάλιν τῆς κόρης, τῆς Πρωτογενείας.
e. ἢ ὡς καὶ Ἕλληνα φέρειν τὸ γένος ἢ ἀπὸ Δευκαλίωνος. δύναται δὲ καὶ ἀπὸ τοῦ Ὀποῦντος· Διὸς γὰρ ἦν, ὥς φησι Πίνδαρος, θέσει δὲ Λοκροῦ.